Humanitext Reader

プルタルコス · ピュティアは今日では詩のかたちで神託を降ろさないことについて §8-9

奉納物の前兆と神の摂理およびシビュラの予言

4 / 14 箇所 · ギリシア語

要旨

テオンは神像をめぐる奇跡的な連動から、偶然の支配を説くエピクロス派を批判し、神の摂理と万物への遍在を論じ、続いてシビュラの予言の永続性と自然災害の的中例について対話を行う。

§8ἤδη δὲ προϊόντες ἦμεν κατὰ τὸν Ἱέρωνος ἀνδριάντα τοῦ τυράννου·
歩みを進めると、私たちはすでに僭主ヒエロンの立像のあたりに来ていました。
καὶ τῶν μὲν ἄλλων ὁ ξένος εἰδὼς ἅπαντα παρεῖχεν ὅμως ὑπʼ εὐκολίας ἀκροατὴν αὑτόν·
異邦人は、他の事柄についてはすべて知っていましたが、その気さくさから、それでも自分を聴き手として提供していました。
ἀκούσας δʼ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ἱέρωνος ἔπεσεν, αὐτομάτως τῆς ἡμέρας ἐκείνης, τὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν, ἐθαύμασε.
しかし、立っていた上の青銅のヒエロンの柱が、まさにその日に自然に倒れ、その同じ日にシラクサでヒエロンが亡くなることになったと聞いて、彼は驚きました。
κἀγὼ τῶν ὁμοίων ἅμα συνανεμίμνησκον, οἷα δὴ τοῦ Ἱέρωνος μὲν τοῦ Σπαρτιάτου, ὅτι πρὸ τῆς ἐν Λεύκτροις αὐτῷ γενομένης τελευτῆς ἐξέπεσον οἱ ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δʼ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας.
そこで私も、同様の出来さを同時に思い起こさせました。 例えばスパルタのヒエロンについて、レウクトラの戦いで彼が死ぬ前に、その立像の両目が脱落したことや、アイゴスポタモイの海戦ののちにライサンドロスが奉納した星たちが消え去ったことなどです。
ὁ δʼ αὐτοῦ τοῦ Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον.
また、ライサンドロス自身の石像からは野生の茂みや草が非常にたくさん生い茂り、顔を覆い隠してしまうほどでした。
ἐν δὲ τοῖς Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου κόρακες περιέκοπτον.
アテナイ人のシケリアでの災難の時には、シュロの木の金のナツメヤシの実が落ち、カラスたちがパラス像の盾をつつき削りました。
ὁ δὲ Κνιδίων στέφανος, ὃν Φαρσαλίᾳ τῇ ὀρχηστρίδι Φιλόμηλος ὁ Φωκέων τύραννος ἐδωρήσατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἰταλίαν, ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος·
また、フォキスの僭主ピロメロスが踊り子パルサリアに贈ったクニドス人の冠は、彼女がギリシアからイタリアへ移住した際、メタポンティオンのアポロン神殿の周りで戯れていた彼女を、破滅に導きました。
ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεανίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον.
というのも、若者たちがその冠を目がけて襲いかかり、金をめぐって互いに争ううちに、その女性を引き裂いて殺してしまったからです。
Ἀριστοτέλης μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν ἐνέργειαν ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ·
それゆえ、アリストテレスはホメロスだけがその生き生きとした描写によって「動く言葉」を作ると言いましたが、私は、ここの奉納物もまた大いに共に動き、神の摂理を共に示すのだと言いたいです。
καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδʼ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος; .
そして、これらのどの部分も空虚でも無感覚でもなく、すべてが神性で満ちているのだと。
καὶ ὁ Βόηθος ναί εἶπεν·
するとボエトスが言いました。 「そうだね。
οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον.
神を死すべき肉体に月に一度閉じ込めるだけでは十分ではなく、あらゆる石や青銅に神を混入させようというわけだ。 まるで、このような偶然の出来事の製作者として、運命や偶然という十分に信頼に値する原因を我々が持っていないかのようにね。
εἶτʼ ἔφην ἐγώ τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι, καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαλυθῆναι καὶ παρεγκλῖναι μήτε πρότερον μήθʼ ὕστερον, ἀλλὰ κατʼ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος; ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον;
」「では」と私は言いました。 「このようなことのそれぞれが運命や偶然に似ていると君には思われ、また、原子が早くもなく遅くもなく、まさに奉納した者たちそれぞれが不運に見舞われるか、あるいは幸運を得ようとするまさにその時に、滑り落ち、解体し、逸れていくなどということが、信じられるというのか。
καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἔοικεν ἀφʼ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων· ὁ θεὸς δʼ, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδʼ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν παρασχεῖν οὐδενὶ τῶν ὄντων; ʼ
そして、エピクロスは三百年前の言動や著作によって、今や君に恩恵を与えているようだが、神の方は、自らを万物の中に閉じ込めず、またすべてと混ざり合わないならば、存在するものの何ひとつに対しても、運動の始まりや変化の原因を提供することなどできないと、君には思われるのかね。
§9τοιαῦτα μὲν ἐγὼ πρὸς τὸν Βόηθον ἀπεκρινάμην, ὅμοια δὲ περὶ τῶν Σιβυλλείων.
」このようなことを私はボエトスに対して答え、シビュラの神託についても同様の対話をしました。
ἐπειδὴ γὰρ ἔστημεν κατὰ τὴν πέτραν γενόμενοι τὴν κατὰ τὸ βουλευτήριον, ἐφʼ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν (ἔνιοι δέ φασιν ἐκ Μαλιέων ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος), ὁ μὲν Σαραπίων ἐμνήσθη τῶν ἐπῶν, ἐν οἷς ὕμνησεν ἑαυτήν, ὡς οὐδʼ ἀποθανοῦσα λήξει μαντικῆς·
というのも、私たちが評議所の近くの岩のところに来て立ち止まったからです。 その岩の上で、ヘリコン山からやって来てミューズたちに育てられた最初のシビュラが腰掛けたと言われています(また、ある人々は彼女がマリア人の地から来た、ポセイドンの娘のラミアであると言います)。 そこでサラピオンは、彼女が自分自身を讃えて歌った詩を思い起こしました。 それによると、彼女は死んでも予言することをやめないということです。
ἀλλʼ αὐτὴ μὲν ἐν τῇ σελήνῃ περίεισι τὸ καλούμενον φαινόμενον γενομένη πρόσωπον, τῷ δʼ ἀέρι τὸ πνεῦμα συγκραθὲν ἐν φήμαις ἀεὶ φορήσεται καὶ κληδόσιν·
むしろ、彼女自身は月に留まり、いわゆる「見えている顔」となり、その息は空気に混ざり合って、常にうわさや予兆として運ばれていく。
ἐκ δὲ τοῦ σώματος μεταβαλόντος ἐν τῇ γῇ πόας; καὶ ὕλης ἀναφυομένης, βοσκήσεται ταύτην ἱερὰ θρέμματα, χρόας τε παντοδαπὰς ἴσχοντα καὶ μορφὰς καὶ ποιότητας ἐπὶ τῶν σπλάγχνων ἀφʼ ὧν αἱ προδηλώσεις ἀνθρώποις τοῦ μέλλοντος.
また、地中で変化した彼女の体から草や植物が生え、これを聖なる家畜が食み、その内臓に様々な色や形、性質を帯びるようになり、それによって未来の兆しが人々に示される。
ὁ δὲ Βόηθος ἔτι μᾶλλον ἦν φανερὸς καταγελῶν τοῦ δὲ ξένου εἰπόντος, ὡς, εἰ καὶ ταῦτα μύθοις ἔοικεν, ἀλλὰ ταῖς γε μαντείαις ἐπιμαρτυροῦσι πολλαὶ μὲν ἀναστάσεις καὶ μετοικισμοὶ πόλεων Ἑλληνίδων, πολλαὶ δὲ βαρβαρικῶν στρατιῶν ἐπιφάνειαι καὶ ἀναιρέσεις ἡγεμονιῶν·
ボエトスはますます明らかに嘲笑していましたが、異邦人がこう言いました。 「たとえこれらが神話のように見えても、神託については、ギリシアの都市の多くの崩壊や移住、また異民族の軍勢の多くの出現や、帝国の滅亡が証言している。
ταυτὶ δὲ τὰ πρόσφατα καὶ νέα πάθη περί τε Κύμην καὶ Δικαιάρχειαν οὐχ ὑμνούμενα πάλαι καὶ ᾀδόμενα διὰ τῶν Σιβυλλείων ὁ χρόνος ὥσπερ ὀφείλων ἀποδέδωκεν, ἐκρήξεις πυρὸς ὀρείου καὶ ζέσεις θαλασσίας, καὶ πετρῶν καὶ φλεγμονῶν ὑπὸ πνεύματος ἀναρρίψεις, καὶ φθορὰς πολεων ἅμα τοσούτων καὶ τηλικούτων, ὡς μεθʼ ἡμέραν ἐπελθοῦσιν ἄγνοιαν εἶναι καὶ ἀσάφειαν ὅπου κατῴκηντο τῆς χώρας συγκεχυμένης;
そして、クマイやディカイアルケイアの周りでのこれらの最近の、そして新しい惨事は、シビュラの書によって古くから歌われ詠まれていたものを、時がまるで債務を果たすかのように返還したのではないか。 すなわち、山の火の噴発、海の沸騰、風による岩や火塊の吹き上げ、そして同時にこれほど多くの、またこれほど大きな都市の壊滅。 その結果、翌日に訪れた者には、大地が攪乱されてしまって、どこにそれらが位置していたのか分からず、不分明になるほどであった。
ταῦτα γὰρ εἰ γέγονε πιστεῦσαι χαλεπόν ἐστι, μὴ τί γε προειπεῖν ἄνευ θειότητος
なぜなら、これらが起こったこと自体、信じがたいことであるのに、ましてや神性なしに、それをあらかじめ予言することなどできるはずがないからだ。 」

語釈・文法注

  1. 397eτὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν — 非人称動詞 `συνέβαινεν` に対格不定詞構文(主語 `τὸν Ἱέρωνα`、不定詞 `τελευτᾶν`)が後続している。この構造は「ヒエロンがシラクサで亡くなることがたまたま起こった」、あるいは「まさにその時に〜することになった」という同時性と偶然の一致を表す。
  2. 398bὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων... τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον — `ὥσπερ` +分詞(`ἔχοντες`)は、主節の主語(ここではボエトスたちの立場)に対して皮肉を込めた仮定的な前提(「〜を持っていないかのように」)を表す。`τὴν τύχην` と `ταὐτόματον` は対格で、`δημιουργὸν`(述語的対格)と共に `ἔχοντες` の目的語関係をなしている。
  3. 398fμὴ τί γε προειπεῖν — 「ましてや〜ない」「〜は言うまでもない」という、強い対比や否定的な強調を表す慣用句(ラテン語の *nedum* に相当)。ここでは、すでに起こった大災害の事実(`ταῦτα γὰρ εἰ γέγονε`)を信じることの困難さを前提とし、「ましてやそれをあらかじめ予言することなど(神性なしには)到底不可能である」という論理を導く。

この箇所を引用する

プルタルコス, ピュティアは今日では詩のかたちで神託を降ろさないことについて §8-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:8-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。