§24οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ θεοῦ καὶ τῆς προνοίας σκοποῦντες, ὀψόμεθα πρὸς τὸ βέλτιον γεγενημένην τὴν μεταβολήν.
そればかりか、神とプロノイア(摂理)の働きを観察するなら、私たちはこの変化がより良き方向へと生じたことを見出すだろう。
ἀμοιβῇ γὰρ ἔοικε νομίσματος ἡ τοῦ λόγου χρεία, καὶ δόκιμον καὶ αὐτοῦ τὸ σύνηθές ἐστι καὶ γνώριμον, ἄλλην ἐν ἄλλοις χρόνοις ἰσχὺν λαμβάνοντος.
というのも、言葉の使用は貨幣の交換に似ており、言葉においても、習慣的で馴染み深いものが通用するのであって、それは時代によって異なる効力を帯びるからである。
ἦν οὖν ὅτε λόγου νομίσμασιν ἐχρῶντο μέτροις καὶ μέλεσι καὶ ᾠδαῖς, πᾶσαν μὲν ἱστορίαν καὶ φιλοσοφίαν πᾶν δὲ πάθος ὡς ἁπλῶς εἰπεῖν καὶ πρᾶγμα σεμνοτέρας φωνῆς δεόμενον εἰς ποιητικὴν καὶ μουσικὴν ἄγοντες.
それゆえ、言葉の貨幣として韻律や旋律や歌を用いていた時代があり、すべての歴史や哲学、また、一言で言えばすべての情念や、より厳かな声を必要とする事柄を、詩や音楽へと導いていたのである。
οὐ γὰρ μόνον νῦν ὀλίγοι μόλις ἐπαΐουσι, τότε δὲ πάντες ἠκροῶντο καὶ ἔχαιρον ᾀδομένοις
μηλοβόται τʼ ἀρόται τʼ ὀρνιχολόχοι τε
κατὰ Πίνδαρον ἀλλʼ ὑπὸ τῆς πρὸς ποιητικὴν ἐπιτηδειότητος οἱ πλεῖστοι διὰ λύρας καὶ ᾠδῆς ἐνουθέτουν ἐπαρρησιάζοντο παρεκελεύοντο, μύθους καὶ παροιμίας ἐπέραινον, ἔτι δʼ ὕμνους θεῶν εὐχὰς παιᾶνας ἐν μέτροις ἐποιοῦντο καὶ μέλεσιν οἱ μὲν διʼ εὐφυΐαν οἱ δὲ διὰ συνήθειαν.
今日ではわずかな人々が辛うじて理解するにすぎないのに対し、当時は、ピンダロスが言うところの「羊飼いも農夫も鳥刺しも」すべての者が、歌われるものに耳を傾け、それを喜んでいたからである。 それどころか、詩作への適性があったために、大半の人々は竪琴や歌を通して訓戒を与え、率直に語り、励まし、神話や諺を語り終え、さらに神々への賛歌、祈り、パイアンを、ある者は才能によって、ある者は習慣によって、韻律と旋律の中で作ったのである。
οὐκοῦν οὐδὲ μαντικῇ κόσμου καὶ χάριτος ἐφθόνει ὁ θεὸς οὐδʼ ἀπήλαυνεν ἐνθένδε τιμωμένην μοῦσαν τοῦ τρίποδος, ἀλλʼ ἐπήγετο μᾶλλον ἐγείρων τὰς ποιητικὰς φύσεις καὶ ἀσπαζόμενος, αὐτός τε φαντασίας ἐνεδίδου καὶ συνεξώρμα τὸ σοβαρὸν καὶ λόγιον ὡς ἁρμόττον καὶ θαυμαζόμενον.
それゆえ、神は予言術に装飾や優雅さを惜しむことも、三脚器からここで尊ばれているムーサを追い払うこともせず、むしろ詩的な素質を持つ者たちを呼び起こし、歓迎して引き入れ、自らイメージを与え、厳かで言葉豊かな表現を、ふさわしく賞賛されるものとして、ともに送り出したのである。
ἐπεὶ δέ, τοῦ βίου μεταβολὴν ἅμα ταῖς τύχαις καὶ ταῖς φύσεσι λαμβάνοντος, ἐξωθοῦσα τὸ περιττὸν ἡ χρεία κρωβύλους τε χρυσοῦς ἀφῄρει καὶ ξυστίδας μαλακὰς ἀπημφίαζε καί που καὶ κόμην σοβαρωτέραν ἀπέκειρε καὶ ὑπέλυσε κόθορνον, οὐ φαύλως ἐθιζομένων ἀντικαλλωπίζεσθαι πρὸς τὴν πολυτέλειαν εὐτελείᾳ καὶ τὸ ἀφελὲς καὶ λιτὸν ἐν κόσμῳ τίθεσθαι μᾶλλον ἢ τὸ σοβαρὸν καὶ περίεργον· οὕτω τοῦ λόγου συμμεταβάλλοντος ἅμα καὶ συναπολυομένου, κατέβη μὲν ἀπὸ τῶν μέτρων ὥσπερ ὀχημάτων ἡ ἱστορία καὶ τῷ πεζῷ μάλιστα τοῦ μυθώδους ἀπεκρίθη τάληθές·
しかし、生活が運命や自然とともに変化を迎えるにつれ、必要性が過剰なものを排除し、金の髪飾りを取り去り、柔らかな外衣を脱がせ、さらには幾分豪奢な髪を刈り込み、高底の靴を脱がせた。 人々が贅沢に対して質素さをもって対抗し、厳かで凝ったものよりも素朴で簡素なものを装飾とみなすことに不都合なく慣れていく中で、このように言葉もともに変化し、同時に解放されるにつれ、歴史は乗り物としての韻律から降り、散文によって真実は神話的なものから明確に区別された。
φιλοσοφία δὲ τὸ σαφὲς καὶ διδασκαλικὸν ἀσπασαμένη μᾶλλον ἢ τὸ ἐκπλῆττον, διὰ λόγων ἐποιεῖτο τὴν ζήτησιν ἀπέπαυσε δὲ τὴν Πυθίαν ὁ θεὸς
πυρικάους
μὲν ὀνομάζουσαν τοὺς αὑτῆς πολίτας
ὀφιοβόρους
δὲ τοὺς Σπαρτιάτας
ὀρεᾶνας
δὲ τοὺς ἄνδρας
ὀρεμπότας
δὲ τοὺς ποταμούς·
哲学は、驚嘆させるものよりも明瞭で教えに満ちたものを歓迎し、言葉を通じて探究を行った。 そして、神はピュティアが、自らの市民を「火で焼く者」、スパルタ人を「蛇を食う者」と、男たちを「山の者」、川を「山を歩む者」と呼ぶのをやめさせた。
ἀφελὼν δὲ τῶν χρησμῶν ἔπη καὶ γλώσσας καὶ περιφράσεις καὶ ἀσάφειαν, οὕτω διαλέγεσθαι παρεσκεύασε τοῖς χρωμένοις ὡς νόμοι τε πόλεσι διαλέγονται καὶ βασιλεῖς ἐντυγχάνουσι δήμοις καὶ μαθηταὶ διδασκάλων ἀκροῶνται, πρὸς τὸ συνετὸν καὶ πιθανὸν ἁρμοζόμενος.
そして神託から詩句や古語、遠回しな表現や曖昧さを取り除き、神託を求める人々に対して、法が国家に語りかけ、王が民衆と交わり、弟子が教師に耳を傾けるのと同じように語りかけるよう準備させ、理解しやすく説得力のある方向へと適応させたのである。
§25εὖ γὰρ εἰδέναι χρὴ τὸν θεόν, ὥς φησι Σοφοκλῆς,
"
σοφοῖς μὲν αἰνικτῆρα θεσφάτων ἀεί,
σκαιοῖς δὲ φαῦλον κἀν βραχεῖ διδάσκαλον.
というのも、ソポクレスが言うように、「賢者には常に神託の謎をかける者、愚者には簡潔で平易な教師」としての神を、よく知っておくべきだからである。
"
μετὰ δὲ τῆς σαφηνείας καὶ ἡ πίστις οὕτως ἐστρέφετο συμμεταβάλλουσα τοῖς ἄλλοις πράγμασιν, ὥστε πάλαι μὲν τὸ μὴ σύνηθες μηδὲ κοινὸν ἀλλὰ λοξὸν ἀτεχνῶς καὶ περιπεφρασμένον εἰς ὑπόνοιαν θειότητος.
そして明瞭さとともに、信頼もまた他の事柄とともに変化しつつ、このように方向を変えた。
ἀνάγοντας ἐκπλήττεσθαι καὶ σέβεσθαι τοὺς πολλούς· ὕστερον δὲ τὸ σαφῶς καὶ ῥᾳδίως, ἕκαστα καὶ μὴ σὺν ὄγκῳ μηδὲ πλάσματι μανθάνειν ἀγαπῶντες ᾐτιῶντο τὴν περικειμένην τοῖς χρησμοῖς ποίησιν, οὐ μόνον ὡς ἀντιπράττουσαν τῇ νοήσει πρὸς τάληθὲς ἀσάφειάν τε καὶ σκιὰν τῷ φραζομένῳ μιγνύουσαν, ἀλλʼ ἢδη καὶ τὰς μεταφορὰς καὶ τὰ αἰνίγματα καὶ τὰς ἀμφιβολίας, ὥσπερ μυχοὺς καὶ καταφυγὰς ἐνδύεσθαι καὶ ἀναχωρεῖν τῷ πταίοντι πεποιημένας τῆς μαντικῆς, ὑφεωρῶντο.
すなわち、かつては、習慣的でなく一般的でもない、文字通り歪んで回りくどい表現に接したとき、多くの人々はそれを神聖さの現れへと結びつけて驚嘆し崇めていたが、後には、個々の事柄を、重厚さや粉飾なしに、明瞭かつ容易に理解することを好むようになり、神託を取り巻く詩を非難するようになった。 それは、詩が理解を妨げて真実に対立し、語られる事柄に曖昧さと影を混入させるからというだけでなく、比喩や謎、二義的な表現が、予言術の誤りに対して身を隠し退却するために作られた隠れ家や避難所のようなものであると、すでに疑いの目で見ていたからである。
πολλῶν δʼ ἦν ἀκούειν ὅτι ποιητικοί τινες ἄνδρες ἐκδεχόμενοι τὰς φωνὰς καὶ ὑπολαμβάνοντες ἐπικάθηνται περὶ τὸ χρηστήριον, ἔπη καὶ μέτρα καὶ ῥυθμοὺς οἷον ἀγγεῖα τοῖς χρησμοῖς ἐκ τοῦ προστυχόντος περιπλέκοντες.
また、多くの人々が次のように言うのを聞くことができた。 すなわち、ある詩人たちがその言葉を受け取って引き継ぎ、神託所の周りに居座って、あり合わせの詩句や韻律やリズムを、神託の器のように即興で編み上げているのだと。
Ὀνομάκριτοι δʼ ἐκεῖνοι καὶ Ἡρόδικοι καὶ Κιναίθωνες ὅσην αἰτίαν ἠνέγκαντο τῶν χρησμῶν, ὡς τραγῳδίαν αὐτοῖς καὶ ὄγκον οὐδὲν δεομένοις προσθέντες, ἐῶ λέγειν οὐδὲ προσίεμαι τὰς διαβολάς.
あのオノマクリトスやヘロディコス、キナイトンたちが、何の必要もない神託に悲劇的な大げささと重厚さを付け加えたとして、どれほどの非難を浴びたかについては、私は語るのを控えるし、そうした誹謗を受け入れることもない。
πλείστης μέντοι ποιητικὴν ἐνέπλησεν ἀδοξίας τὸ ἀγυρτικὸν καὶ ἀγοραῖον καὶ περὶ τὰ μητρῷα καὶ Σεραπεῖα βωμολοχοῦν καὶ πλανώμενον γένος, οἱ μὲν αὐτόθεν οἱ δὲ κατὰ κλῆρον ἔκ τινων γραμματείων χρησμοὺς περαίνοντες οἰκέταις καὶ γυναίοις ὑπὸ τῶν μέτρων ἀγομένοις μάλιστα καὶ τοῦ ποιητικοῦ τῶν ὀνομάτων ὅθεν οὐχ ἥκισθʼ ἡ ποιητικὴ δοκοῦσα κοινὴν ἐμπαρέχειν ἑαυτὴν ἀπατεῶσι καὶ γόησιν ἀνθρώποις καὶ ψευδομάντεσιν ἐξέπεσε τῆς ἀληθείας καὶ τοῦ τρίποδος.
しかしながら、詩作に最大の悪評をもたらしたのは、神々の母やサラピスの神殿の周りでおどけ、放浪する、街頭の物乞いや市場の輩であった。 彼らは、ある者はその場で、ある者は何らかの書物からくじ引きによって、特に韻律や詩的な言葉に引きずられやすい召使いや女たちに対して神託を与えていた。 そのため、詩作は詐欺師や魔術師、偽予言者たちに自らを提供して共有されているとみなされるようになり、何よりもそのせいで、真実から、そして三脚器から脱落することになったのである。