Humanitext Reader

普鲁塔克 · 论德尔斐的E §17-18

阿蒙尼乌斯论你是与真实存在的不变性

第 8 段,共 10 段 · 希腊语

内容简介

阿蒙尼乌斯排除了对“E”的神秘数字赞美,主张它代表对神的称呼“你是”,并将凡俗不断变化的流变本性与真实存在的不变本性进行了对比。

§17ὁ δʼ Ἀμμώνιος, ἅτε δὴ καὶ αὐτὸς οὐ τὸ φαυλότατον ἐν μαθηματικῇ φιλοσοφίας τιθέμενος, ἥσθη τε τοῖς λεγομένοις καὶ εἶπεν οὐκ ἄξιον πρὸς ταῦτα λίαν ἀκριβῶς ἀντιλέγειν τοῖς νέοις, πλὴν ὅτι τῶν ἀριθμῶν ἕκαστος οὐκ ὀλίγα βουλομένοις ἐπαινεῖν καὶ ὑμνεῖν παρέξει.
阿蒙尼乌斯因为自己也绝非将哲学中最微不足道的部分置于数学之中,因而对所说的话感到高兴,并说道:“对于这些,我们不值得对年轻人反驳得过于严苛,只除了一点:每一个数字,都会给那些想要赞美和歌颂它们的人提供不少素材。
καὶ τί δεῖ περὶ τῶν ἄλλων λέγειν;
又何必谈论其他数字呢?
ἡ γὰρ ἱερὰ τοῦ Ἀπόλλωνος ἑβδομὰς ἀναλώσει τὴν ἡμέραν πρότερον ἢ λόγῳ τὰς δυνάμεις αὐτῆς ἁπάσας ἐπεξελθεῖν.
因为阿波罗的神圣之七,在用言语阐明其所有力量之前,就会先耗尽一整天。
εἶτα τῷ κοινῷ νόμῳ πολεμοῦντας ἅμα καὶ τῷ πολλῷ χρόνῳ τοὺς σοφοὺς ἀποφανοῦμεν ἄνδρας, εἰ τὴν ἑβδομάδα τῆς προεδρίας παρώσαντες τῷ θεῷ τὴν πεμπάδα καθιέρωσαν ὡς μᾶλλόν τι προσήκουσαν.
那么,如果智者们推开七的首席地位,而将五作为某种更契合之物献给神,我们岂不是要表明他们同时在向共同的习俗和长久的时间宣战?
οὔτʼ οὖν ἀριθμὸν οὔτε τάξιν οὔτε σύνδεσμον οὔτʼ ἄλλο τῶν ἐλλιπῶν μορίων οὐδὲν οἶμαι τὸ γράμμα σημαίνειν· ἀλλʼ ἔστιν αὐτοτελὴς τοῦ θεοῦ προσαγόρευσις καὶ προσφώνησις, ἅμα τῷ ῥήματι τὸν φθεγγόμενον εἰς ἔννοιαν καθιστᾶσα τῆς τοῦ θεοῦ δυνάμεως.
因此,我认为这个字母既不表示数字,也不表示顺序、连接词,或任何其他不完整的成分;相反,它是对神的一种自足的称呼和问候,在说出这个词的同时,让发声者对神的力量产生认识。
ὁ μὲν γὰρ θεὸς ἕκαστον ἡμῶν ἐνταῦθα προσιόντα οἷον ἀσπαζόμενος προσαγορεύει τὸ γνῶθι σαυτόν, ὃ δὴ τοῦ χαῖρε οὐδὲν μεῖόν ἐστιν.
因为,神似乎在欢迎我们每一个来到这里的人,向我们致以‘认识你自己’的问候,这绝不亚于‘祝你快乐’。
ἡμεῖς δὲ πάλιν ἀμειβόμενοι τὸν θεὸν εἶ φαμέν, ὡς ἀληθῆ καὶ ἀψευδῆ καὶ μόνην μόνῳ προσήκουσαν τὴν τοῦ εἶναι προσαγόρευσιν ἀποδιδόντες.
而我们反过来回应神说‘你是’,以此将关于存在的称呼奉献给祂,作为真实、无妄、且仅属于祂一者的称呼。
§18Ἡμῖν μὲν γὰρ ὄντως τοῦ εἶναι μέτεστιν οὐδέν, ἀλλὰ πᾶσα θνητὴ φύσις ἐν μέσῳ γενέσεως καὶ φθορᾶς γενομένη φάσμα παρέχει καὶ δόκησιν ἀμυδρὰν καὶ ἀβέβαιον αὑτῆς· ἂν δὲ τὴν διάνοιαν ἐπερείσῃς λαβέσθαι βουλόμενος, ὥσπερ ἡ σφοδρὰ περίδραξις ὕδατος τῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν διαρρέον ἀπόλλυσι τὸ περιλαμβανόμενον, οὕτω τῶν παθητῶν καὶ μεταβλητῶν ἑκάστου τὴν ἄγαν ἐνάργειαν ὁ λόγος διώκων ἀποσφάλλεται τῇ μὲν εἰς τὸ γιγνόμενον αὐτοῦ τῇ δʼ εἰς τὸ φθειρόμενον, οὐδενὸς λαβέσθαι μένοντος οὐδʼ ὄντος ὄντως δυνάμενος.
因为我们实际上与存在毫无份,而一切凡俗的天性,处于生成与消灭之中,只呈现出关于其自身的、模糊且不稳定的幻影和表象;如果你倾注心智想要把握它,就像用力紧握流水,通过将其向一处挤压和汇聚,反而会因为流失而失去所包围之物一样,理性追逐那些受动且易变之物的过度明晰性,也会因为一会儿倒向其生成,一会儿倒向其消灭而落空,无法把握任何存留或真正存在的东西。
ποταμῷ γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷ αὐτῷ καθʼ Ἡράκλειτον οὐδὲ θνητῆς οὐσίας δὶς ἅψασθαι κατὰ ἕξιν ἀλλʼ ὀξύτητι καὶ τάχει μεταβολῆς σκίδνησι καὶ πάλιν συνάγει, μᾶλλον δʼ οὐδὲ πάλιν οὐδʼ ὕστερον ἀλλʼ ἅμα συνίσταται καὶ ἀπολείπει καὶ πρόσεισι καὶ ἄπεισι, ὅθεν οὐδʼ εἰς τὸ εἶναι περαίνει τὸ γιγνόμενον αὐτῆς τῷ μηδέποτε λήγειν μηδʼ ἵστασθαι τὴν γένεσιν, ἀλλʼ ἀπὸ σπέρματος ἀεὶ μεταβάλλουσαν ἔμβρυον ποιεῖν εἶτα βρέφος εἶτα παῖδα, μειράκιον ἐφεξῆς, νεανίσκον, εἶτʼ ἄνδρα, πρεσβύτην, γέροντα, τὰς πρώτας φθείρουσαν γενέσεις καὶ ἡλικίας; ταῖς ἐπιγιγνομέναις.
因为,正如赫拉克利特所说,人不能两次跨入同一条河流,也无法在同一状态下两次触及凡俗的本质,而是由于变化的剧烈与迅速,它散开并再次聚合,或者更确切地说,不是再次也不是在后,而是同时确立又消失,走近又离去;因此,其生成由于从不停止也从不静止,根本无法进入存在,而是不断地从种子发生变化,制造出胚胎,然后是婴儿,然后是孩童,接着是少年、青年,然后是壮年、初老、老年,通过后继的生成和年龄消灭先前的生成和阶段。
ἀλλʼ ἡμεῖς ἕνα φοβούμεθα γελοίως θάνατον, ἢδη τοσούτους τεθνηκότες καὶ θνήσκοντες.
但我们却滑稽地害怕单一的死亡,尽管我们已经经历并正在经历如此多的死亡。
οὐ γὰρ μόνον, ὡς Ἡράκλειτος ἔλεγε, πυρὸς θάνατος ἀέρι γένεσις, καὶ ἀέρος θάνατος; ὕδατι γένεσις, ἀλλʼ ἔτι σαφέστερον ἐπʼ αὐτῶν ἡμῶν· φθείρεται μὲν μὲν γὰρ ὁ ἀκμάζων γενομένου γέροντος, ἐφθάρη δʼ ὁ νέος εἰς τὸν ἀκμάζοντα, καὶ ὁ παῖς; εἰς τὸν νέον, εἰς δὲ τὸν παῖδα τὸ νήπιον ὃ τʼ ἐχθὲς εἰς τὸν σήμερον τέθνηκεν, ὁ δὲ σήμερον εἰς τὸν αὔριον ἀποθνήσκει; μένει δʼ οὐδεὶς οὐδʼ ἔστιν εἷς, ἀλλὰ γιγνόμεθα πολλοὶ, περὶ ἕν τι φάντασμα καὶ κοινὸν ἐκμαγεῖον ὕλης περιελαυνομένης καὶ ὀλισθανούσης ἐπεὶ πῶς οἱ αὐτοὶ μένοντες ἑτέροις χαίρομεν νῦν, ἑτέροις πρότερον, τἀναντία φιλοῦμεν ἢ μισοῦμεν καὶ θαυμάζομεν καὶ ψέγομεν;
因为不仅像赫拉克利特所说的那样,‘火的死亡是空气的生成,空气的死亡是水的生成’,而且在我们自己身上更显明白:因为当老人产生时,壮年人就消灭了;青年人消灭而成为壮年人,孩童消灭而成为青年人,婴儿消灭而成为孩童;昨天的我已向今天的我死去了,今天的我正向明天的我死去;没有人留存,也没有人是单一的,而是在一个旋转并滑落的质料的单一幻影和共同模具周围,我们变成了许多人;否则,如果我们保持相同,为什么我们现在喜欢一些事物而以前喜欢另一些,热爱或憎恨相反的事物,赞美或谴责相反的事物?
ἄλλοις δὲ χρώμεθα λόγοις ἄλλοις πάθεσιν, οὐκ εἶδος οὐ μορφὴν οὐ διάνοιαν ἔτι τὴν αὐτὴν ἔχοντες;
为什么我们使用不同的言语,拥有不同的情感,不再具有相同的外貌、形状或思想?
οὔτε γὰρ ἄνευ μεταβολῆς ἕτερα πάσχειν. εἰκός, οὔτε μεταβάλλων ὁ αὐτός ἐστιν· εἰ δʼ ὁ αὐτὸς οὐκ ἔστιν, οὐδʼ ἔστιν, ἀλλὰ τοῦτʼ αὐτὸ μεταβάλλει γιγνόμενοσἕτερος ἐξ ἑτέρου.
因为没有变化而承受不同的体验是不可思议的,而发生变化的人也不再是同一个人;如果他不是同一个人,他甚至并不存在,而是这本身就在发生变化,从一个变成另一个。
ψεύδεται δʼ ἡ αἴσθησις ἀγνοίᾳ τοῦ ὄντος εἶναι τὸ φαινόμενον.
而感觉由于对存在者的无知,便撒谎说显现的东西存在。 ”

词汇与语法注释

  1. 391fπρότερον ἢ ... ἐπεξελθεῖν — 接在连接词 πρότερον ἤ(在……之前)之后的不定式结构(此处主语泛指而省略,仅留不定式 ἐπεξελθεῖν)。即使主句动词为将来时(ἀναλώσει),该短语仍表示单纯的时间先后关系。
  2. 392bτῷ πιέζειν εἰς ταὐτὸ καὶ συνάγειν — 冠词限定不定式的与格(τῷ + 不定式),在句中作为手段/方式状语(“通过将其挤压并汇聚到一处”)。
  3. 392cταῖς ἐπιγιγνομέναις — 阴性复数与格分词,在语义上对应前文的阴性名词 γενέσεις καὶ ἡλικίας,作为工具/手段与格修饰分词 φθείρουσαν(消灭),意为“通过后继的(世代与年龄)”。

引用这一段

普鲁塔克, 论德尔斐的E §17-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg090.humanitext-grc2:17-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。