Humanitext Reader

プルタルコス · ピュティアは今日では詩のかたちで神託を降ろさないことについて §10-11

予言の的中は偶然の一致か神の予知かの議論

5 / 14 箇所 · ギリシア語

要旨

ボエトスは、予言が的中するのは言葉を乱発した中での偶然の一致(数撃てば当たる)にすぎないと主張する。これに対しサラピオンは、時と状況や順序が精緻に指定された予言は偶然では説明できず、神の予知の証拠であると反論する。

§10καὶ ὁ Βόηθος ποῖον γάρ εἶπεν ὦ δαιμόνιε, τῇ φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει;
そしてボエトスが言いました。 「不思議な人よ、時間はいかなる災難を自然に対して負っていないというのだね。
τί δʼ ἔστι τῶν ἀτόπων καὶ ἀπροσδοκήτων περὶ γῆν ἢ θάλατταν ἢ πόλεις ἢ ἄνδρας, ὅ τις ἂν προειπὼν οὐ τύχοι γενομένου;
陸や海、都市や人間に関して、奇妙で不意の事柄のうち、あらかじめ言っておいて、それが起きるのに当たらないようなものが何かあるだろうか。
καίτοι τοῦτό γε σχεδὸν οὐδὲ προειπεῖν ἔστιν ἀλλʼ εἰπεῖν, μᾶλλον δὲ ῥῖψαι καὶ διασπεῖραι λόγους οὐκ ἔχοντας ἀρχὴν εἰς τὸ ἄπειρον·
とはいえ、これはほとんどあらかじめ言うことではなく、単に言うこと、むしろ、根拠のない言葉を無限に向けて投げ放ち、撒き散らすことにすぎない。
οἷς πλανωμένοις ἀπήντησε πολλάκις ἡ τύχη καὶ συνέπεσεν αὐτομάτως.
彷徨うそれらの言葉に、運命がしばしば出くわし、偶然にも一致したのだ。
διαφέρει γὰρ οἶμαι γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον.
というのも、言われたことが起こることと、起こるであろうことが言われることとは、異なると私は思うからだ。
ὁ γὰρ εἰπὼν τὰ μὴ ὑπάρχοντα λόγος ἐν ἑαυτῷ τὸ ἡμαρτημένον ἔχων οὐ δικαίως ἀναμένει τὴν ἐκ ταὐτομάτου πίστιν οὐδʼ ἀληθεῖ τεκμηρίῳ χρῆται τοῦ προειπεῖν ἐπιστάμενος τῷ μετὰ τὸ εἰπεῖν γενομένῳ, πάντα τῆς ἀπειρίας φερούσης·
存在しないことを語る言葉は、それ自体の中に誤りを含んでおり、偶然による証明を当然のように待つこともできず、また、言われた後に起こったことをもって、予言することを知っているという真正な証拠とすることもできない。 無限の可能性がすべてを運んでくるのだから。
μᾶλλον δʼ δʼ μὲν εἰκάζων καλῶς, ὃν ἄριστον μάντιν ἀνηγόρευκεν ἡ παροιμία, ἰχνοσκοποῦντι καὶ στιβεύοντι διὰ τῶν εὐλόγων τὸ μέλλον ὅμοιός ἐστι.
むしろ、『よく推測する者』を諺は『最良の予言者』と宣言したが、そのような者は、もっともらしい事柄を通じて未来を追跡し、探索する者に似ている。
Σίβυλλαι δʼ αὗται καὶ Βάκιδες ὥσπερ εἰς πόντον ἀτεκμάρτως τὸν χρόνον κατέβαλον καὶ διέσπειραν ὡς ἔτυχε παντοδαπῶν ὀνόματα καὶ ῥήματα παθῶν καὶ συμπτωμάτων·
これに対して、これらのシビュラたちやバキスたちは、まるで確たる標識のない海の中に時間に言葉を投げ入れ、あらゆる種類の災難や出来事の名前や言葉をランダムに撒き散らしたのだ。
οἷς, γιγνομένων ἐνίων ἀπὸ τύχης, ὁμοίως ψεῦδός ἐστι τὸ νῦν λεγόμενον, κἂν ὕστερον ἀληθές, εἰ τύχοι, γένηται.
それらの言葉は、いくつかが偶然によって実現するにしても、現在語られていることは同様に虚偽であり、たとえ後に、たまたま真実になるとしても同じことだ。
§11τοιαῦτα τοῦ Βοήθου διελθόντος, ὁ Σαραπίων δίκαιον ἔφη τὸ ἀξίωμα περὶ τῶν οὕτως, ὡς λέγει Βόηθος, ἀορίστως καὶ ἀνυποθέτως λεγομένων·
」ボエトスがこのように語り終えると、サラピオンが言いました。 「ボエトスが言うように、不特定かつ前提条件なしに言われる事柄に関しては、その主張は正しい。
εἰ νίκη στρατηγῷ προείρηται, νενίκηκεν·
もし将軍に勝利があらかじめ告げられているなら、彼は勝利したことになるし、もし都市の滅亡であるなら、それは滅びたことになる。
εἰ πόλεως ἀναίρεσις, ἀπόλωλεν ὅπου δʼ οὐ μόνον λέγεται τὸ γενησόμενον, ἀλλὰ καὶ πῶς καὶ πότε καὶ μετὰ τί καὶ μετά τίνος, οὐκ ἔστιν εἰκασμὸς τῶν τάχα γενησομένων ἀλλὰ τῶν πάντως ἐσομένων προδήλωσις.
しかし、何が起こるかだけでなく、どのように、いつ、何の後にか、そして誰と共にか、までもが語られる場合には、それはひょっとして起こるかもしれない事柄の推測ではなく、必ず起こることの事前提示である。
καὶ ταῦτʼ ἔστιν εἰς τὴν Ἀγησιλάου χωλότητα·
そして、これはアゲシラオスの足の不自由さに関する神託だ。
" φράζεο δή, Σπάρτη, καίπερ μεγάλαυχος ἐοῦσα, μὴ σέθεν ἀρτίποδος βλάψῃ χωλὴ βασιλεία.
"スパルタよ、大いに誇り高けれど、心して見よ、健全な足を持つお前を、不自由な足の王権が損なわぬように。
δηρὸν γὰρ μόχθοι σε κατασχήσουσιν ἄελπτοι, φθισίβροτὸν τʼ ἐπὶ κῦμα κυλινδομένου πολέμοιο " καὶ τὰ περὶ τῆς νήσου πάλιν, ἣν ἀνῆκεν ἡ πρὸ Θήρας καὶ Θηρασίας;
長きにわたり、予期せぬ苦難がお前を捉えるであろう、人を滅ぼすうねりのごとく押し寄せる戦争の波が。
θάλασσα· καὶ περὶ τὸν Φιλίππου καὶ Ῥωμαίων πόλεμον·
"また、テラとテラシアの前方の海が隆起させた島についての神託、さらにフィリッポスとローマ人との戦争についての神託もそうだ。
" ἀλλʼ ὁπότε Τρώων γενεὰ καθύπερθε γένηται Φοινίκων ἐν ἀγῶνι, τότʼ ἔσσεται ἔργα ἄπιστα·
"されど、トロイアの末裔が、フェニキア人との戦いにおいて優位に立つとき、そのとき信じがたい業が起こるであろう。
πόντος μὲν λάμψει πῦρ ἄσπετον, ἐκ δὲ κεραυνῶν πρηστῆρες μὲν ἄνω διὰ κύματος ἀίξουσιν ἄμμιγα σὺν πέτρᾳ, ἡ δὲ στηρίξεται αὐτοῦ οὐ φατὸς ἀνθρώποις νῆσος καὶ χείρονες ἄνδρες χερσὶ βιησάμενοι τὸν κρείσσονα νικήσουσι.
海は測り知れぬ火で輝き、落雷から熱風が波を抜けて上方へと、岩を交えて飛び散るであろう。 そして、人間には語り尽くせぬ島がそこに定まり、劣れる者たちが腕力によって、優れる者を打ち負かすであろう。
" τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ Ῥωμαίους τε Καρχηδονίων περιγενέσθαι καταπολεμήσαντας Ἀννίβαν, καὶ Φίλιππον Αἰτωλοῖς συμβαλόντα καὶ Ῥωμαίοις μάχῃ κρατηθῆναι, καὶ τέλος ἐκ βυθοῦ νῆσον ἀναδῦναι μετὰ πυρὸς πολλοῦ καὶ κλύδωνος ἐπιζέσαντος, οὐκ ἂν εἴποι τις ὡς ἀπήντησεν ἅμα πάντα καὶ συνέπεσε κατὰ τύχην καὶ αὐτομάτως, ἀλλʼ ἡ τάξις ἐμφαίνει τὴν πρόγνωσιν καὶ τὸ Ῥωμαίοις πρὸ ἐτῶν ὁμοῦ τι πεντακοσίων προειπεῖν τὸν χρόνον, ἐν ᾧ πρὸς ἅπαντα τὰ ἔθνη πολεμήσοιεν ἅμα·
"というのも、短期間のうちに、ローマ人がハンニバルを打ち破ってカルタゴ人に打ち勝ち、フィリッポスがアイトリア人およびローマ人と交戦して敗北し、最後に深海から島が多くの火と沸き立つ大波を伴って現れたということ、これらすべてが同時に生じ、運命と偶然によってたまたま一致したのだ、などとは誰も言えないだろう。 むしろその順序が予知を示している。 さらに、ローマ人に対してほぼ五百年も前に、彼らがあらゆる民族と同時に戦争をすることになるその時期をあらかじめ告げていたこともそうだ。
τοῦτο δʼ ἦν τὸ πολεμῆσαι τοῖς οἰκέταις ἀποστᾶσιν.
これは、反乱を起こした奴隷たちとの戦争のことだった。
ἐν τούτοις γὰρ οὐδὲν ἀτέκμαρτον οὐδὲ τυφλὸν ἀμφί τε τύχην ζητεῖν ἐν ἀπειρίᾳ ὁ λόγος ἀλλὰ πολλὰ τῆς πείρας ἐνέχυρα δίδωσι καὶ δείκνυσι τὴν ὁδόν, βαδίζει τὸ πεπρωμένον.
これらの事柄においては、曖昧なものも盲目的なものもなく、理性が無限の中で運命を探求する必要もない。 むしろ多くの確証を与え、道を示しており、運命はその通りに進む。
οὐ γὰρ οἶμαὶ τινʼ ἐρεῖν, ὅτι μετὰ τούτων ὡς προερρήθη συνέπεσε κατὰ τύχην ἐπεὶ τί κωλύει λέγειν ἕτερον, ὡς προερρήθη οὐκ ἔγραψε τὰς *kuri/as ὑμῖν Ἐπίκουρος, ὦ Βόηθε, δόξας, ἀλλʼ ἀπὸ τύχης καὶ αὐτομάτως οὕτω πρὸς ἄλληλα τῶν γραμμάτων συνεμπεσόντων, ἀπετελέσθη τὸ βιβλίον; ʼ
これらが予言された通りに起こったのが偶然の一致だなどと言う人はいないと思う。 というのも、もしそうなら、他の誰かが『ボエトスよ、エピクロスはあなた方にとって主要な教義を意図して書いたのではなく、文字が偶然にもそのように互いに結びついた結果、その書物が完成したのだ』と言うのを妨げるものが何かあるだろうか。 」

語釈・文法注

  1. ¦10¦τῇ φύσει πάθος ὁ χρόνος οὐκ ὀφείλει — 「時間はいかなる災難(変化)を自然に対して負っていないか」という表現。動詞 ὀφείλω (負うている、〜せざるを得ない)を用いて、時間の経過が自然界にあらゆる変動や崩壊(πάθος)をもたらす必然性を、債務関係に比喩している。二重否定を形成する構文として機能している。
  2. ¦15¦γενέσθαι τὸ ῥηθὲν ἢ ῥηθῆναι τὸ γενησόμενον — 対比的な不定詞句。前者の γενέσθαι τὸ ῥηθὲν (言われたことが起こること)は事後的な偶然の一致を指し、後者の ῥηθῆναι τὸ γενησόμενον (起こるであろうことが言われること)は真正な予知を表す。主語の位置と時制の対比によって論理の差異が示されている。
  3. ¦399a¦τοῦ προειπεῖν ἐπιστάμενος — 形容詞・分詞の補足属格。知識を表す分詞 ἐπιστάμενος が、知識の対象として属格不定詞 τοῦ προειπεῖν (予言すること)を支配している。その後の与格句 τῷ μετὰ τὸ εἰπεῖν γενομένῳ は χρῆται (用いる)の目的語である。
  4. ¦399c¦μὴ σέθεν ἀρτίποδος βλάψῃ χωλὴ βασιλεία — 詩行における否定の懸念・警告の独立用法、または命令。 μὴ +接続法過去 βλάψῃ で「〜が損なわないように」となる。 σέθεν は叙事詩等で見られる古い 2 人称単数属格(σοῦ)で、形容詞 ἀρτίποδος と一致して「健全な足を持つお前を」という対格的役割の属格支配(βλάπτω の目的語)を表す。
  5. ¦399d¦τὸ γὰρ ἐν ὀλίγῳ χρόνῳ... — 長大な名詞的対格不定詞句。定冠詞 τὸ が導く複数の対格不定詞句(περιγενέσθαι, κρατηθῆναι, ἀναδῦναι)が全体として文の主語であり、これら一連の歴史的事実を指す。主動詞は後続する οὐκ ἂν εἴποι τις (誰も言わないだろう)である。

この箇所を引用する

プルタルコス, ピュティアは今日では詩のかたちで神託を降ろさないことについて §10-11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:10-11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。