§5ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο τὰς ῥήσεις.
これによって沈黙が生じると、再び案内人たちが解説を準備し始めました。
χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν.
そして、アルゴス王アイゴンの王権についての、私の思うに、ある韻律で書かれた神託が読み上げられた時、ディオゲニアノスは、それらの神託が語られている詩の、稚拙さと安っぽさにしばしば驚かされたと言いました。
καίτοι μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι·
「だが、神はミューズを率いる者であり、いわゆる雄弁にあずかることは、旋律や歌に関する美声にあずかることと同様に神にふさわしく、また優雅な言葉においてヘシオドスを、そしてホメロスをはるかに凌駕して歌うはずではないでしょうか。
τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους.
ところが、多くの神託を見ると、韻律においても言葉遣いにおいても、不調和と稚拙さに満ちています。
παρὼν οὖν Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων
εἶτʼ
ἔφη
ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν αὖ πάλιν, ὡς λείπεται κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν, καὶ οὐ χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν κρίσιν προκατειλημμένην ὑπὸ φαύλης συνηθείας
ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης ʽ οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἢδη πρὸς τὸν Ἐπίκουρονʼ
, ἆρʼ οὖν
ἔφη
τὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας;
」すると、アテナイから来て同席していた詩人サラピオンが言いました。 「それでは、私たちはこれらの詩を神のものと信じながら、他方でそれがホメロスやヘシオドスの美しさに劣っているなどとあえて言うのでしょうか。 そして、これらが最善かつ最も美しく作られたものとして用いることをせず、悪い習慣によってあらかじめ囚われていた自分たちの判断力を正そうとはしないのですか。 」すると、幾何学者のボエトスが(君は彼がすでにエピクロスの側へと転向しつつあることを知っているでしょうが)引き取って、「では、画家パウソンの話を聞いたことがありますか」と言いました。
ʼ
οὐκ ἔγωγʼ
εἶπεν ὁ Σαραπίων.
「私はありません」とサラピオンは言いました。
ἀλλὰ μὴν ἄξιον.
「いや、聞くに値します。
ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντʼ ἔγραψεν.
彼はどうやら、転げ回っている馬を描くよう依頼されたのに、走っている馬を描いてしまったようなのです。
ἀγανακτοῦντος δὲ τάνθρώπου, γελάσας ὁ Παύσων κατέστρεψε τὸν πίνακα·
そして依頼主が怒り出すと、パウソンは笑って絵を上下逆さまにしました。
καὶ γενομένων ἄνω τῶν κάτω, πάλιν ὁ ἵππος τρέχων ἀλλʼ ἀλινδούμενος ἐφαίνετο.
すると、上が下になることで、馬はやはり走っているのではなく、転げ回っているように見えたのです。
τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστρέφωσι.
ビオンの言うには、議論の中には、逆転させた時にこれと同じことになるものがあるそうです。
διὸ καὶ τοὺς χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν· ἄλλοι τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν.
それゆえに、神託についても、ある人々は『神のものであるから優れており美しい』と言い、他の人々は『稚拙であるから神のものではない』と言うでしょう。
ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ· τὸ δʼ οὐκ εὖ τὰ ἔπη πεποιῆσθαι τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπουθεν, ὦ φίλε Σαραπίων,
εἶπεν,
ἐναργές;
なぜなら、前者は明らかではありませんが、神託をめぐる詩がうまく作られていないということは、親愛なるサラピオンよ、君のような鑑定家にとっても、言うまでもなく明白だからです」と彼は言いました。
ἐστι. ποιήματα γὰρ γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ τῇ περὶ λέξιν ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.
「なぜなら、君自身が書く詩は、内容においては哲学的で厳格ですが、その力強さや優美さ、そし言言葉遣いの構成においては、ピューティアによって下されるものよりも、むしろホメロスやヘシオドスの詩に似ているからです。
§6καὶ ὁ Σαραπίων
νοσοῦμεν γάρ
εἶπεν ὦ Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι.
」するとサラピオンが言いました。 「なぜならボエトスよ、私たちは耳も目も病んでいるのだ。 贅沢と軟弱さのせいで、より快いものを美しいとみなし、そう断言することに慣れてしまっているからだ。
τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη μύροις οὐδʼ ἁλουργίδας ἀμπεχομένη κάτεισιν εἰς τὸ ἄδυτον, οὐδʼ ἐπιθυμιᾷ κασίαν ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον.
そのうち私たちは、ピューティアの語り方がキタラ弾きのグラウケほど澄んでいないとか、香油を塗らず、紫の衣をまとわずに至聖所に下下っていくとか、カシアやレダノンや乳香ではなく、月桂樹や大麦の粉を燻しているなどと不平を言うようになるだろう。
οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους;
君には分からないか」と彼は言いました。 「サッポーの歌がどれほどの優美さを持ち、聴く者を魅了し、うっとりさせるかを。
Σίβυλλα δὲ μαινομένῳ στόματι
καθʼ Ηράκλειτον
ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.
しかしシビュラは、ヘラクレイトスによれば、狂おしい口元で、笑いもなく、飾ることもなく、香油を塗ることもなく語りながらも、神のおかげで、その声によって数千年の先にまで届くのだ。
ὁ δὲ Πίνδαρος
ἀκοῦσαι
φησὶ
τοῦ θεοῦ τὸν Κάδμον μουσικὰν ὀρθάν
οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδʼ ἐπικεκλασμένην τοῖς μέλεσιν.
またピンダロスも、カドモスが神から『正しき音楽』を聞いたと言っている。 快いものでも、繊細なものでも、節回しの崩れたものでもない。
ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλʼ ἐνταῦθα μετὰ τῆς Ἄτης ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς; καὶ ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.
なぜなら、無垢で純潔なものは快楽を受け入れず、快楽はここで災いとともに投げ捨てられ、その大部分は、どうやら人間の耳へと流れ込んできたからだ。
§7εἰπόντος δὲ ταῦτα τοῦ Σαραπίωνος, ὁ Θέων μειδιάσας
ὁ Σαραπίων μέν
εἶπε
τὸεἰωθὸς ἀποδέδωκε τῷ τρόπῳ, λόγου περὶ Ἄτης καὶ ἡδονῆς παραπεσόντος ἀπολαύσας ἡμεῖς δʼ ὦ Βόηθε, κἂν ᾖ φαυλότερα τῶν Ὁμήρου ταῦτα τὰ ἔπη, μὴ νομίζωμεν αὐτὰ πεποιηκέναι τὸν θεόν, ἀλλʼ ἐκείνου τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδόντος, ὡς ἑκάστη πέφυκε κινεῖσθαι τῶν προφητίδων.
」サラピオンがこのように言うと、テオンは微笑んで言いました。 「サラピオンは自分のいつものやり方を通したわけですね。 災いと快楽についての議論がたまたま持ち上がったのを利用して。 しかしボエトスよ、我々の方は、たとえこれらの詩がホメロスのものより拙いとしても、神自身がそれらを作ったのだと考えてはなりません。 むしろ、神が運動の始まりを与え、個々の女預言者たちがそれぞれ生まれ持った性質に従って動かされるのだと考えるべきです。
καὶ γὰρ εἰ γράφειν ἔδει μὴ λέγειν τοὺς· χρησμούς, οὐκ ἂν οἶμαι τοῦ θεοῦ τὰ γράμματα νομίζοντες ἐψέγομεν, ὅτι λείπεται καλλιγραφίᾳ τῶν βασιλικῶν.
というのも、もし神託を語るのではなく書くべきであったとしたら、その文字が王室の能書家の筆跡に劣っているからといって、その文字を神のものとみなしながら非難するようなことは、私にはないと思われるからです。
οὐ γὰρ ἔστι θεοῦ ἡ γῆρυς οὐδʼ ὁ φθόγγος οὐδʼ ἡ λέξις οὐδὲ τὸ μέτρον ἀλλὰ τῆς γυναικός· ἐκεῖνος δὲ μόνας τὰς φαντασίας παρίστησι καὶ φῶς ἐν τῇ ψυχῇ ποιεῖ πρὸς τὸ μέλλον·
なぜなら、言葉の響きも、発音も、語彙も、韻律も、神のものではなく女性のものであり、神はただ、イメージを提供し、未来に向けて魂の中に光を生じさせるだけだからです。
ὁ γὰρ ἐνθουσιασμὸς; τοιοῦτόν ἐστι.
神がかりとは、そのようなものなのです。
καθόλου δʼ εἰπεῖν, ὑμᾶς τοὺς τοῦ Ἐπικούρου προφήτας (δῆλος γὰρ εἶ καὶ αὐτὸς ὑποφερόμενος) οὐκ ἔστι διαφυγεῖν, ἀλλὰ κἀκείνας αἰτιᾶσθε τὰς πάλαι προφήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας, καὶ τὰς νῦν καταλογάδην καὶ διὰ τῶν·
総じて言えば、エピクロスの使徒であるあなた方(あなた自身もそちらに流されているのは明らかですが)から逃れる術はありません。 なぜなら、かつての女預言者たちに対しては拙い詩を用いたと責め立て、現在の女預言者たちに対しては散文で、ありふれた言葉を用いて神託を語っていると責め立てるからです。
ἐπιτυχόντων ὀνομάτων τοὺς χρησμοὺς λεγούσας, ὅπως ὑμῖν ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων εὐθύνας μὴ ὑπέχωσι.
これは、彼女たちが、出だしを欠いた、あるいは途中の緩んだ、あるいは末尾の縮んだ韻律について、あなた方に責任を問われないようにするためなのです。
καὶ ὁ Διογενιανός
μὴ παῖζʼ
εἶπεν
ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν οὖσαν.
」するとディオゲニアノスが言いました。 「神にかけて、冗談はやめて、我々皆にとって共通のこの難問を解き明かしてください。
οὐδεὶς γὰρ ἔστιν Ἑλλήνων, ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ λόγον, πῶς πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ λόγοις χρώμενον.
なぜなら、神託所が詩や韻律を用いるのをやめてしまったことについて、原因と説明を求めないギリシア人は誰もいないからです。
ὑπολαβὼν οὖν ὁ Θέων
ἀλλὰ καὶ νῦν
εἶπεν
ὦ παῖ, δοκοῦμεν ἐπηρείᾳ τινὶ τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον.
」そこでテオンが引き取って言いました。 「しかし今もなお、わが子よ、我々は一種の嫌がらせによって、案内人たちから彼らの本来の仕事を奪っているように思われる。
ἔασον οὖν γενέσθαι τὸ τούτων πρότερον, εἶτα περὶ ὧν βούλει καθʼ ἡσυχίαν διαπορήσεις
だから、まずは彼らの務めを先に果たさせ、その後に、君の望むことについて落ち着いて議論しようではないか。 」