§17ἐπιβάλλοντος δὲ τοῦ Σαραπίωνος εἰπεῖν τι περὶ τούτων, ὁ ξένος·
サラピオンがこれらについて何かを語ろうと割り込んできたが、異邦人が言った。
ἡδὺ μέν
ἔφη
τὸ τοιούτων ἀκροᾶσθαι λόγων, ἐμοὶ δʼ ἀναγκαῖόν ἐστι τὴν πρώτην ὑπόσχεσιν ἀπαιτῆσαι περὶ τῆς αἰτίας, ἣ πέπαυκε τὴν Πυθίαν ἐν ἔπεσι καὶ μέτροις ἄλλοις θεσπίζουσαν·
「そのようなお話を聞くのは愉快ですが、私としては、ピュティアが詩や他の韻律で神託を下すのをやめてしまった原因について、最初の約束の履行を求めることが必要です。
ὥστʼ, εἰ δοκεῖ, τὰ λειπόμενα τῆς θέας ὑπερθέμενοι περὶ τούτων ἀκούσωμεν ἐνταῦθα καθίσαντες.
ですから、もしよろしければ、見学の残りを後回しにして、ここに座ってこのことについてお話を伺いましょう。
οὗτος γάρ ἐστιν ὁ μάλιστα πρὸς τὴν τοῦ χρηστηρίου πίστιν ἀντιβαίνων λόγος·
というのも、これこそが神託所の信頼性に最も強く反対する議論だからです。
ὡς δυεῖν θάτερον, ἢ τῆς Πυθίας τῷ χωρίῳ μὴ πελαζούσης ἐν ᾧ τὸ θεῖόν ἐστιν, ἢ τοῦ πνεύματος παντάπασιν ἀπεσβεσμένου καὶ τῆς δυνάμεως ἐκλελοιπυίας.
つまり、二つのうちどちらか一方であり、ピュティアが神的なものが存在する場所に近づいていないか、あるいはその精気(プネウマ)が完全に消滅し、その力が失われてしまったかのいずれかだというのです。
περιελθόντες; οὖν ἐπὶ τῶν μεσημβρινῶν καθεζόμεθα κρηπίδων τοῦ νεὼ πρὸς τὸ τῆς Γῆς ἱερὸν τὸ θʼ ὕδωρ ἀποβλέποντες ὥστʼ εὐθὺς εἰπεῖν τὸν Βόηθον, ὅτι καὶ ὁ τόπος τῆς ἀπορίας συνεπιλαμβάνεται τῷ ξένῳ.
」そこで私たちは回り込んで、大地の女神(ゲー)の聖所と水を見つめながら、神殿の南側の基壇に腰を下ろした。 そのため、ボエトスがすぐに、この場所自体も異邦人の抱く疑問に加担していると言ったほどであった。
Μουσῶν γὰρ ἦν ἱερὸν ἐνταῦθα περὶ τὴν ἀναπνοὴν τοῦ νάματος, ὅθεν ἐχρῶντο πρός τε τὰς λοιβὰς ὕδατι τούτῳ, ὥς φησι Σιμωνίδης
"
ἔνθα χερνίβεσσιν εἰρύεται τὸ Μοισᾶν
καλλικόμων ὑπένερθεν ἁγνὸν ὕδωρ.
というのも、かつてここ、泉の湧き口のあたりにはミューズたちの聖所があり、そこから彼らは灌頂のためにこの水を用いていたからである。 シモニデスが次のように言っている通りに。 「そこでは、美しい髪のミューズたちの清らかな水が、手洗いの水のために下から汲み上げられる。
"
μικρῷ δὲ περιεργότερον αὖθις ὁ Σιμωνίδης τὴν Κλειὼ προσειπών
"ἁγνᾶν ἐπίσκοπον, χερνίβων
φησὶ
πολύλιστον ἀραιόν τέ ἐστιν ἀχρυσόπεπλον εὐῶδες ἀμβροσίων ἐκ μυχῶν ἐρανὸν ὕδωρ λαβόν.
」そしてシモニデスは再び、少しばかり凝った表現で、クリオに呼びかけてこう言っている。 「清らかな手洗いの水の守護者よ」と彼は言う、「祈りに満ち、希薄で、黄金の衣をまとわず、香気ある、神聖な深みから愛らしい水を受け取る者よ」と。
"
οὐκ ὀρθῶς οὖν Εὔδοξος ἐπίστευσε τοῖς Στυγὸς ὕδωρ τοῦτο καλεῖσθαι πεφήνασι.
したがって、エウドクソスが、この水がステュクスの水と呼ばれていると主張した人々を信じたのは正しくない。
τὰς δὲ Μούσας ἱδρύσαντο παρέδρους τῆς μαντικῆς καὶ φύλακας αὐτοῦ παρὰ τὸ νᾶμα καὶ τὸ τῆς Γῆς ἱερόν, ἧς λέγεται τὸ μαντεῖον γενέσθαι διὰ τὴν ἐν μέτροις καὶ μέλεσι χρησμῳδίαν.
人々は、ミューズたちを神託の助け手およびその番人として、泉と、かつてその神託所が韻律と旋律による神託歌のゆえに彼女(ゲー)のものとなったと言われる、大地の女神の聖所の傍らに祀ったのである。
ἔνιοι δὲ καὶ πρῶτον ἐνταῦθά φασιν ἡρῷον μέτρον ἀκουσθῆναι,
"συμφέρετε πτερά, οἰωνοί, κηρόν τε, μέλισσαι"
ὅτε τῷ θεῷ ἐπιδεᾶ γενομένην ἀποβαλεῖν τὸ σεμνόν.
また、ある人々は、ヘクサメトロス(英雄韻律)が最初にここで聞かれたと主張している。 「鳥たちよ、羽を運べ、蜜蜂たちよ、蜜蝋を。 」それは、(その場所が)神にとって不十分なものとなり、その荘厳さを失ってしまったときのことである。
§18ὁ Σαραπίων
ἐπιεικέστερα ταῦτʼ
εἶπεν
ὦ Βόηθε, καὶ μουσικώτερα δεῖ γὰρ μὴ μάχεσθαι πρὸς τὸν θεὸν μηδʼ ἀναιρεῖν μετὰ τῆς μαντικῆς ἅμα τὴν πρόνοιαν καὶ τὸ θεῖον, ἀλλὰ τῶν ὑπεναντιοῦσθαι δοκούντων λύσεις ἐπιζητεῖν τὴν δʼ εὐσεβῆ καὶ πάτριον μὴ προΐεσθαι πίστιν.
サラピオンが言った。 「ボエトスよ、それらはより穏当で、よりミューズにふさわしい意見だ。 なぜなら、私たちは神に戦いを挑むべきではなく、神託の術とともに摂理(プロノイア)と神性をも否定し去るべきではなく、むしろ矛盾しているように思われる事柄の解決策を模索し、敬虔で先祖伝来の信仰を放棄すべきではないからだ。
ὀρθῶς
ἔφην ἐγὼ λέγεις,
ἄριστε Σαραπίων οὐδὲ γὰρ φιλοσοφίαν ἀπεγιγνώσκομεν ὡς ἀνῃρημένην παντάπασι, καὶ διεφθορυῖαν, ὅτι πρότερον μὲν ἐν ποιήμασιν ἐξέφερον οἱ φιλόσοφοι τὰ δόγματα καὶ τοὺς λόγους, ὥσπερ Ὀρφεὺς καὶ Ἡσίοδος καὶ Παρμενίδης καὶ Ξενοφάνης καὶ Ἐμπεδοκλῆς καὶ Θαλῆς·
」「最も優れたサラピオンよ、君の言う通りだ」と私は言った。 「というのも、かつてはオルフェウスやヘシオドス、パルメニデス、クセノパネス、エンペドクレス、タレスのように、哲学者たちがその教説や議論を詩の形で発表していたのに、後には韻律を使うのをやめ、今でも君を除いてはやめているからといって、私たちが哲学が完全に失われ、台無しになったと見なすことはないからだ。
ὕστερον δʼ ἐπαύσαντο καὶ πέπαυνται χρώμενοι μέτροις πλὴν σοῦ· διὰ σοῦ δʼ αὖθις εἰς φιλοσοφίαν ποιητικὴ κάτεισιν, ὄρθιον καὶ γενναῖον ἐγκελευομένη τοῖς νέοις.
しかし、君を通じて、詩の術は再び哲学へと戻り、若者たちに高らかで気高い激励を送っている。
οὐδʼ ἀστρολογίαν ἀδοξοτέραν ἐποίησαν οἱ περὶ Ἀρίσταρχον καὶ Τιμόχαριν καὶ Ἀρίστυλλον καὶ Ἵππαρχον καταλογάδην γράφοντες, ἐν μέτροις πρότερον Εὐδόξου καὶ Ἡσιόδου καὶ Θαλοῦ γραφόντων, εἴ γε Θαλῆς ἐποίησεν, ὡς ἀληθῶς εἰπεῖν, τὴν εἰς αὐτὸν ἀναφερομένην *)astrologi/an.
また、かつてはエウドクソスやヘシオドス、タレスが韻律で書いていたのに対し、アリスタルコスやティモカリス、アリストュロス、ヒッパルコスらが散文で書いたからといって、天文学の評判が落ちたわけでもない。 もしタレスが、実際に言されているように、彼に帰せられている天文学を本当に作ったのだとすればだが。
Πίνδαρος δὲ καὶ περὶ τρόπου μελῳδίας ἀμελουμένου· καθʼ αὑτὸν ἀπορεῖν ὁμολογεῖ, καὶ θαυμάζειν ὅτι οὐδὲν γάρ ἐστι δεινὸν οὐδʼ ἄτοπον αἰτίας ζητεῖν τῶν τοιούτων μεταβολῶν ἀναιρεῖν δὲ τὰς τέχνας καὶ τὰς δυνάμεις, ἄν τι κινηθῇ καὶ παραλλάξῃ τῶν κατὰ ταύτας, οὐ δίκαιον.
またピンダロスも、自分の時代に顧みられなくなった旋律の様式について、自身が困惑していることを認めており、驚いている。 このような変化の原因を追究することは、何ら恐ろしいことでも奇妙なことでもない。 しかし、その技術に関わる事柄が何か変化したり逸脱したりしたからといって、それらの技術や力を否定し去ることは正しくない。 」