§16ΦΟΥΝΔ.οὐ μὴν ἀλλʼ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπʼ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων.
ΦΟΥΝΔ. それにしても、悪への憎しみゆえに本当にしばしば怒りに囚われてしまう人々については、それ(怒り)から過度のものと純粋なものを取り除かねばならず、同時に身近な人々に対する激しい信頼も(取り除かねばならない)。
αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν διαφορᾷ τινι καὶ μέμψει γένηται.
なぜなら、諸原因の中でこれがもっとも怒りを増大させるからである。 すなわち、善良であると思われていた者が不徳な者として現れたり、あるいは愛していると思われた者が何らかの不和や非難の中に陥る時である。
τὸ δʼ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν·
私自身の気質は、人々への好意と信頼に向けて、どれほど大きな傾きをもって運ばれていくか、あなたもおそらく知っているだろう。
ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι·
それゆえ、虚空を歩む人々のように、私が愛することに自分自身を寄りかかれば寄りかかるほど、私はより大きく過ちを犯し、つまずいては苦しむのである。
καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος; εὐλαβείᾳ.
そして、愛することから過度に情熱的で熱心な部分を汲み出すことは、私にはもはやできないであろうが、激しく信頼することに対しては、おそらくプラトンの「慎重さ」を轡(くつわ)として用いることができるだろう。
καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει· καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν.
実際、彼(プラトン)は数学者ヘリコンを、生まれつき変わりやすい動物であるとしてそのように称賛し、またその国制において養われた人々についても、人間であり人間の種子である者として、どこかでその自然(本性)の弱さを表してしまうのではないかと恐れるのは当然である、と言っているからである。
ὁ δὲ Σοφοκλῆς λέγων ὅτι
"τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν"
ἄγαν ἔοικεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν.
一方、ソポクレスは「人間のことの大部分を暴けば、醜いものばかりを暴くことになるだろう」と言って、私たちをあまりにも踏みつけ、挫けさせているように思われる。
οὐ μὴν ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς ἐκστατικὸν γάρ ἐστι τὸ ἄφνω καὶ ἀπροσδόκητον δεῖ δʼ, ὥς που καὶ Παναίτιος ἔφη, χρῆσθαι τῷ Ἀναξαγόρᾳ, καὶ καθάπερ ἐκεῖνος ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς εἶπεν
ᾔδειν ὅτι θνητὸν ἐγέννησα
τοῦτο τοῖς παροξύνουσιν ἕκαστον ἐπιφωνεῖν ἁμαρτήμασιν
ᾔδειν ὅτι σοφὸν οὐκ ἐπριάμην δοῦλον
ᾔδειν ὅτι ἀπαθῆ τὸν φίλον οὐκ ἐκτησάμην
ᾔδειν ὅτι τὴν γυναῖκα γυναῖκʼ εἶχον.
それにもかかわらず、この判断の気難しさと非難好きな態度は、私たちを怒りに対してより屈しやすくさせる。 なぜなら、突然のことや予期せぬことは(心を)取り乱させるものだからである。 だが、パナイティオスもどこかで言っていたように、アナクサゴラスを応用せねばならない。 そして彼が子の死に際して「私は自分が死すべきものを生んだと知っていた」と言ったように、怒りをかき立てる個々の過失に対してこのように唱えるべきである。 「私は、知恵ある奴隷を買いはしなかったと知っていた」。 「私は、情念を持たない友を得たわけではないと知っていた」。 「私は、自分の妻が女(人間)であることを知っていた」。
ἂν δὲ κἀκεῖνό τις ἐπιφθεγγόμενος ἀεὶ τὸ τοῦ Πλάτωνος
μήπου ἄρʼ ἐγὼ τοιοῦτος; ἔξωθεν εἴσω τὸν λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν, οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἑτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον.
もしまた、プラトンのあの言葉「まさか私自身がそのような者ではないだろうか」を常に口ずさみつつ、理性を外から内へと方向転換させ、非難の中に慎重さを割り込ませるならば、自らも多くの寛恕を必要としていることを見て取るため、他者に対して大いなる悪嫌いをもって臨むことはないだろう。
νῦν δʼ ἕκαστος ἡμῶν ὀργιζόμενος καὶ κολάζων Ἀριστείδου φωνὰς ἐπιφέρει καὶ Κάτωνος
μὴ κλέπτε
μὴ ψεύδου
διὰ τί ῥᾳθυμεῖς;
しかし現実には、私たち一人一人が、腹を立てて処罰する際に、アリステイデスやカトンの言葉を持ち出す。 「盗むな」。 「嘘をつくな」。 「なぜ怠けているのか」。
καὶ ὃ δὴ πάντων αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν μετʼ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολάζομεν, οὐχ ὥσπερ οἱ ἰατροί
"πικρῷ πικρὰν κλύζουσι φαρμάκῳ χολήν,"
ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος ἀφαιρεῖν.
そして実に、すべての中で最も恥ずべきこととして、私たちは怒っている者たちを怒りをもって咎め、怒りによって犯された過ちを怒りをもって処罰する。 それは医師たちが、「苦い薬をもって、苦い胆汁を洗い流す」ようにではなく、むしろ(病状を)強め、いっそう掻き乱すことによってである。 それゆえ、私がこれらの省察の中に身を置くとき、同時に詮索好きな性質からも何かを取り除こうと努めている。
τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικός, ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστι.
というのも、万事を厳格に究明し、暴き立て、召使いたちのすべての不注意や、友人の行い、息子の時間の過ごし方、妻のささやきを白日の下に引きずり出すことは、多くの、絶えざる、日常的な怒りをもたらすからであり、それらの総体は、気質の難しさと気難しさにほかならないからである。
ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης φησί,
"
τῶν ἄγαν ἅπτεται,
τὰ μικρὰ δʼ εἰς τύχην ἀφεὶς ἐᾷ
"
ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ· τὰ δʼ οἰκέταις τὰ δὲ φίλοις οἷον ἄρχοντʼ, ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ· καὶ μεγίστων.
ゆえに神は、エウリピデスが言うように、「過度なことに関与し、小さなことは運命に委ねて放っておく」のである。 しかし私は、思慮ある者は運命に何も委ねるべきではないし、見過ごすべきでもないと思う。 しかし、妻にはこれこれのことを、召使いたちには別のことを、友人たちにはさらに別のことを任せて用いるべきである。 あたかも支配者が特定の執事、会計係、管理人に任せるように。 そして自分自身は理性によって、最も主権的で最大の事柄の上に立っているべきである。
ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμβάνουσαν.
なぜなら、細かい文字が視力を緊張させるように、小さな事柄は私たちをいっそう緊張させて刺激し、怒りを掻き乱すからである。 そして怒りは、より大きな事柄に対しても悪しき習慣を身につけることになる。
ἐπὶ πᾶσι τοίνυν τὸ μὲν τοῦ Ἐμπεδοκλέους μέγα καὶ θεῖον ἡγούμην, τὸ
νηστεῦσαι κακότητος·
したがって、すべてのことにおいて、私はエンペドクレスのあの言葉、「悪を断食せよ」を偉大で神聖なものと考えていた。
ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδʼ ἀφιλοσόφους τὰς ἐν εὐχαῖς ὁμολογίας, ὁμιλίας ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν·
また私は、誓願における合意、すなわち自制によって神を敬うために、一年間、性交とワインを避けるという誓いや、あるいはまた、約束された期間、嘘をつくことを控えるという誓いを、不快でもなく非哲学的でもないものとして称賛していた。
ἢ ψευδολογίας πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας πῶς ἀληθεύσομεν ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης.
その期間、私たちは戯れの中であれ、すべての真剣さの中であれ、どのように真実を語るかに自分自身で注意を払うのである。
εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡς οὐχ ἧττον θεοφιλῆ καὶ ἱεράν·
その後、私は自分自身の誓願をこれらに比した。 それは同じように神に愛され、神聖なものであった。
ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους ἔγνων οἷον ἀμεθύστους καὶ ἀοίνους διαγαγεῖν ὥσπερ νηφάλια καὶ μελίσπονδα θύων·
まず、怒りのない数日を、あたかも泥酔せずワインを飲まない日々のように過ごすことを決意し、酒を混ぜない蜂蜜 of 供え物を捧げるようにした。
εἶτα μῆνʼ ἕνα καὶ δύο πειρώμενος ἐμαυτοῦ κατὰ μικρόν, οὕτω τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετʼ εὐφημίας ἵλεων καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθους ἐφʼ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχάς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος.
次に一ヶ月、二ヶ月と少しずつ自分を試しながら、そのようにして時間の経過とともに、耐え忍ぶことの先へと進んでいった。 慎み深く注意を払い、吉祥なる言葉とともに、自らを穏やかで怒りのない状態に保ち、不道徳な言葉からも、不条理な行為からも、そして小さな不快な快楽のために大いなる動揺と極めて恥ずべき悔恨をもたらすような情念からも身を清めた。
ὅθεν, οἶμαι, καὶ θεοῦ τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς αὐτοῖς τοῖς ἔχουσιν.
そこから、私の考えでは、神の助けもあって、経験があの判断を明らかにしてくれた。 すなわち、この穏やかで温厚で人間愛に満ちた気質は、同居する人々の誰にとっても、それを持つ人々自身にとってほど、好意に満ち、親しく、苦痛のないものではない、ということである。