§6ταῦτα τοῦ Νικάνδρου διελθόντος, οἶσθα γὰρ δὴ Θέωνα τὸν ἑταῖρον, ἤρετο τὸν Ἀμμώνιον, εἰ διαλεκτικῇ παρρησίας μέτεστιν οὕτω περιυβρισμένῃ ἀκηκουίᾳ·
ニカンドロスがこれらを語り終えると、君も私たちの仲間テオンを知っているだろうが、彼はアモニオスに、これほどひどく侮辱されるのを聞かされたままで、論理学に発言の自由があるだろうかと尋ねた。
τοῦ δʼ Ἀμμωνίου λέγειν παρακελευομένου καὶ βοηθεῖν,
ἀλλʼ ὅτι μέν
ἔφη
διαλεκτικώτατος ὁ θεός ἐστιν, οἱ πολλοὶ τῶν χρησμῶν δηλοῦσιν τοῦ γὰρ αὐτοῦ δήπουθέν ἐστι καὶ λύειν καὶ ποιεῖν ἀμφιβολίας.
アモニオスが(彼に)語り、また(論理学を)援護するように促すと、「しかし、」と彼は言った、「神が極めて論理的であることは、多くの神託が示しています。 というのも、曖昧さを解くことも、作り出すことも、明らかに同一の者の仕事だからです。
ἔτι δʼ, ὥσπερ Πλάτων ἔλεγε, χρησμοῦ δοθέντος ὅπως τὸν ἐν Δήλῳ βωμὸν διπλασιάσωσιν, ὃ τῆς ἄκρας; ἕξεως περὶ γεωμετρίαν ἔργον ἐστίν, οὐ τοῦτο προστάττειν τὸν θεὸν ἀλλὰ καὶ γεωμετρεῖν διακελεύεσθαι τοῖς Ἕλλησιν·
さらに、プラトンが言っていたように、デロスの祭壇を二倍にするようにという神託が与えられたとき(これは幾何学における最高の習達を要する仕事なのですが)、神はこのことを命じているのではなく、ギリシア人たちに幾何学を学ぶように勧めているのです。
οὕτως ἄρα χρησμοὺς ἀμφιβόλους ἐκφέρων ὁ θεὸς αὔξει καὶ συνίστησι διαλεκτικὴν ὡς ἀναγκαίαν τοῖς μέλλουσιν ὀρθῶς αὐτοῦ συνήσειν.
したがって、そのように曖昧な神託を出すことで、神は、ご自身の意図を正しく理解しようとする者たちにとって不可欠なものとして、論理学を成長させ、確立させているのです。
ἐν δὲ διαλεκτικῇ δήπου μεγίστην ἔχει δύναμιν ὁ συναπτικὸς οὑτοσὶ σύνδεσμος, ἅτε δὴ τὸ λογικώτατον σχηματίζων ἀξίωμα·
そして、論理学において、この結合の接続詞が最も大きな力を持っていることは言うまでもありません。 なぜなら、それは最も論理的な命題を形成するからです。
πῶς γὰρ τοιοῦτο τὸ συνημμένον, εἴ γε τῆς μὲν ὑπάρξεως τῶν πραγμάτων ἔχει καὶ τὰ θηρία γνῶσιν, ἀκολούθου δὲ θεωρίαν καὶ κρίσιν ἀνθρώπῳ μόνῳ παραδέδωκεν ἡ φύσις;
実際、この仮言命題がこれほどのものであるのはどうしてでしょうか。 事物の存在については野獣さえも知識を持っていますが、論理的帰結の観照と判断は、自然が人間だけに授けたものだからではないでしょうか。
ὅτι γάρ
ἡμέρα καὶ φῶς ἔστιν
αἰσθάνονται δήπου καὶ λύκοι καὶ κύνες καὶ ὄρνιθες· ὅτι δʼ
εἰ ἡμέρα, φῶς ἔστιν
οὐδὲν ἄλλο συνίησι πλὴν ἄνθρωπος, ἡγουμένου καὶ λήγοντος ἐμφάσεώς τε καὶ συναρτήσεως τούτων πρὸς ἄλληλα καὶ σχέσεως καὶ διαφορᾶς μόνος ἔχων ἔννοιαν, ἐξ αἱ ἀποδείξεις τὴν κυριωτάτην ἀρχὴν λαμβάνουσιν.
なぜなら、「昼であり、光がある」ということは、狼も犬も鳥も感知するでしょうが、「もし昼ならば、光がある」ということは、人間以外の何ものも理解しないからです。 人間だけが、前件と後件、そしてこれら相互の意義、結合、関係、相違についての概念を抱いており、これらから証明が最も重要な原理を受け取るからです。
ἐπεὶ τοίνυν φιλοσοφία μέν ἐστι περὶ ἀλήθειάν ἀληθείας δὲ φῶς ἀπόδειξις ἀποδείξεως δʼ ἀρχὴ τὸ συνημμένον, εἰκότως ἡ τοῦτο συνέχουσα καὶ ποιοῦσα δύναμις ὑπὸ σοφῶν ἀνδρῶν τῷ μάλιστα τὴν ἀλήθειαν ἠγαπηκότι θεῷ καθιερώθη·
それゆえ、哲学は真理に関わるものであり、真理の光は証明であり、証明の原理は仮言命題であるのですから、これを維持し作り出す力が、賢者たちによって、何よりも真理を愛する神に捧げられたのは当然のことです。
καὶ μάντις μὲν ὁ θεὸς μαντικὴ δὲ τέχνη περὶ τὸ μέλλον ἐκ τῶν παρόντων ἢ παρῳχημένων.
また、神は予言者であり、予言の技術とは現在や過去の事象から未来を予測することです。
οὐδενὸς γὰρ. οὔτʼ ἀναίτιος ἡ γένεσις οὔτʼ ἄλογος ἡ πρόγνωσις·
いかなる事象の生成も原因なしには起こらず、また予知も不合理には行われないからです。
ἀλλʼ ἐπεὶ πάντα τοῖς γεγονόσι τὰ γιγνόμενα τά τε γενησόμενα τοῖς γιγνομένοις ἕπεται καὶ συνήρτηται κατὰ διέξοδον ἀπʼ ἀρχῆς εἰς τέλος περαίνουσαν, ὁ τὰς αἰτίας εἰς ταὐτὸ συνδεῖν τε πρὸς ἄλληλα καὶ συμπλέκειν φυσικῶς ἐπιστάμενος οἶδε καὶ προλέγειν
"τὰ τʼ ἐόντα τὰ τʼ ἐσσόμενα πρὸ τʼ ἐόντα.
むしろ、生じるすべての事象はすでに起こった事象に続き、これから生じるであろう事象は生じつつある事象に、始まりから終わりへと貫く経過に従って結びついているので、原因を自然な仕方で互いに結合させ、織り合わせることを知っている者は、「現在あるもの、これからあるもの、かつてあったもの」を知り、予言することができるのです。
"
καὶ καλῶς Ὅμηρος πρῶτον ἔταξε τὰ παρόντα εἶτα τὸ μέλλον καὶ τὸ παρῳχημένον·
そしてホメロスが、最初に現在あるものを、次に未来のものを、最後に過去のものを配置したのは見事です。
ἀπὸ γὰρ τοῦ ὄντος ὁ συλλογισμὸς κατὰ τὴν τοῦ συνημμένου δύναμιν, ὡς
εἰ τόδʼ ἐστί, τόδε προηγεῖται
καὶ πάλιν
εἰ τόδʼ ἐστί, τόδε γενήσεται
τὸ γὰρ τεχνικὸν καὶ λογικὸν ὥσπερ εἴρηται γνῶσις ἀκολουθίας, τὴν δὲ πρόσληψιν ἡ αἴσθησις τῷ λόγῳ δίδωσιν.
なぜなら、推論は仮言命題の力によって「現在あるもの」から出発するからです。 すなわち「もしこれがあるならば、これが先行する」また「もしこれがあるならば、これが生じるであろう」というように。 なぜなら、言われたように、技術的かつ論理的なものとは帰結についての知識であり、一方で、事実の付加を感覚が理性に提供するからです。
ὅθεν, εἰ καὶ γλίσχρον εἰπεῖν, οὐκ ἀποστρέψομαι τοῦτον εἶναι τὸν τῆς ἀληθείας τρίποδα τὸν λόγον, ὃς τὴν τοῦ λήγοντος πρὸς τὸ προηγούμενου ἀκολουθίαν θέμενος εἶτα προσλαβὼν τὴν ὕπαρξιν ἐπάγει τὸ συμπέρασμα τῆς ἀποδείξεως.
それゆえ、たとえ牽強付会に聞こえるとしても、私はこの論理こそが真理の三脚であると言うのをためらいません。 なぜなら、これは前件に対する後件の帰結を設定し、次いで存在を付加して、証明の結論を導き出すからです。
τὸν οὖν Πύθιον, εἰ δὴ μουσικῇ θʼ ἣδεται καὶ κύκνων φωναῖς καὶ κιθάρας ψόφοις, τί θαυμαστόν ἐστι διαλεκτικῆς φιλίᾳ τοῦτʼ ἀσπάζεσθαι τοῦ λόγου τὸ μέρος καὶ ἀγαπᾶν, ᾧ μάλιστα καὶ πλείστῳ προσχρωμένους ὁρᾷ τοὺς φιλοσόφους;
それでは、ピュティアの神が、もし音楽や白鳥の歌声や竪琴の響きを喜ぶのであれば、論理学への愛から、哲学者が最も好んで、かつ最も多く用いているのを神が見ているこの論理の部門を歓迎し、愛することが、何の不思議があるでしょうか。
ὁ δʼ Ἡρακλῆς, οὔπω τὸν Προμηθέα λελυκὼς οὐδὲ τοῖς περὶ τὸν Χείρωνα καὶ Ἄτλαντα σοφισταῖς διειλεγμένος ἀλλὰ νέος ὢν καὶ κομιδῇ Βοιώτιος, ἀναιρῶν τὴν διαλεκτικὴν καὶ καταγελῶν τοῦ
εἰ
τὸ πρῶτον, τὸ δεύτερον ὑποσπᾶν ἔδοξε βίᾳ τὸν τρίποδα καὶ διαμάχεσθαι πρὸς τὸν θεὸν ὑπὲρ τῆς τέχνης·
一方ヘラクレスは、まだプロメテウスを解放しておらず、ケイロンやアトラスといった賢者たちと対話してもおらず、若くて極めてボイオティア的であったころ、論理学を否定し、もしという言葉を嘲笑して、最初は力ずくで三脚を引き倒し、その技術をめぐって神と争うかのように見えました。
ἐπεὶ προϊών γε τῷ χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατος ὁμοῦ γενέσθαι καὶ διαλεκτικώτατος.
というのも、時が経つにつれて、彼自身もきわめて優れた予言者であると同時に、きわめて優れた論理学者になったと思われるからです。 」