§21ἀλλʼ αὖθις ἄξιον μέν ἐστι διὰ μακροτέρων εἰπεῖν τι καὶ πυθέσθαι περὶ τούτων, τὰ δὲ νῦν ἐν βραχεῖ μαθόντες διαμνημονεύωμεν ὡς σῶμα μὲν ὀργάνοις χρῆται πολλοῖς αὐτῷ δὲ σώματι ψυχὴ καὶ μέρεσι τοῖς σώματος ψυχὴ δʼ ὄργανον θεοῦ γέγονεν ὀργάνου δʼ ἀρετὴ μάλιστα μιμεῖσθαι τὸ χρώμενον ᾗ πέφυκε δυνάμει καὶ παρέχειν τὸ ἔργον αὐτοῦ τοῦ νοήματος ἐν αὐτῷ δυναμένη, δεικνύναι δʼ οὐχ οἷον ἐν τῷ δημιουργῷ καθαρὸν καὶ ἀπαθὲς καὶ ἀναμάρτητον, ἀλλὰ μεμιγμένον πολλῷ τῷ ἀλλοτρίῳ·
しかし、これらのことについては、別の機会にもっと時間をかけて語り、探究する価値がありますが、今は簡潔に学んだ上で、次のことを記憶に留めておきましょう。 すなわち、身体は多くの道具を用い、魂は身体そのものと身体の諸部分を用い、そして魂は神の道具となっている、ということです。 そして、道具の優れた働きとは、それを用いる者を、それが持つ自然な能力において、できる限り模倣することであり、その道具自体の中にその思考そのものの働きを提供できることですが、それを表現するにあたっては、制作者の中にあるような清らかで、影響を受けず、誤りのないものとしてではなく、多くの異質なものと混ざり合ったものとして示すのです。
καθʼ ἑαυτὸ γὰρ ἄδηλον ἡμῖν, ἕτερον δὲ καὶ διʼ ἑτέρου φαινόμενον ἀναπίμπλαται τῆς ἐκείνου φύσεως.
なぜなら、それ自体としては私たちには見えず、他のものとして、また他のものを通して現れることによって、その他者の性質に染まるからです。
καὶ κηρὸν μὲν ἐῶ καὶ χρυσὸν ἄργυρόν τε καὶ χαλκόν, ὅσα τʼ ἄλλα πλαττομένης οὐσίας εἴδη δέχεται μὲν ἰδέαν μίαν ἐκτυπουμένης ὁμοιότητος, ἄλλο δʼ ἄλλην ἀφʼ ἑαυτοῦ τῷ μιμήματι διαφορὰν προστίθησι καὶ τὰς ἐν κατόπτροις ἐπιπέδοις τε καὶ κοίλοις καὶ περιηγέσι φασμάτων καὶ εἰδώλων ἀφʼ ἑνὸς εἴδους μυρίας παρατυπώσεις.
そして、蝋や、金、銀、銅、その他形づくられる実体のあらゆる種類については言及するのを止めましょう。 それらは(型押しされる)類似性の一つの形を受け入れますが、それぞれ自分自身から、その模倣物に対して別々の差異を付け加えるのです。 また、平面鏡や凹面鏡、曲面鏡における、一つの形から生じる無数の幻影や像の変形された反映についても同様です。
καὶ γάρ εἰσι οὐδὲν οὔτε μᾶλλον τὴν ἰδέαν ἔοικεν οὔτε ὡς ὄργανον χρῆσθαι φύσει γέγονεν εὐπειθέστερον σελήνης·
というのも、その姿において月ほど(太陽に)似ており、かつ道具として使われるのにその自然の性質において、これほど従順にできているものは他にないからです。
λαμβάνουσα δὲ παρʼ ἡλίου τὸ λαμπρὸν καὶ πυρωπὸν οὐχ ὅμοιον ἀποπέμπει πρὸς ἡμᾶς, ἀλλὰ μιχθὲν αὐτῇ καὶ χρόαν μετέβαλε καὶ δύναμιν ἔσχεν ἑτέραν·
月は太陽から輝かしく燃えるような光を受け取りながらも、それと同じものを私たちに送り返すのではなく、月自身と混ざり合うことで色をも変え、別の力を帯びるのです。
ἡ δὲ θερμότης καὶ παντάπασιν ἐξοίχεται καὶ προλέλοιπε τὸ φῶς ὑπʼ ἀσθενείας.
そして熱は完全に消え去り、その(光の)弱さのために、光から去ってしまいます。
οἶμαι δὲ σὲ γιγνώσκειν τὸ παρʼ Ἡρακλείτῳ λεγόμενον ὡς
ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.
私は、君がヘラクレイトスの言葉を知っていると思います。 すなわち、『デルポイに神託所を持つ主なる神は、語ることも隠すこともしない。 ただ兆しを示すのである』と。
πρόσλαβε δὲ τούτοις εὖ λεγομένοις καὶ νόησον τὸν ἐνταῦθα θεὸν χρώμενον τῇ Πυθίᾳ πρὸς ἀκοήν, καθὼς ἥλιος χρῆται σελήνῃ πρὸς ὄψιν·
これらの立派な言葉にさらに付け加えて、ここの神がピュティアを声のために用いているのを、ちょうど太陽が月を光のために用いているのと同じように考えなさい。
δείκνυσι μὲν γὰρ καὶ ἀναφαίνει τὰς αὑτοῦ νοήσεις, μεμιγμένας δὲ δείκνυσι διὰ σώματος θνητοῦ καὶ ψυχῆς ἡσυχίαν ἄγειν μὴ δυναμένης μηδὲ τῷ κινοῦντι παρέχειν ἑαυτὴν ἀκίνητον ἐξ αὑτῆς καὶ καθεστῶσαν, ἀλλʼ ὥσπερ ἐν σάλῳ ψοφοῦσαν καὶ συμπλεκομένην τοῖς ἐν αὑτῇ κινήμασι καὶ πάθεσιν ἐπιταράττουσιν αὐτήν.
なぜなら、神は自らの思考を示し、明らかにしますが、それを、死すべき肉体、および平穏を保つことができず、また動かす者に対して自分自身をそれ自体として不動かつ安定した状態に置くこともできず、むしろ時化の中にあるように騒ぎ立ち、自分自身をかき乱す内なる動きや情念に絡み合っているような魂を通して、混ざり合ったものとして示すからです。
ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν ὑπʼ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δʼ ὡς πέφυκε κινουμένης.
なぜなら、円を描いて同時に下降していく物体の渦において、一つの運動が安定して支配するのではなく、必然性によって円運動させられつつも、自然の性質によって下へと引きずられるため、両者から混沌とした偏った螺旋状の運動が生じるように、そのように、いわゆる『熱狂(神がかり)』は二つの運動の混合であるように思われます。 一つは魂が受動的に被る運動であり、同時に他方は魂がその本来の性質に従って動く運動です。
ὅπου γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ μονίμοις οὐκ ἔστι χρήσασθαι παρʼ ὃ πέφυκε βιαζόμενον, οὐδὲ κινῆσαι σφαιρικῶς κύλινδρον ἢ κυβικῶς ἢ λύραν αὐλητικῶς ἢ σάλπιγγα κιθαριστικῶς·
なぜなら、無生の物体や常に同じ状態にとどまるものに対しても、その自然の性質に反して強制的に用いることはできず、円柱を立方体のように動かしたり、立方体を球のように動かしたり、リラをフルートのように吹かせたり、ラッパをキタラのように弾かせたりすることはできないからです。
ἀλλʼ οὐχ ἕτερον ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι καὶ ὡς πέφυκεν·
むしろ、それぞれのものを技術的に用いることと、それが自然に持っている性質に従って用いることとは、異なることではないと思われるからです。
ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν αὐτῷ προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμματον ἢ λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον;
だとすれば、魂があり、自ら動き、衝動と理性を分かち持つものを、その中にあらかじめ存在する状態、能力、あるいは自然の性質に従うことなしに扱うことなど、どうしてできようか。 音楽を解さない精神を音楽的に動かしたり、教養のない者を文学的に動かしたり、言葉の訓練を受けておらず学んでいない者を雄弁に動かしたりすることなどできようか。
οὐκ ἔστιν εἰπεῖν.
そんなことは言えるはずがありません。