Humanitext Reader

プルタルコス · 倫理的徳について §3

ストア派の魂の一元論批判と霊魂二分説

2 / 12 箇所 · ギリシア語

要旨

ストア派による魂の一元論(情念を理性の変容とみなす説)を批判し、ピタゴラス、プラトン、アリストテレスの説に基づいて、魂を理性的部分と非理性的(情動的)部分に分ける二元論的な理解の正当性を論じる。

§3κοινῶς δʼ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται·
一般に、これらのすべての哲学者たちは、徳とは魂の支配的な部分がある種の状態となったものであり、理性によって生み出された能力、あるいはむしろ、それ自体が一貫し、確固とし、揺るぎない理性であると仮定している。
καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ ταὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, διʼ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθʼ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ·
そして彼らは、情動的で非理性的な部分が何らかの相違や本性によって魂の理性的部分から区別されているのではなく、魂の同じ部分――彼らがまさに知性や支配的な部分と呼ぶもの――が全体として方向を変え、情念や、習慣あるいは一時的な状態の変化において変化することによって、悪徳にも徳にもなるのであり、それ自体の中に非理性的なものを何ら持たないと考えている。
λέγεσθαι δʼ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται·
また、それが非理性的と呼ばれるのは、衝動の過剰が強力になって支配力を得たときに、選択する理性に反して不条理な方向へと引きずられていくときであるとする。
καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης.
実際、情念とは、劣悪で誤った判断から生じ、激しさと強さを得た、邪悪で放縦な理性なのである。
ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος·
しかし、これらの人々はすべて、我々の各々が真に二重であり、複合的であるという点を見落としているように思われる。
τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν·
なぜなら、彼らはもう一つの二重性を見落とし、より明白な魂と身体の混合だけを見ていたからである。
ὅτι δʼ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλὴσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίας καὶ μαθήματος ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές.
しかし、魂自体の中にもそれ自体の中に複合的で二重の、そして不均質な何かがあり、それはあたかも理性に対して、もう一つの非理性的な身体が、ある種の必然性と本性によって混合され、結合されているかのようであることは、ピタゴラスも知っていたはずはない。 それは彼の音楽への傾倒から推測できる。 彼は魂の魅惑と慰めのために音楽を導入したが、それは魂のすべてが教えや学習に従うわけでもなく、理性によって悪徳から変化するわけでもなく、哲学にとって完全に扱いにくく不従順なものにならないようにするためには、協力的な他の説得、形成、手なずけを必要とするからである。
ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων συνεῖδεν, ὅτι τούτου γε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδʼ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλʼ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος ἐχούσῃ χρώμενον, πῆ δʼ εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν ἥ τʼ ἀνθρώπου ψυχὴ μέρος ἤ τι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις οὐχ ἁπλῆ τίς ἐστιν οὐδʼ ὁμοιοπαθής, ἀλλʼ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν·
しかしながら、明白に、確固として、疑いの余地なくプラトンは見抜いていた。 この宇宙の有生のものは、単純でもなく、複合していないのでもなく、単一の形相でもなく、同一の力と他者の力から混合されたものであって、一方では常に同じように整えられ、支配力を持つ一つの秩序を用いながら運行し、他方では逆方向の、そして惑乱する運動や軌道へと分割され、地の周りの消滅と生成に対して、相違、変化、不同一性の始まりを与える。 そして、人間の魂も全体の魂の一部あるいは一種の模倣であり、それらの数や比率に調和するように構成されているが、決して単純なものではなく、単一の感情を持つものでもない。 むしろ一方は知的で理性的な部分を持っており、これには自然に従って人間を支配し統治することがふさわしい。
ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξ ἑαυτοῦ δεόμενον.
他方は情動的で非理性的な、多方向へさまよい、無秩序で、指導を必要としている部分である。
οὗ πάλιν διχῆ μεριζομένου, τὸ μὲν ἀεὶ σώματι βουλόμενον συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δʼ ἔστι μὲν τούτῳ προστιθέμενον, ἔστι δʼ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν, θυμοειδές.
これがまた二つに分けられ、一方は常に身体と共にいることを望み、身体をケアする本性を持っており、欲求的部分と呼ばれる。 他方は、これに加えられることもあるが、ある点では理性にこれに対する強さと力を提供するものであり、気概的部分と呼ばれる。
ἀποδείκνυσι δὲ τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ θυμούμενον, ὡς τὸ ἕτερον εἶναι πολλάκις ἀπειθοῦν τε καὶ δυσμαχοῦν πρὸς τὸ βέλτιστον.
彼は、この違いを何よりも、推理し思慮するものの、欲求し怒るものに対する抵抗によって証明している。 すなわち、後者がしばしば従わず、最善のものに対して激しく戦うことによって。
ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως.
これらの原理をアリストテレスはさらに用いた。 それは彼の著作から明らかである。 しかし後に、彼は気概的部分を欲求的部分に配した。 気概をある種の欲求であり、仕返しの渇望であるとしたからである。
τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος·
しかしながら、彼は情動的・非理性的部分を、理性的部分と異なるものとして最後まで使い続けた。 それはそれが、魂の感覚的、あるいは栄養的・植物的な部分のように、完全に非理性的であるからではない。
ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς καταπέφυκε· τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾗ διεφθαρμένον ὑφʼ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης.
それらはまったく理性を聞き入れず、ある意味で耳を貸さず、肉体から生え出て身体に完全に定着しているが、情動的な部分は、それ自体の固有な理性は欠いており持たないものの、推理し思慮するものに耳を傾け、それに向き直り、屈服し、それによって形作られる本性を持っているからである。 ただし、無知で放縦な生活様式の快楽によって完全に台無しにされていない限りは。

語釈・文法注

  1. 441dμᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον — 「あるいはむしろ、それ自体が一貫し、確固とし、揺るぎない理性である(と仮定している)」という意味。`οὖσαν` は分詞で、対格 `αὐτήν`(徳 `τὴν ἀρετήν` を指す)に一致し、`ὑποτίθενται` の目的格補語として機能する。
  2. 441eὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος — 属格絶対格(genitive absolute)の構造。`ἑτέρου σώματος τοῦ ἀλόγου`(もう一つの非理性的な身体が)が意味上の主語であり、分詞 `συμμιγέντος καὶ συναρμοσθέντος` がそれに一致している。
  3. 442aᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν — 関係代名詞与格 `ᾧ` は、非人称動詞的表現 `προσῆκόν ἐστιν`(ふさわしい)に係る。「それ(理性的部分)にとって、自然に従って人間を支配し統治することがふさわしい」という構文。
  4. 442cἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν — 動詞 `πέφυκεν` に複数の不定詞(`εἰσακούειν`, `τρέπεσθαι`, `ὑπείκειν`, `κατασχηματίζεσθαι`)が連なっている。副詞 `ἄλλως` は前述の「固有の理性を持たない」こととの対比を示しつつ、「それとは異なり(〜する本性がある)」という文脈を導く。

この箇所を引用する

プルタルコス, 倫理的徳について §3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg094.humanitext-grc2:3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。