§1ΣΥΛΛΑΣ. καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπισκοποῦντες·
シッラス:フンダヌスよ、画家たちが作品を完成させる前に、しばらく時間を置いてからそれを点検するのは、良いことだと私には思われます。
ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες.
なぜなら、彼らは目を作品から離すことによって、度重なる吟味により、目を新しくし、連続性と見慣れることが覆い隠してしまうところの、わずかな違いによりよく気づくものにするからです。
ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτʼ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων· δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν.
それゆえ、自分自身が自分から離れて、連続性から感覚を隔てた上で、しばらく時間を置いて自分に近づくということは不可能ですし、――これこそが、各自を他人よりも自分自身に対して劣った判定者にしてしまう最大の原因なのですが――、第二の策としては、友人たちをしばらく時間を置いてから観察し、同様に彼らに対して自分自身を差し出すこと、すなわち、自分が急に老人になっていないか、肉体が以前より良くなっているか悪くなっているかだけでなく、生き方や人格をも点検し、時間が何か良いものを付け加え、悪いものを取り除いてくれたかを見ることでしょう。
ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον, τὸ μὲν ἐξ ὑπαρχόντων διʼ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι·
現に私は、二年ぶりにローマにやってきて、あなたと過ごすこと今月で五ヶ月目になりますが、生まれつき備わっている資質の素晴らしさによって、これほどの進歩と成長があったことは、それほど驚くべきこととは思いません。
τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτω καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν
"ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος"
αὓτη δʼ ἡ μαλακότης οὐκ ἀργίαν οὐδʼ ἔκλυσιν, ἀλλʼ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος.
しかし、かつて怒りに対してあれほど激しく燃え盛っていたあなたの心が、これほど穏やかで理性に従順になっているのを見るにつけ、私はあなたのその気性に対して、こう言いたくなります。 「おお、なんと、実にずっと穏やかになったことか! 」しかし、この穏やかさは怠惰や弛緩ではなく、よく耕された土地のように、あの激しい衝動や鋭さに代わって、行動における滑らかさと活動的な深みとを獲得しているのです。
διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι διʼ ἡλικίαν τὸ θυμοειδὲς οὐδʼ αὐτομάτως ἀπομαραινόμενον, ἀλλʼ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον.
それゆえ、血気が年齢による衰えによって、あるいは自然に衰退しているのではなく、何か有益な教えによって治療されていることは明らかです。
καίτοι ʽ τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σἔ ταῦθʼ ἡμῖν Ἔρως ὁ ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς διʼ εὔνοιαν ἐπιμαρτυρεῖν·
もっとも――あなたに対して真実を言うべきですが――、私たちの仲間であるエロスがこのことを報告したときには、彼は好意のあまり、優れた人々に実際には備わっていないが備わっているべき立派な性質を証言しているのではないかと、疑わしく思われました。
καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος.
とはいえ、あなたも知っているように、彼は他人の歓心を買うために、正しいと思われる意見を曲げるような人では決してないのですが。
ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, δίελθʼ ἡμῖν ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν.
しかし今や、彼は偽証の罪を免除されました。 そして、この旅路が暇を与えてくれているのですから、あなたがどのようにして、これほど御しやすく素直で、理性に穏やかで従順なものに、自分の怒りを仕立て上げたのか、あなた自身の治療法のようなものを私たちに語ってください。
ΦΟΥΝΔΑΝΟΣ. εἶτʼ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων;
フンダヌス:それでは、極めて熱心なシッラスよ、あなた自身も私たちに対する好意と友情のゆえに、私たちのありようを見誤っているのではないか、とは考えないのですか。
ἔρωτι μὲν γὰρ οὐδʼ αὐτῷ πολλάκις ἔχοντι κατὰ χώραν ἐν τῇ Ὁμηρικῇ πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας, εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν.
エロスにしても、彼自身はしばしば怒りを元の場所に留めておくような人物ではなく、悪を憎む心のゆえにむしろ荒々しい方なのですが、私たちがより穏やかであるように見えたのは当然かもしれません。 ちょうど、音階の移行において、ある高音(ネーテー)が、他の高音に対して、低音(ヒュパテー)の位置を占めるようになるのと同じように。
ΣΥΛΛ. οὐδέτερα τούτων, ἔστιν, ὦ Φουνδάνε·
シッラス:フンダヌスよ、そのどちらでもありません。
ποίει δʼ ὡς λέγω, χαριζόμενος ἡμῖν.
私たちの願いを聞き入れて、私が言う通りにしてください。