§8ἤδη δὲ προϊόντες ἦμεν κατὰ τὸν Ἱέρωνος ἀνδριάντα τοῦ τυράννου·
我们继续前行,已经来到了僭主希伦的雕像旁。
καὶ τῶν μὲν ἄλλων ὁ ξένος εἰδὼς ἅπαντα παρεῖχεν ὅμως ὑπʼ εὐκολίας ἀκροατὴν αὑτόν·
异邦人虽然对其他事物无所不知,但由于他平易近人的性格,仍然把自己当作一个听众。
ἀκούσας δʼ ὅτι κίων τις ἑστὼς ἄνω χαλκοῦς Ἱέρωνος ἔπεσεν, αὐτομάτως τῆς ἡμέρας ἐκείνης, τὸν Ἱέρωνα συνέβαινεν ἐν Συρακούσαις τελευτᾶν, ἐθαύμασε.
但当他听说希伦立在上方的一根青铜柱在当天自动倒塌,且就在同一天希伦在叙拉古去世时,他感到十分惊异。
κἀγὼ τῶν ὁμοίων ἅμα συνανεμίμνησκον, οἷα δὴ τοῦ Ἱέρωνος μὲν τοῦ Σπαρτιάτου, ὅτι πρὸ τῆς ἐν Λεύκτροις αὐτῷ γενομένης τελευτῆς ἐξέπεσον οἱ ὀφθαλμοὶ τοῦ ἀνδριάντος, οἱ δʼ ἀστέρες ἠφανίσθησαν οὓς Λύσανδρος ἀνέθηκεν ἀπὸ τῆς ἐν Αἰγὸς ποταμοῖς ναυμαχίας.
同时,我也向他提起类似的事件,例如关于斯巴达人希伦的事:在他于留克特拉战死之前,其雕像的双眼脱落了,而赖桑德在艾戈斯波塔米海战后奉纳的双星也消失了。
ὁ δʼ αὐτοῦ τοῦ Λυσάνδρου λίθινος ἀνδριὰς ἐξήνθησεν ἀγρίαν λόχμην καὶ πόαν τοσαύτην τὸ πλῆθος, ὥστε κατακρύψαι τὸ πρόσωπον.
赖桑德本人的石像上甚至长出了茂密的野生灌木和杂草,其数量多到遮蔽了他的面部。
ἐν δὲ τοῖς Σικελικοῖς τῶν Ἀθηναίων ἀτυχήμασιν αἵ τε χρυσαῖ τοῦ φοίνικος ἀπέρρεον βάλανοι, καὶ τὴν ἀσπίδα τοῦ Παλλαδίου κόρακες περιέκοπτον.
在雅典人遭遇西西里惨败的时候,棕榈树上的金椰枣纷纷掉落,乌鸦在帕拉斯雕像的盾牌周围啄击。
ὁ δὲ Κνιδίων στέφανος, ὃν Φαρσαλίᾳ τῇ ὀρχηστρίδι Φιλόμηλος ὁ Φωκέων τύραννος ἐδωρήσατο, μεταστᾶσαν αὐτὴν ἐκ τῆς Ἑλλάδος εἰς τὴν Ἰταλίαν, ἀπώλεσεν ἐν Μεταποντίῳ παίζουσαν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος·
而克尼多斯人的王冠——这是福基斯僭主菲洛梅洛斯赠给舞女帕萨莉娅的——在她从希腊迁往意大利后,在麦达朋登的阿波罗神殿周围嬉戏时,导致了她的毁灭。
ὁρμήσαντες γὰρ ἐπὶ τὸν στέφανον οἱ νεανίσκοι καὶ μαχόμενοι περὶ τοῦ χρυσίου πρὸς ἀλλήλους διέσπασαν τὴν ἄνθρωπον.
因为年轻人们为了争夺这顶王冠,为了黄金彼此争斗,最终将这个女人撕碎。
Ἀριστοτέλης μὲν οὖν μόνον Ὅμηρον ἔλεγε κινούμενα ποιεῖν ὀνόματα διὰ τὴν ἐνέργειαν ἐγὼ δὲ φαίην ἂν καὶ τῶν ἀναθημάτων τὰ ἐνταυθοῖ μάλιστα συγκινεῖσθαι καὶ συνεπισημαίνειν τῇ τοῦ θεοῦ προνοίᾳ· καὶ τούτων μέρος μηδὲν εἶναι κενὸν μηδʼ ἀναίσθητον, ἀλλὰ πεπλῆσθαι πάντα θειότητος;
因此,亚里士多德曾说,唯有荷马因其生动性而创作出“运动的词语”;但我会说,这里的奉纳物也同样深刻地共同运动着,并共同昭示着神的摄理;它们之中没有任何一部分是空洞或无感觉的,而是处处充满了神性。
. καὶ ὁ Βόηθος
ναί
εἶπεν· οὐ γὰρ ἀρκεῖ τὸν θεὸν εἰς σῶμα καθειργνύναι θνητὸν ἅπαξ ἑκάστου μηνός, ἀλλὰ καὶ λίθῳ παντὶ καὶ χαλκῷ συμφυράσομεν αὐτόν, ὥσπερ οὐκ ἔχοντες ἀξιόχρεων τῶν τοιούτων συμπτωμάτων τὴν τύχην δημιουργὸν καὶ ταὐτόματον.
波埃托斯说道: “是的,因为仅将神每个月一次禁锢在凡人的肉体中是不够的,我们还要把神与每一块石头和青铜混合在一起,仿佛我们没有把命运和偶然当作此类巧合的充分制造者似的。
εἶτʼ
ἔφην ἐγώ
τύχῃ σοι δοκεῖ καὶ αὐτόματον τῶν τοιούτων ἕκαστον ἐοικέναι, καὶ πιθανόν ἐστι τὰς ἀτόμους ἐξολισθεῖν καὶ διαλυθῆναι καὶ παρεγκλῖναι μήτε πρότερον μήθʼ ὕστερον, ἀλλὰ κατʼ ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ τῶν ἀναθέντων ἕκαστος; ἢ χεῖρον ἔμελλε πράξειν ἢ βέλτιον;
” “那么,” 我说, “你认为此类巧合的每一件都仅仅类似于命运和偶然,并且相信原子在不早不晚的时刻,恰恰在每一位奉纳者即将遭遇不幸或获得幸运的那个时候,滑落、解体并偏转吗?
καὶ σὲ μὲν Ἐπίκουρος ὠφελεῖ νῦν ὡς ἔοικεν ἀφʼ ὧν εἶπεν ἢ ἔγραψε πρὸ ἐτῶν τριακοσίων· ὁ θεὸς δʼ, εἰ μὴ συνείρξειε φέρων ἑαυτὸν εἰς ἅπαντα μηδʼ ἀνακερασθείη πᾶσιν, οὐκ ἄν σοι δοκοίη κινήσεως ἀρχὴν καὶ πάθους αἰτίαν παρασχεῖν οὐδενὶ τῶν ὄντων; ʼ
埃庇库罗斯因他三百年前所说和所写的话,似乎现在让你受益匪浅;但神如果不能将自己带入万物并加以限制,也不与一切混合,难道在你看来,他就不能为任何存在物提供运动的开端和变化的因由吗?
§9τοιαῦτα μὲν ἐγὼ πρὸς τὸν Βόηθον ἀπεκρινάμην, ὅμοια δὲ περὶ τῶν Σιβυλλείων.
” 我向波埃托斯作了这样的回答,对于关于西比拉的事物也有类似的讨论。
ἐπειδὴ γὰρ ἔστημεν κατὰ τὴν πέτραν γενόμενοι τὴν κατὰ τὸ βουλευτήριον, ἐφʼ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν ἐκ τοῦ Ἑλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν (ἔνιοι δέ φασιν ἐκ Μαλιέων ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος), ὁ μὲν Σαραπίων ἐμνήσθη τῶν ἐπῶν, ἐν οἷς ὕμνησεν ἑαυτήν, ὡς οὐδʼ ἀποθανοῦσα λήξει μαντικῆς·
因为我们走到了议事厅旁的岩石并停了下来。 据说,从赫利孔山走来、由缪斯抚养长大的第一位西比拉曾坐在这块岩石上(但也有人说她来自马利亚人之地,是波塞冬的女儿拉米亚)。 萨拉皮翁于是想起了她赞美自己的诗句,其中提到即使在她死后,她也不会停止预言。
ἀλλʼ αὐτὴ μὲν ἐν τῇ σελήνῃ περίεισι τὸ καλούμενον φαινόμενον γενομένη πρόσωπον, τῷ δʼ ἀέρι τὸ πνεῦμα συγκραθὲν ἐν φήμαις ἀεὶ φορήσεται καὶ κληδόσιν·
相反,她自己将在月亮中穿行,成为那被称为“显现的面容”的存在,而她的呼吸将与空气混合,永远在传言和预兆中传播。
ἐκ δὲ τοῦ σώματος μεταβαλόντος ἐν τῇ γῇ πόας; καὶ ὕλης ἀναφυομένης, βοσκήσεται ταύτην ἱερὰ θρέμματα, χρόας τε παντοδαπὰς ἴσχοντα καὶ μορφὰς καὶ ποιότητας ἐπὶ τῶν σπλάγχνων ἀφʼ ὧν αἱ προδηλώσεις ἀνθρώποις τοῦ μέλλοντος.
当她的身体在泥土中发生变化,长出草木时,神圣的牲畜将以此为食,从而在它们的心脏和内脏上呈现出各种颜色、形状和性质,人类借此预知未来。
ὁ δὲ Βόηθος ἔτι μᾶλλον ἦν φανερὸς καταγελῶν τοῦ δὲ ξένου εἰπόντος, ὡς, εἰ καὶ ταῦτα μύθοις ἔοικεν, ἀλλὰ ταῖς γε μαντείαις ἐπιμαρτυροῦσι πολλαὶ μὲν ἀναστάσεις καὶ μετοικισμοὶ πόλεων Ἑλληνίδων, πολλαὶ δὲ βαρβαρικῶν στρατιῶν ἐπιφάνειαι καὶ ἀναιρέσεις ἡγεμονιῶν·
波埃托斯显然更加明显地嘲笑着;但异邦人说,即使这些看起来像神话,然而希腊城市的许多毁灭和迁徙,以及许多蛮族军队的出现和帝国的覆灭,都为她的预言作了见证。
ταυτὶ δὲ τὰ πρόσφατα καὶ νέα πάθη περί τε Κύμην καὶ Δικαιάρχειαν οὐχ ὑμνούμενα πάλαι καὶ ᾀδόμενα διὰ τῶν Σιβυλλείων ὁ χρόνος ὥσπερ ὀφείλων ἀποδέδωκεν, ἐκρήξεις πυρὸς ὀρείου καὶ ζέσεις θαλασσίας, καὶ πετρῶν καὶ φλεγμονῶν ὑπὸ πνεύματος ἀναρρίψεις, καὶ φθορὰς πολεων ἅμα τοσούτων καὶ τηλικούτων, ὡς μεθʼ ἡμέραν ἐπελθοῦσιν ἄγνοιαν εἶναι καὶ ἀσάφειαν ὅπου κατῴκηντο τῆς χώρας συγκεχυμένης;
“而最近这些在库迈和迪凯阿尔基亚周围发生的新惨剧,不正是时间如同偿还债务一样,将很久以前通过西比拉之书所歌唱和吟咏的内容兑现了吗? 即山火的喷发、海水的沸腾、风对岩石和火焰的抛掷,以及同时有如此之多、如此巨大的城市毁灭。 以至于第二天来到的人,因大地被搅乱,甚至无法知晓并确认它们原本坐落于何处。
ταῦτα γὰρ εἰ γέγονε πιστεῦσαι χαλεπόν ἐστι, μὴ τί γε προειπεῖν ἄνευ θειότητος
因为如果这些事情在发生后都让人难以置信,那么在没有神性的情况下,又怎么可能预言它们呢? ”