§5ἐκ τούτου γενομένης σιωπῆς, πάλιν οἱ περιηγηταὶ προεχειρίζοντο τὰς ῥήσεις.
在此之后,当场面安静下来时,导游们再次准备他们的解说词。
χρησμοῦ δέ τινος ἐμμέτρου λεχθέντος, οἶμαι, περὶ τῆς Αἴγωνος τοῦ Ἀργείου βασιλείας, πολλάκις ἔφη θαυμάσαι τῶν ἐπῶν ὁ Διογενιανός, ἐν οἷς οἱ χρησμοὶ λέγονται, τὴν φαυλότητα καὶ τὴν εὐτέλειαν.
当一首(我想是)关于阿耳戈斯国王埃贡王权的押韵神谕被宣读时,迪奥根尼安努斯说,他经常对神谕所使用的诗句的粗俗与廉价感到惊讶。
καίτοι μουσηγέτης ὁ θεός, καὶ τῆς λεγομένης λογιότητος οὐχ ἧττον αὐτῷ καλὸν ἢ τῆς περὶ μέλη καὶ ᾠδὰς εὐφωνίας μετεῖναι, καὶ πολὺ τὸν Ἡσίοδον εὐεπείᾳ καὶ τὸν Ὅμηρον ὑπερφθέγγεσθαι· τοὺς δὲ πολλοὺς τῶν χρησμῶν ὁρῶμεν καὶ τοῖς μέτροις καὶ τοῖς ὀνόμασι πλημμελείας καὶ φαυλότητος ἀναπεπλησμένους.
“然而,神是缪斯的领袖,对他而言,分享所谓的话语能力与分享关于旋律与歌谣的美妙声音一样,是理所当然的,而且他在文雅上应该远远超越赫西俄德,在声音上应该超越荷马;然而我们看到大多数神谕在韵律和用词上都充满了错误和粗俗。
παρὼν οὖν Ἀθήνηθεν ὁ ποιητὴς Σαραπίων
εἶτʼ
ἔφη
ταῦτα τὰ ἔπη τοῦ θεοῦ πιστεύοντες εἶναι, τολμῶμεν αὖ πάλιν, ὡς λείπεται κάλλει τῶν Ὁμήρου καὶ Ἡσιόδου, λέγειν, καὶ οὐ χρησόμεθα τούτοις ὡς ἄριστα καὶ κάλλιστα πεποιημένοις, ἐπανορθούμενοι τὴν αὑτῶν κρίσιν προκατειλημμένην ὑπὸ φαύλης συνηθείας
ὑπολαβὼν οὖν Βόηθος ὁ γεωμέτρης ʽ οἶσθα γὰρ τὸν ἄνδρα μεταταττόμενον ἢδη πρὸς τὸν Ἐπίκουρονʼ
, ἆρʼ οὖν
ἔφη
τὸ τοῦ ζωγράφου Παύσωνος ἀκήκοας;
” 当时在场的一位来自雅典的诗人萨拉皮翁说: “那么,” 他说,“我们既然相信这些诗句是神的,难道还要再次大胆地说它们在美感上不及荷马和赫西俄德吗? 我们难道不应该视其为创作得最杰出、最美丽的作品来使用它们,以此纠正我们被坏习惯所预先支配的判断力吗? ” 几何学家波埃托斯接着说(因为你知道这个人已经转向了埃庇库罗斯派): “那么,你听过画家帕乌森的故事吗?
ʼ
οὐκ ἔγωγʼ
εἶπεν ὁ Σαραπίων.
” “我没听过,”萨拉皮翁说。
ἀλλὰ μὴν ἄξιον.
“但这确实值得一听。
ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι τρέχοντʼ ἔγραψεν.
他似乎承接了一幅画作,要画一只在地上打滚的马,却画成了奔跑的马。
ἀγανακτοῦντος δὲ τάνθρώπου, γελάσας ὁ Παύσων κατέστρεψε τὸν πίνακα· καὶ γενομένων ἄνω τῶν κάτω, πάλιν ὁ ἵππος τρέχων ἀλλʼ ἀλινδούμενος ἐφαίνετο.
当委托人发怒时,帕乌森笑着把画板倒转过来;当上下颠倒时,那只马再次显现出来,不是在奔跑,而是在打滚。
τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστρέφωσι.
比翁说,有些论点在被颠倒时也会遭遇这种情况。
διὸ καὶ τοὺς χρησμοὺς; ἔνιοι φήσουσιν εὖ καὶ καλῶς ἔχειν, ὅτι τοῦ θεοῦ εἰσιν· ἄλλοι τοῦ θεοῦ μὴ εἶναι, ὅτι φαύλως ἔχουσιν.
因此,有些人会说神谕是好的和美的,因为它们属于神;另一些人则会说它们不属于神,因为它们很粗俗。
ἐκεῖνο μὲν γὰρ ἐν ἀδήλῳ· τὸ δʼ οὐκ εὖ τὰ ἔπη πεποιῆσθαι τὰ περὶ τοὺς χρησμοὺς καὶ σοὶ κριτῇ δήπουθεν, ὦ φίλε Σαραπίων,
εἶπεν,
ἐναργές; ἐστι.
因为前者并不明朗;而神谕的诗句创作得不好,亲爱的萨拉皮翁,对你这位鉴定家来说,不也是显而易见的吗?
ποιήματα γὰρ γράφεις τοῖς μὲν πράγμασι φιλοσόφως καὶ αὐστηρῶς, δυνάμει δὲ καὶ χάριτι καὶ κατασκευῇ τῇ περὶ λέξιν ἐοικότα τοῖς Ὁμήρου καὶ Ἡσιόδου μᾶλλον ἢ τοῖς ὑπὸ τῆς Πυθίας ἐκφερομένοις.
” 他说: “因为你所写的诗歌在内容上虽然富有哲理且严谨,但在力量、优美以及词句的构造上,它们更像荷马和赫西俄德的作品,而不是女祭司所传达的那些。
§6καὶ ὁ Σαραπίων
νοσοῦμεν γάρ
εἶπεν ὦ Βόηθε, καὶ τὰ ὦτα καὶ τὰ ὄμματα, συνειθισμένοι διὰ τρυφὴν καὶ μαλακίαν τὰ ἡδίω καλὰ νομίζειν καὶ ἀποφαίνεσθαι.
” 萨拉皮翁说: “因为我们病了,波埃托斯,我们的耳朵和眼睛都病了,由于奢侈和软弱,我们习惯了将更甜美的东西视为美并予以宣示。
τάχα δὴ μεμψόμεθα τὴν Πυθίαν, ὅτι Γλαύκης οὐ φθέγγεται τῆς κιθαρῳδοῦ λιγυρώτερον, οὐδὲ χριομένη μύροις οὐδʼ ἁλουργίδας ἀμπεχομένη κάτεισιν εἰς τὸ ἄδυτον, οὐδʼ ἐπιθυμιᾷ κασίαν ἢ λήδανον ἢ λιβανωτὸν ἀλλὰ δάφνην καὶ κρίθινον ἄλευρον.
不久我们就会抱怨女祭司,说她说话的声音不如弹琴家格劳克那样清脆,也不涂香油、不穿紫衣进入圣所,也不烧肉桂、岩蔷薇或乳香,而是烧月桂和的大麦粉。
οὐχ ὁρᾷς, εἶπεν, ὅσην χάριν ἔχει τὰ Σαπφικὰ μέλη κηλοῦντα καὶ καταθέλγοντα τοὺς ἀκροωμένους;
你难道没有看见吗,”他说,“萨福的歌谣有多么大的魅力,能迷惑并陶醉听众?
Σίβυλλα δὲ μαινομένῳ στόματι
καθʼ Ηράκλειτον
ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη, χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.
但是西比拉用她狂乱的口,按照赫拉克利特的说法,吐出无笑、无饰、无香的话语,凭借着神,她的声音却能传到千年之后。
ὁ δὲ Πίνδαρος
ἀκοῦσαι
φησὶ
τοῦ θεοῦ τὸν Κάδμον μουσικὰν ὀρθάν
οὐχ ἡδεῖαν οὐδὲ τρυφερὰν οὐδʼ ἐπικεκλασμένην τοῖς μέλεσιν.
而品达说,卡德摩斯从神那里听到了正直的音乐,既不甜美,也不柔弱,音调也未曾折损。
ἡδονὴν γὰρ οὐ προσίεται τὸ ἀπαθὲς καὶ ἁγνόν, ἀλλʼ ἐνταῦθα μετὰ τῆς Ἄτης ἐρρίφη καὶ τὸ πλεῖστον αὐτῆς; καὶ ὡς ἔοικεν εἰς τὰ ὦτα τῶν ἀνθρώπων συνερρύηκεν.
因为纯洁无瑕者不接受快乐,快乐在这里与灾厄一起被抛弃,且它的绝大部分,似乎都汇聚到了人类的耳朵里。
§7εἰπόντος δὲ ταῦτα τοῦ Σαραπίωνος, ὁ Θέων μειδιάσας
ὁ Σαραπίων μέν
εἶπε
τὸεἰωθὸς ἀποδέδωκε τῷ τρόπῳ, λόγου περὶ Ἄτης καὶ ἡδονῆς παραπεσόντος ἀπολαύσας ἡμεῖς δʼ ὦ Βόηθε, κἂν ᾖ φαυλότερα τῶν Ὁμήρου ταῦτα τὰ ἔπη, μὴ νομίζωμεν αὐτὰ πεποιηκέναι τὸν θεόν, ἀλλʼ ἐκείνου τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδόντος, ὡς ἑκάστη πέφυκε κινεῖσθαι τῶν προφητίδων.
” 萨拉皮翁说完这些话后,帖翁微笑着说: “萨拉皮翁确实展现了他一贯的风格,借着关于灾厄与快乐的话题出现而大加发挥;但是,波埃托斯啊,即使这些诗句比荷马的更拙劣,我们也不要认为这是神创作的,而应该认为是他赋予了运动的开端,而每位女预言家则根据各自天生的特质而被运动。
καὶ γὰρ εἰ γράφειν ἔδει μὴ λέγειν τοὺς· χρησμούς, οὐκ ἂν οἶμαι τοῦ θεοῦ τὰ γράμματα νομίζοντες ἐψέγομεν, ὅτι λείπεται καλλιγραφίᾳ τῶν βασιλικῶν.
因为,如果神谕必须写下来而不是说出来,我想我们不会因为其字迹不及皇室书法家而责怪神,认为字迹是属于神的。
οὐ γὰρ ἔστι θεοῦ ἡ γῆρυς οὐδʼ ὁ φθόγγος οὐδʼ ἡ λέξις οὐδὲ τὸ μέτρον ἀλλὰ τῆς γυναικός· ἐκεῖνος δὲ μόνας τὰς φαντασίας παρίστησι καὶ φῶς ἐν τῇ ψυχῇ ποιεῖ πρὸς τὸ μέλλον· ὁ γὰρ ἐνθουσιασμὸς; τοιοῦτόν ἐστι.
因为声音、音调、言辞、韵律都不是属于神的,而是属于那个女人的;神只提供表象,并在灵魂中为未来创造光芒:因为神显就是这样的。
καθόλου δʼ εἰπεῖν, ὑμᾶς τοὺς τοῦ Ἐπικούρου προφήτας (δῆλος γὰρ εἶ καὶ αὐτὸς ὑποφερόμενος) οὐκ ἔστι διαφυγεῖν, ἀλλὰ κἀκείνας αἰτιᾶσθε τὰς πάλαι προφήτιδας ὡς φαύλοις ποιήμασι χρωμένας, καὶ τὰς νῦν καταλογάδην καὶ διὰ τῶν· ἐπιτυχόντων ὀνομάτων τοὺς χρησμοὺς λεγούσας, ὅπως ὑμῖν ἀκεφάλων καὶ λαγαρῶν μέτρων καὶ μειούρων εὐθύνας μὴ ὑπέχωσι.
总的来说,你们这些埃庇库罗斯的代言人(显然你自己也正在坠入其中)是无法逃脱的,你们既指责古代的女预言家使用了拙劣的诗歌,又指责现在的女预言家通过散文和随意的词汇来说出神谕,好让她们不用承受你们对残缺的、松垮的、以及缩尾韵律的审查。
καὶ ὁ Διογενιανός
μὴ παῖζʼ
εἶπεν
ὦ πρὸς θεῶν, ἀλλὰ διάλυσον ἡμῖν ταύτην τὴν ἀπορίαν κοινὴν οὖσαν.
” 迪奥根尼安努斯说: “请不要开玩笑了,看在诸神的份上,请为我们解答这个大家共同面对的难题吧。
οὐδεὶς γὰρ ἔστιν Ἑλλήνων, ὃς οὐκ αἰτίαν ἐπιζητεῖ καὶ λόγον, πῶς πέπαυται τὸ μαντεῖον ἔπεσι καὶ λόγοις χρώμενον.
因为没有一个希腊人不想探寻神谕所为何停止使用诗歌和韵律的原因和解释。
ὑπολαβὼν οὖν ὁ Θέων
ἀλλὰ καὶ νῦν
εἶπεν
ὦ παῖ, δοκοῦμεν ἐπηρείᾳ τινὶ τοὺς περιηγητὰς ἀφαιρεῖσθαι τὸ οἰκεῖον ἔργον.
” 帖翁接着说道: “但即使是现在,孩子,我们似乎也在通过某种干扰剥夺导游们本来的工作。
ἔασον οὖν γενέσθαι τὸ τούτων πρότερον, εἶτα περὶ ὧν βούλει καθʼ ἡσυχίαν διαπορήσεις
因此,让他们的事情先进行,然后关于你想知道的事情,我们再静下心来共同探究。 ”