§21ἀλλʼ αὖθις ἄξιον μέν ἐστι διὰ μακροτέρων εἰπεῖν τι καὶ πυθέσθαι περὶ τούτων, τὰ δὲ νῦν ἐν βραχεῖ μαθόντες διαμνημονεύωμεν ὡς σῶμα μὲν ὀργάνοις χρῆται πολλοῖς αὐτῷ δὲ σώματι ψυχὴ καὶ μέρεσι τοῖς σώματος ψυχὴ δʼ ὄργανον θεοῦ γέγονεν ὀργάνου δʼ ἀρετὴ μάλιστα μιμεῖσθαι τὸ χρώμενον ᾗ πέφυκε δυνάμει καὶ παρέχειν τὸ ἔργον αὐτοῦ τοῦ νοήματος ἐν αὐτῷ δυναμένη, δεικνύναι δʼ οὐχ οἷον ἐν τῷ δημιουργῷ καθαρὸν καὶ ἀπαθὲς καὶ ἀναμάρτητον, ἀλλὰ μεμιγμένον πολλῷ τῷ ἀλλοτρίῳ·
但在另一个场合,确实值得对这些事情进行更详细的探讨和请教,而现在我们先简要地学习并记住:正如肉体使用许多工具,灵魂使用肉体本身和肉体的各个部分,同样,灵魂也成为了神的工具。 而工具的优良效能(德性)主要在于模仿使用者,依其天生的能力,并能够在工具自身中呈现那思想本身的作用;但在表现时,呈现出来的并非像在创作者中那样纯洁、不被动且无误,而是混合了许多异质的东西。
καθʼ ἑαυτὸ γὰρ ἄδηλον ἡμῖν, ἕτερον δὲ καὶ διʼ ἑτέρου φαινόμενον ἀναπίμπλαται τῆς ἐκείνου φύσεως.
因为其自身对我们是不可见的,而当它作为他者且通过他者显现时,便充满了那他者的本性。
καὶ κηρὸν μὲν ἐῶ καὶ χρυσὸν ἄργυρόν τε καὶ χαλκόν, ὅσα τʼ ἄλλα πλαττομένης οὐσίας εἴδη δέχεται μὲν ἰδέαν μίαν ἐκτυπουμένης ὁμοιότητος, ἄλλο δʼ ἄλλην ἀφʼ ἑαυτοῦ τῷ μιμήματι διαφορὰν προστίθησι καὶ τὰς ἐν κατόπτροις ἐπιπέδοις τε καὶ κοίλοις καὶ περιηγέσι φασμάτων καὶ εἰδώλων ἀφʼ ἑνὸς εἴδους μυρίας παρατυπώσεις.
我且不提蜡、金、银、铜,以及其他一切可塑物质的种类,它们接受了印刻相似性的一种形式,但各自又在模仿物中加入了来自自身的差异;同样,在平面镜、凹面镜和曲面镜中,从一种形式产生的无数幻影和影像的变形反映也是如此。
καὶ γάρ εἰσι οὐδὲν οὔτε μᾶλλον τὴν ἰδέαν ἔοικεν οὔτε ὡς ὄργανον χρῆσθαι φύσει γέγονεν εὐπειθέστερον σελήνης· λαμβάνουσα δὲ παρʼ ἡλίου τὸ λαμπρὸν καὶ πυρωπὸν οὐχ ὅμοιον ἀποπέμπει πρὸς ἡμᾶς, ἀλλὰ μιχθὲν αὐτῇ καὶ χρόαν μετέβαλε καὶ δύναμιν ἔσχεν ἑτέραν· ἡ δὲ θερμότης καὶ παντάπασιν ἐξοίχεται καὶ προλέλοιπε τὸ φῶς ὑπʼ ἀσθενείας.
因为确实没有任何东西比月亮更像那种光的形式,也没有什么在自然本性上更顺从地被用作工具;然而,月亮接受来自太阳的光辉与炽热,传回给我们的却并非相同之物,而是与自身混合,既改变了颜色,又获得了另一种力量;而热量则完全消散,由于光的微弱而离开了光。
οἶμαι δὲ σὲ γιγνώσκειν τὸ παρʼ Ἡρακλείτῳ λεγόμενον ὡς
ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.
我想你是知道赫拉克利特所说的那句话: “那在德尔斐拥有神谕所的主宰,既不说话,也不隐藏,而是发出暗示。
πρόσλαβε δὲ τούτοις εὖ λεγομένοις καὶ νόησον τὸν ἐνταῦθα θεὸν χρώμενον τῇ Πυθίᾳ πρὸς ἀκοήν, καθὼς ἥλιος χρῆται σελήνῃ πρὸς ὄψιν·
” 在这些名言之外,你还要加上并理解:这里的神将皮提娅用于听觉(发声),正如太阳将月亮用于视觉(光照)一样。
δείκνυσι μὲν γὰρ καὶ ἀναφαίνει τὰς αὑτοῦ νοήσεις, μεμιγμένας δὲ δείκνυσι διὰ σώματος θνητοῦ καὶ ψυχῆς ἡσυχίαν ἄγειν μὴ δυναμένης μηδὲ τῷ κινοῦντι παρέχειν ἑαυτὴν ἀκίνητον ἐξ αὑτῆς καὶ καθεστῶσαν, ἀλλʼ ὥσπερ ἐν σάλῳ ψοφοῦσαν καὶ συμπλεκομένην τοῖς ἐν αὑτῇ κινήμασι καὶ πάθεσιν ἐπιταράττουσιν αὐτήν.
因为神显示并揭示他自己的思想,但他是通过一个终有一死的肉体和一颗无法保持安静、无法使自身在推动者面前保持不动与平稳的灵魂,来显示这些混合之物的;相反,这颗灵魂就像在风浪中一样喧嚣,并与自身内部打扰它的运动和情念纠缠在一起。
ὡς γὰρ οἱ δῖνοι τῶν ἅμα κύκλῳ καταφερομένων σωμάτων οὐκ ἐπικρατοῦσι βεβαίως, ἀλλὰ κύκλῳ μὲν ὑπʼ ἀνάγκης φερομένων κάτω δὲ φύσει ῥεπόντων γίγνεταί τις ἐξ ἀμφοῖν ταραχώδης καὶ παράφορος ἑλιγμός, οὕτως ὁ καλούμενος ἐνθουσιασμὸς ἔοικε μῖξις εἶναι κινήσεων δυοῖν, τὴν μὲν ὡς πέπονθε τῆς ψυχῆς ἅμα τὴν δʼ ὡς πέφυκε κινουμένης.
因为,正如那些同时旋转并下降的物体的涡流不能稳定地主导运动,而是由于物体在必然性下作圆周运动,同时又在自然本性下趋于向下,两者结合产生了一种混乱且偏斜的螺旋运动,同样,所谓“神入(狂热)”似乎也是两种运动的混合:一种是灵魂受动时的运动,同时另一种是灵魂依其天性活动时的运动。
ὅπου γὰρ ἀψύχοις σώμασι καὶ κατὰ ταὐτὰ μονίμοις οὐκ ἔστι χρήσασθαι παρʼ ὃ πέφυκε βιαζόμενον, οὐδὲ κινῆσαι σφαιρικῶς κύλινδρον ἢ κυβικῶς ἢ λύραν αὐλητικῶς ἢ σάλπιγγα κιθαριστικῶς· ἀλλʼ οὐχ ἕτερον ὡς ἔοικε τὸ τεχνικῶς ἑκάστῳ χρῆσθαι καὶ ὡς πέφυκεν·
因为,即使对于无生命的、始终相同的物体,也不可能违背其天性强行使用,不能将圆柱体以立方体的方式移动,或将立方体以球体的方式移动,不能像吹笛一样弹奏里拉琴,也不能像弹琴一样吹奏喇叭;而且,技术性地使用每样东西,与依其天性使用,看来并无二致。
ἦπου τὸ ἔμψυχον καὶ αὐτοκίνητον ὁρμῆς τε καὶ λόγου μετέχον ἄλλως ἄν τις ἢ κατὰ τὴν ἐν αὐτῷ προϋπάρχουσαν ἕξιν ἢ δύναμιν ἢ φύσιν μεταχειρίσαιτο, μουσικῶς κινῶν νοῦν ἄμουσον ἢ γραμματικῶς τὸν ἀγράμματον ἢ λογίως τὸν ἐν λόγοις ἀθεώρητον καὶ ἀνάσκητον;
那么,对于一个有生命、能自我活动、分享了冲动与理性的存在,人们又怎能不按照它内部预先存在的习惯、力量或本性去对待它呢? 难道能用音乐的方式去活动一个没有音乐素养的心灵,用文学的方式去活动一个不识字的人,或者用雄辩的方式去活动一个对言辞未经观察和训练的人吗?
οὐκ ἔστιν εἰπεῖν.
这是不可能的。