Humanitext Reader

プルタルコス · デルポイのEについて §17-18

アンモニオスの説く汝はありと真なる存在の不変性

8 / 10 箇所 · ギリシア語

要旨

アンモニオスは、数の神秘的な賛美を退け、デルポイの「E」は神への挨拶である「汝はあり」を意味すると主張し、さらに人間の絶え間ない流転と真なる存在の不変性を対比する。

§17ὁ δʼ Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατον ἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγομένοις καὶ εἶπεν οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντιλέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος οὐκ ὀλίγα βουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει.
アンモニオスは、彼自身も哲学における数学の役割を決して小さく見積もる者ではなかったので、語られた内容を喜び、次のように言った。 「若者たちのこうした意見に対して、あまりに厳密に反論することは適切ではない。 ただし、賛美し歌おうと望む者たちにとって、それぞれの数は少なからぬ材料を提供するであろう、という点を除けば。
καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν;
他の数について語る必要がどこにあろうか。
ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰς ἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆς ἁπάσας ἐπεξελθεῖν.
アポロンの神聖な七という数は、言葉によってその力のすべてを語り尽くす前に、一日を使い果たしてしまうだろう。
εἶτα τῷ κοινῷ νόμῳ πολεμοῦντας ἅμα καὶ τῷ πολλῷ χρόνῳ τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας, εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴν πεμπάδα καθιέρωσαν ὡς μᾶλλόν τι προσήκουσαν.
そうだとすれば、もし賢者たちが七という数の優先権を退けて、よりふさわしいものとして五を神に捧げたのだとしたら、われわれは彼らが共通の慣習と、同時に長い時間の双方に戦いを挑んでいるのだと表明することになってしまう。
οὔτʼ οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτʼ ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν·
それゆえ、あの文字は数も、順序も、接続詞も、あるいは文法的な他の不完全な要素の何一つをも意味していないと私は考える。
ἀλλʼ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως.
むしろ、それは神への自足的な呼びかけであり挨拶であって、その言葉と同時に、発話者を神の力についての認識へと至らせるものなのだ。
ὁ μὲν γὰρ θεὸς ἕκαστον ἡμῶν ἐνταῦθα προσιόντα οἷον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτόν, ὃ δὴ τοῦ χαῖρε οὐδὲν μεῖόν ἐστιν.
なぜなら、神はここに近づくわれわれの一人一人を、いわば歓迎して『汝自身を知れ』と呼びかけられるが、これは確かに『健やかであれ』に劣るものではないからである。
ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμέν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶναι προσαγόρευσιν ἀποδιδόντες.
そしてわれわれは、神に応えて『汝はあり』と言い、このようにして、真実で、偽りがなく、ただ神のみにふさわしい『あること』の呼びかけを返しているのである。
§18Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς·
実際、われわれには実質的に存在の分け前は全くない。 すべての死すべき自然は、生成と消滅の中間にあって、自らのおぼろげで不安定な幻影と見せかけを提供するにすぎない。
ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δʼ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδʼ ὄντος ὄντως δυνάμενος.
もし君がそれを把握しようとして知性を傾けるなら、流れる水を強く掴もうと握りしめて寄せ集めることが、かえって包み込まれたものを流出させて失わせてしまうように、受動的で変化しやすいものたちの過度な明瞭さをロゴスが追い求めることは、ある時はその生成へ、ある時はその消滅へと向かうことによって挫折し、留まるものも本当に存在するのも何一つとして把握することができないのである。
ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθʼ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν ἀλλʼ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δʼ οὐδὲ πάλιν οὐδʼ ὕστερον ἀλλʼ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισι, ὅθεν οὐδʼ εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδʼ ἵστασθαι τὴν γένεσιν, ἀλλʼ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτʼ ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας; ταῖς ἐπιγιγνομέναις.
ヘラクレイトスが言うように、同じ川に二度入ることはできないし、死すべき本質にその状態において二度触れることもできない。 むしろ変化の鋭さと速さによって、それは離散し、再び集合する。 いや、むしろ再びでも後からでもなく、同時に成立し、かつ失われ、近づき、かつ遠ざかる。 それゆえ、その生成は決して止まることも静止することもないため、その生成するものは存在へと至ることがない。 むしろ、常に種子から変化して胎児となり、次いで乳児、次いで子供、その次に少年、青年、次いで成人、初老、老人となり、後に続く世代や年齢によって、それ以前の生成と年齢を消滅させていくのである。
ἀλλʼ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες.
しかしわれわれは、すでにこれほど多くの死を経験し、今も死につつあるというのに、滑稽なことにただ一つの死を恐れている。
οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος; ὕδατι γένεσις, ἀλλʼ ἔτι σαφέστερον ἐπʼ αὐτῶν ἡμῶν·
ヘラクレイトスが言ったように、『火の死は空気の生成であり、空気の死は水の生成である』というだけでなく、われわれ自身においてはさらに明白である。
φθείρεται μὲν μὲν γὰρ ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δʼ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς; εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον ὃ τʼ ἐχθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει;
なぜなら、盛年期にある者は老人が生まれることによって消滅し、若者は盛年期へと消滅し、子供は若者へと、乳児は子供へと消滅したからであり、昨日の者は今日の者へと死に、今日の者は明日へと死にゆくからである。
μένει δʼ οὐδεὶς οὐδʼ ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοὶ, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν ἢ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν;
誰も留まらず、誰一人として単一の者ではない。 むしろわれわれは、回転し滑り落ちていく質料の、一つの幻影と共通の型枠の周りにおいて、多くの者となるのである。 そうでなければ、われわれが同じままで留まっているとして、なぜ以前とは異なるものたちを今は喜び、逆のものを愛したり憎んだり、称賛したり非難したりするのだろうか。
ἄλλοις δὲ χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες;
また、なぜ異なる言葉や異なる感情を用い、もはや同じ外見や形、あるいは知性を持たないのだろうか。
οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν. εἰκός, οὔτε μεταβάλλων ὁ αὐτός ἐστιν·
変化なしに異なる経験をすることはありそうにないし、変化する者が同じであることもない。
εἰ δʼ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδʼ ἔστιν, ἀλλὰ τοῦτʼ αὐτὸ μεταβάλλει γιγνόμενοσἕτερος ἐξ ἑτέρου.
もし同じでないなら、存在することすらなく、まさにこのこと自体が、次から次へと異なる者へと変化しているのである。
ψεύδεται δʼ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.
そして、感覚は、存在するものを知らぬがゆえに、現れているものが存在しているのだと偽るのである。 」

語釈・文法注

  1. 391fπρότερον ἢ ... ἐπεξελθεῖν — 接続表現 πρότερον ἤ(〜より前に)の後ろに対格不定詞(ここでは主語が一般称のため省略、不定詞 ἐπεξελθεῖν のみ)が続く構文。主節の動詞が未来時制(ἀναλώσει)であっても、この接続表現自体は単に「〜する前に」という時間的先行関係を表す。
  2. 392bτῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν — 冠詞付き不定詞の与格(τῷ + 不定詞)であり、手段・方法(〜を同じ場所に押しつけて集めることによって)を表す。
  3. 392cταῖς ἐπιγιγνομέναις — 女性複数与格分詞であり、文脈上、直前の女性名詞 γενέσεις καὶ ἡλικίας を受け、現在分詞 φείρουσαν(〜を消滅させながら)に伴う「手段・原因の与格」として機能している。「後に続くもの(世代や年齢)によって」の意。

この箇所を引用する

プルタルコス, デルポイのEについて §17-18. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:17-18

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。