Humanitext Reader

普鲁塔克 · 论控制愤怒 §6

将他人愤怒的丑态作为反面教材的观察

第 4 段,共 12 段 · 希腊语

内容简介

芬达努斯强调了通过将他人愤怒的丑态作为反面教材来控制自身激情的重要性,并引用盖乌斯·格拉古的小笛子及雅典娜丢弃双簧管的轶事,说明愤怒如何使人的面容与言语变得丑陋不堪。

§6ΦΟΥΝΔ.ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις.
芬达努斯:至于我,虽不知对错与否,却以此为治疗的起点;正如斯巴达人通过黑劳士了解何为醉酒一般,我通过他人来观察愤怒。
καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπʼ ὀργῆς ἐξισταμένους μάλιστα καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ πάνυ δυσχεραίνων, εἰ φοβερὸς; οὕτω καὶ παρακεκινηκὼς; ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς·
首先,正如希波克拉底所说,如果患者的脸色变得与平时最不相似,那就是最严重的疾病;同样,当我看到人们因愤怒而失去理智,尤其是改变面容、脸色、步履和声音时,我就在心中烙下了这一激情的写照,并深感厌恶:倘若我有朝一日在朋友、妻子和幼女面前显得如此可怕且疯狂,不仅外表看起来狂野而反常,而且还发出粗暴而刺耳的声音,那该有多么令人嫌恶。
ὥσπερ ἑτέροις τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ δυναμένοις ὑπʼ ὀργῆς διαφυλάττειν.
正如我在碰见其他熟人时,他们因愤怒而无法在谈吐中保持自己原有的性格、面貌、言语的风雅,以及说服力和温和的态度。
Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην ἐπʼ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι· καὶ τοῦτʼ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ τῶν βουκόλων " κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον " ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος ἐμοὶ δʼ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπʼ οὐδενὶ χρησίμῳ.
的确,对于演说家盖乌斯·格拉古来说,由于他本性暴躁,演说时又过于情绪化,曾准备了一只小笛子,音乐家们通过它来微调音调,引导声音在两端之间平缓过渡;每当他进行演说时,他的一位手持此笛的奴隶便站在他身后,吹出适度而温和的音调,以此收回他的大吼大叫,并去除他声音中粗暴而易怒的成分,正如牧人们的 “蜜蜡制成的鸣响苇笛,奏出催人入眠的曲调” 那般,抚慰并平息了这位演说家的怒气。 至于我,如果我有一位举止得体、机敏的随从,当我发怒时他若呈上一面镜子,我是绝不会生气的,虽然人们在某些人沐浴完毕后也呈上镜子,却毫无用处。
τὸ δʼ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους.
因为看到自己处于反自然且混乱的状态,对于否定这种激情有着不小的作用。
καὶ γὰρ καὶ τὴν, Ἀθηνᾶν λέγουσιν οἱ παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν· " οὔ τοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες καὶ θὦπλα λάζευ καὶ γνάθους εὐθημόνει·
因为,甚至连雅典娜,戏说者们也讲道,当她吹奏双簧管时曾受到萨堤罗斯的劝谏,可她并未理会: “这姿态着实不配你;扔掉那双簧管,拿起你的武器,收紧你的双颊。
" θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν εὐμέλειαν.
” 然而,当她在某条河流中亲眼看到自己脸部的模样时,她便心生厌恶并丢弃了双簧管;尽管这项技艺因其美妙的曲调,对容貌的丑陋还算有所补偿。
καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ περιστομίοις τοῦ πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν ἀνωμαλίαν, " χρυσῷ δʼ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας κόρσας, καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν.
而马尔叙亚斯,正如所见,通过某种皮带和限制呼吸的口器,封锁了呼吸的狂暴,修饰了面容,隐蔽了其变形: “他用闪烁的黄金,将毛茸茸的双鬓以及狂乱的口部,以系在脑后的皮带束紧在一起。
" ἡ δʼ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ φωνὴν "κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν.
” 然而,愤怒在令人不雅地胀红并扭曲面容的同时,还发出更加难听和不悦的声音, “拨动了心中本不该被拨动的琴弦。
" τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν· ἃ δʼ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὐτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους.
” 因为人们说,大海被风暴扰乱并涌出海藻与苔藓时,是在自我净化;然而,当灵魂颠覆时,愤怒所吐出的那些放纵、刻薄且闲碎的言语,首先污染的却是说话者本人,并使他们备受恶名,仿佛他们内心一直存有并充满了这些污浊,只是被愤怒揭开了面纱。
διὸ κουφοτάτου πράγματος, ὥς φησιν ὁ Πλάτων, λόγου βαρυτάτην ζημίαν τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι.
因此,正如柏拉图所说,为了最轻微的事物——“言语”,他们却付出了最沉重的代价,落得个充满敌意、口出恶言且心怀歹毒的名声。

词汇与语法注释

  1. 15εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ — 在插入语 `εἰ μὲν ὀρθῶς οὐκ οἶδα`(我虽不知对错与否)中使用了 `μέν`,而主句以 `ταύτην δέ` 重新开始。此处的 `δέ` 起到了承接并恢复被插入语中断的主句逻辑(复归性 de)的作用。
  2. 20εἰ φοβερὸς οὕτω — 此处的连词 `εἰ` 并非引导条件从句(“如果”),而是紧跟在表示情感的分词 `δυσχεραίνων`(“深感厌恶/苦恼”)之后,引导一个表示“是否”或“因为……而”的名词性或原因性从句。
  3. 456aδυναμένοις — 与格现在分词 `δυναμένοις` 修饰前文 `ὥπερ ἑτέροις τῶν συνήθων`(正如我碰见其他熟人时)中的 `ἑτέροις`,描述他们因愤怒(`ὑπʼ ὀργῆς`)而无法保持(`διαφυλάττειν`)自身良好特质的状态。
  4. 456dκουφοτάτου πράγματος ... λόγου — 属格短语 `κουφοτάτου πράγματος`(最轻微的事物)与 `λόγου`(言语)为同格关系,整体与紧随其后的 `βαρυτάτην ζημίαν`(最沉重的代价)形成了基于最高级形容词的鲜明对比。

引用这一段

普鲁塔克, 论控制愤怒 §6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。