§6ταῦτα τοῦ Νικάνδρου διελθόντος, οἶσθα γὰρ δὴ Θέωνα τὸν ἑταῖρον, ἤρετο τὸν Ἀμμώνιον, εἰ διαλεκτικῇ παρρησίας μέτεστιν οὕτω περιυβρισμένῃ ἀκηκουίᾳ·
尼坎德说完这些话后,你当然知道我们的同伴忒翁,他问阿摩尼奥斯,在听到自己遭受如此严重的侮辱之后,逻辑学是否还拥有发言的自由。
τοῦ δʼ Ἀμμωνίου λέγειν παρακελευομένου καὶ βοηθεῖν,
ἀλλʼ ὅτι μέν
ἔφη
διαλεκτικώτατος ὁ θεός ἐστιν, οἱ πολλοὶ τῶν χρησμῶν δηλοῦσιν τοῦ γὰρ αὐτοῦ δήπουθέν ἐστι καὶ λύειν καὶ ποιεῖν ἀμφιβολίας.
当阿摩尼奥斯督促他发言并予以援助时, “但是,”他说,“神是极具逻辑性的,大多数神谕都说明了这一点;因为解决和制造暧昧显然属于同一个人的本领。
ἔτι δʼ, ὥσπερ Πλάτων ἔλεγε, χρησμοῦ δοθέντος ὅπως τὸν ἐν Δήλῳ βωμὸν διπλασιάσωσιν, ὃ τῆς ἄκρας; ἕξεως περὶ γεωμετρίαν ἔργον ἐστίν, οὐ τοῦτο προστάττειν τὸν θεὸν ἀλλὰ καὶ γεωμετρεῖν διακελεύεσθαι τοῖς Ἕλλησιν·
此外,正如柏拉图所说,当神谕要求他们将德洛斯的祭坛加倍时(这是需要极高几何学素养的任务),神并不是在命令这件事情,而是在督促希腊人去学习几何学。
οὕτως ἄρα χρησμοὺς ἀμφιβόλους ἐκφέρων ὁ θεὸς αὔξει καὶ συνίστησι διαλεκτικὴν ὡς ἀναγκαίαν τοῖς μέλλουσιν ὀρθῶς αὐτοῦ συνήσειν.
同样,神通过发布含糊的神谕,从而让逻辑学发展并建立起来,作为那些想要正确理解他的意图的人所必不可少的东西。
ἐν δὲ διαλεκτικῇ δήπου μεγίστην ἔχει δύναμιν ὁ συναπτικὸς οὑτοσὶ σύνδεσμος, ἅτε δὴ τὸ λογικώτατον σχηματίζων ἀξίωμα·
在逻辑学中,毫无疑问,这个条件连接词具有最大的力量,因为它构建了最具逻辑性的命题。
πῶς γὰρ τοιοῦτο τὸ συνημμένον, εἴ γε τῆς μὲν ὑπάρξεως τῶν πραγμάτων ἔχει καὶ τὰ θηρία γνῶσιν, ἀκολούθου δὲ θεωρίαν καὶ κρίσιν ἀνθρώπῳ μόνῳ παραδέδωκεν ἡ φύσις;
因为如果事物的存在连野兽也拥有其知识,而对论理后端的观察与判断自然却唯独赋予了人类,那么这种假言命题怎么会不具有如此的地位呢?
ὅτι γάρ
ἡμέρα καὶ φῶς ἔστιν
αἰσθάνονται δήπου καὶ λύκοι καὶ κύνες καὶ ὄρνιθες· ὅτι δʼ
εἰ ἡμέρα, φῶς ἔστιν
οὐδὲν ἄλλο συνίησι πλὴν ἄνθρωπος, ἡγουμένου καὶ λήγοντος ἐμφάσεώς τε καὶ συναρτήσεως τούτων πρὸς ἄλληλα καὶ σχέσεως καὶ διαφορᾶς μόνος ἔχων ἔννοιαν, ἐξ αἱ ἀποδείξεις τὴν κυριωτάτην ἀρχὴν λαμβάνουσιν.
因为“现在是白天且有光亮”这回事,狼、狗和鸟类当然也能感知到;但是“如果现在是白天,那么就有光亮”这一点,除了人类以外没有任何生物能理解,因为只有人类才对前件和后件、以及它们彼此之间的意义、关联、关系和区别抱有概念,而证明正是从这些概念中获得了最核心的原理。
ἐπεὶ τοίνυν φιλοσοφία μέν ἐστι περὶ ἀλήθειάν ἀληθείας δὲ φῶς ἀπόδειξις ἀποδείξεως δʼ ἀρχὴ τὸ συνημμένον, εἰκότως ἡ τοῦτο συνέχουσα καὶ ποιοῦσα δύναμις ὑπὸ σοφῶν ἀνδρῶν τῷ μάλιστα τὴν ἀλήθειαν ἠγαπηκότι θεῷ καθιερώθη·
既然哲学是关乎真理的,而真理之光是证明,证明的原理是假言命题,那么合理的是,维持并产生这一力量的要素被贤人们奉献给了最热爱真理的神。
καὶ μάντις μὲν ὁ θεὸς μαντικὴ δὲ τέχνη περὶ τὸ μέλλον ἐκ τῶν παρόντων ἢ παρῳχημένων.
而且神是预言者,预言的技术是根据现在或过去的事物来预测未来。
οὐδενὸς γὰρ. οὔτʼ ἀναίτιος ἡ γένεσις οὔτʼ ἄλογος ἡ πρόγνωσις· ἀλλʼ ἐπεὶ πάντα τοῖς γεγονόσι τὰ γιγνόμενα τά τε γενησόμενα τοῖς γιγνομένοις ἕπεται καὶ συνήρτηται κατὰ διέξοδον ἀπʼ ἀρχῆς εἰς τέλος περαίνουσαν, ὁ τὰς αἰτίας εἰς ταὐτὸ συνδεῖν τε πρὸς ἄλληλα καὶ συμπλέκειν φυσικῶς ἐπιστάμενος οἶδε καὶ προλέγειν
"τὰ τʼ ἐόντα τὰ τʼ ἐσσόμενα πρὸ τʼ ἐόντα.
因为任何事物的产生都不是没有原因的,预知也不是毫无根据的;相反,既然所有正在发生的事物都承接着已经发生的事物,而将要发生的事物又承接着正在发生的事物,并按照从起点贯穿到终点的历程相互关联,那么,懂得如何将这些原因自然地相互联系并交织在一起的人,也懂得去预测“现在的事、将来的事、以及过去的事”。
"
καὶ καλῶς Ὅμηρος πρῶτον ἔταξε τὰ παρόντα εἶτα τὸ μέλλον καὶ τὸ παρῳχημένον·
荷马绝妙地首先排出了现在的事,然后是将来的事和过去的事;因为推论正是依据假言命题的力量,从“存在的事物”出发的,如“如果这存在,那便在先”,以及“如果这存在,那便将产生”。
ἀπὸ γὰρ τοῦ ὄντος ὁ συλλογισμὸς κατὰ τὴν τοῦ συνημμένου δύναμιν, ὡς
εἰ τόδʼ ἐστί, τόδε προηγεῖται
καὶ πάλιν
εἰ τόδʼ ἐστί, τόδε γενήσεται
τὸ γὰρ τεχνικὸν καὶ λογικὸν ὥσπερ εἴρηται γνῶσις ἀκολουθίας, τὴν δὲ πρόσληψιν ἡ αἴσθησις τῷ λόγῳ δίδωσιν.
因为如前所述,技术性和逻辑性的要素是对结果的认识,而附加前提则是感官提供给理性的。
ὅθεν, εἰ καὶ γλίσχρον εἰπεῖν, οὐκ ἀποστρέψομαι τοῦτον εἶναι τὸν τῆς ἀληθείας τρίποδα τὸν λόγον, ὃς τὴν τοῦ λήγοντος πρὸς τὸ προηγούμενου ἀκολουθίαν θέμενος εἶτα προσλαβὼν τὴν ὕπαρξιν ἐπάγει τὸ συμπέρασμα τῆς ἀποδείξεως.
因此,即使说起来有些牵强,我也不会回避说这个论理就是真理的三脚鼎,它设定了后件对前件的承接,接着引入了事物的存在,从而得出证明的结论。
τὸν οὖν Πύθιον, εἰ δὴ μουσικῇ θʼ ἣδεται καὶ κύκνων φωναῖς καὶ κιθάρας ψόφοις, τί θαυμαστόν ἐστι διαλεκτικῆς φιλίᾳ τοῦτʼ ἀσπάζεσθαι τοῦ λόγου τὸ μέρος καὶ ἀγαπᾶν, ᾧ μάλιστα καὶ πλείστῳ προσχρωμένους ὁρᾷ τοὺς φιλοσόφους;
因此,如果皮提亚的神确实喜爱音乐、天鹅的歌声和竖琴的鸣响,那么由于他对逻辑学的热爱,他欣然接受并喜爱这部分论理,又有何可惊奇的呢? 因为他看到哲学家们最经常且最广泛地使用着它。
ὁ δʼ Ἡρακλῆς, οὔπω τὸν Προμηθέα λελυκὼς οὐδὲ τοῖς περὶ τὸν Χείρωνα καὶ Ἄτλαντα σοφισταῖς διειλεγμένος ἀλλὰ νέος ὢν καὶ κομιδῇ Βοιώτιος, ἀναιρῶν τὴν διαλεκτικὴν καὶ καταγελῶν τοῦ
εἰ
τὸ πρῶτον, τὸ δεύτερον ὑποσπᾶν ἔδοξε βίᾳ τὸν τρίποδα καὶ διαμάχεσθαι πρὸς τὸν θεὸν ὑπὲρ τῆς τέχνης· ἐπεὶ προϊών γε τῷ χρόνῳ καὶ οὗτος ἔοικε μαντικώτατος ὁμοῦ γενέσθαι καὶ διαλεκτικώτατος.
而赫拉克勒斯在还未解放普罗米修斯、也未曾与喀戎和阿特拉斯身旁的贤人们交谈时,因为年轻且完全是个波奥蒂亚人,他否定逻辑学并嘲笑“如果”这个词,起初似乎想用强力夺走三脚鼎,并为了这项技术而与神争斗;因为随着时间的推移,他似乎也变得既极其擅长预言,同时又极具逻辑性。 ”