§7τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς
εὐφημεῖν χρὴ κἀξίστασθαι
τοὺς ἀπράκτους καὶ ἀπολιτεύτους καὶ ἀστρατεύτους,
ὅστις
ἄτολμος πρὸς ἔργα τοιαῦτα
καὶ γνώμῃν μὴ καθαρεύει,
μηδὲ Μιλτιάδου τοῦ μηδοφόνου μηδὲ τοῦ περσοκτόνου Θεμιστοκλέους χειρὸς
βακχεῖʼ ἐτελέσθη.
他方、今度はここから進み出る将軍たちを観察しよう。 彼らが通り過ぎるとき、まことに静粛にすべし、立ち去るべきである、無益で、政治に関わらず、軍務に就かない者たちは。 そのような事業に対して臆病であり、心が清らかでない者は誰であれ、また、メディア人を殺したミルティアデス、あるいはペルシア人を屠ったテミストクレスの手による(戦いという)秘儀を伝授されていない者は。
Ἀρήιος ὁ κῶμος οὗτος ἐκ γῆς ἅμα φάλαγξι καὶ στόλοις ἐκ θαλάττης καὶ μεμειγμένοις σκύλοις καὶ τροπαίοις βεβριθώς.
この練り歩きはアレスの戦いのものであり、陸からは重装歩兵密集陣、海からは艦隊、そして混じり合った戦利品と戦勝記念碑によって重々しく満たされている。
"
κλῦθʼ Ἀλαλά, Πολέμου θύγατερ,
ἐγχέων προοίμιον, ᾇ θύεται
ἄνδρες τὸν ἱρόθυτον θάνατον,
"
ὡς ὁ Θηβαῖος Ἐπαμεινώνδας εἶπεν, ὑπὲρ πατρίδος καὶ τάφων καὶ ἱερῶν ἐπιδιδόντες ἑαυτοὺς τοῖς καλλίστοις καὶ λαμπροτάτοις ἀγῶσιν.
"聞け、鬨の声よ、戦争の娘、槍の序奏よ、それのために、男たちは自らを聖なる生贄としての死に捧げるのだ "とテーバイのエパメイノンダスが言ったように、祖国と墓と神殿のために、最も美しく最も輝かしい戦いに自らを捧げながら。
ὧν τὰς Νίκας ὁρᾶν μοι δοκῶ προσερχομένας, οὐ βοῦν ἔπαθλον ἑλκούσας ἢ τράγον, οὐδʼ ἀνεστεμμένας κιττῷ καὶ Διονυσιακῆς τρυγὸς ὀδωδυίας;
それらの戦いの勝利の女神たちが近づいてくるのが私には見えるように思われる。 彼女たちは賞品の牛や山羊を引いているだろうか、あるいはキヅタの冠を被りディオニュソス祭の新酒の匂いを漂わせているだろうか。
ἀλλʼ ὅλαι μὲν πόλεις αὐτῶν εἰσι καὶ νῆσοι καὶ ἤπειροι, καὶ ναοὶ χιλιοτάλαντοι καὶ δήμων ἀποικισμοὶ μυρίανδροι, τροπαίοις δὲ παντοδαποῖς ἀναστέφονται καὶ λαφύροις·
いや、そうではなく、彼女たちのものは都市全体や島々、大陸であり、また千タラントンの価値がある神殿や一万人規模の民衆の植民都市であり、あらゆる種類の戦勝記念碑や戦利品によって戴冠されている。
ὧν ἀγάλματα καὶ σύμβολα παρθενῶνες ἑκατόμπεδοι, νότια τείχη, νεώσοικοι, προπύλαια, Χερρόνησος, Ἀμφίπολις.
それらの記念像やシンボルとは、百フィートの処女神殿、南の城壁、船首格納庫、プロピュライア、ヘルソネソス、アンフィポリスである。
Μαραθὼν τὴν Μιλτιάδου Νίκην προπέμπει, καὶ Σαλαμὶς τὴν Θεμιστοκλέους, χιλίων σκαφῶν ναυαγίοις ἐπιβεβηκυῖαν.
マラトンはミルティアデスの勝利を送り出し、サラミスはテミストクレスのそれを、千隻の船の残骸を踏み越えて送り出す。
φέρει δʼ ἡ μὲν Κίμωνος τριήρεις ἑκατὸν Φοινίσσας ἀπʼ Εὐρυμέδοντος, ἡ δὲ Δημοσθένους καὶ Κλέωνος ἀπὸ Σφακτηρίας τὴν Βρασίδου ἀσπίδʼ αἰχμάλωτον καὶ δεδεμένους Σπαρτιάτας.
そして、キモンの勝利はエウリュメドンからフェニキアの三段櫂船百隻を運び、デモステネスとクレオンの勝利はスファクテリアから捕虜となったブラシダスの盾と縛られたスパルタ人たちを運ぶ。
τειχίζει δὲ τὴν πόλιν ἡ Κόνωνος, ἡ δὲ Θρασυβούλου κατάγει τὸν δῆμον ἀπὸ φυλῆς ἐλεύθερον, αἱ δὲ Ἀλκιβιάδου περὶ Σικελίαν ὀλισθοῦσαν τὴν πόλιν ἐγείρουσιν·
コノンの勝利は都市の城壁を築き、トラシュブロスのそれは、フュレから民衆を自由な身として帰還させ、アルキビアデスの勝利は、シケリアを巡ってつまずきかけていた都市を立ち上がらせる。
ἐκ δὲ τῶν Νείλεω καὶ Ἀνδρόκλου περὶ Λυδίαν καὶ Καρίαν ἀγώνων Ἰωνίαν ἀνισταμένην ἐπεῖδεν ἡ Ἑλλάς.
また、ネイレウスとアンドロクロスによるリュディアとカリアでの戦いから、再興するイオニアをギリシアは見守った。
τῶν δʼ ἄλλων ἑκάστης ἂν πύθῃ τί τῇ πόλει γέγονεν ἐξ αὐτῆς ἀγαθόν, ἡ μὲν ἐρεῖ Λέσβον, ἡ δὲ Σάμον, ἡ δὲ Κύπρον, ἡ δὲ Πόντον Εὔξεινον, ἡ δὲ πεντακοσίας τριήρεις, ἡ δὲ μυρία τάλαντα, προῖκα τῆς δόξης καὶ τῶν τροπαίων.
他の勝利のそれぞれについて、それ自体から都市にいかなる恩恵がもたらされたかを尋ねるなら、ある勝利はレスボスを、別の勝利はサモスを、別の勝利はキプロスを、別の勝利は黒海を、また別の勝利は五百隻の三段櫂船を、また別の勝利は一万タラントンを、名声と戦勝記念碑の贈り物として挙げるだろう。
ταῦθʼ ἡ πόλις ἑορτάζει καὶ ὑπὲρ τούτων θύει τοῖς θεοῖς, οὐκ ἐπὶ ταῖς Αἰσχύλου νίκαις ἢ Σοφοκλέους·
都市が祭りを行い、神々に生贄を捧げるのはこれらの勝利のためであり、アイスキュロスやソフォクレスの勝利のためではない。
οὐδʼ ὅτε Καρκίνος Ἀερόπῃ εὐτύχει ἢ Ἕκτορι Ἀστυδάμας, ἀλλʼ ἕκτῃ μὲν ἱσταμένου Βοηδρομιῶνος ἐσέτι νῦν τὴν ἐν Μαραθῶνι νίκην ἡ πόλις ἑορτάζει· ἕκτῃ δʼ ἐπὶ δέκα τοῦ μηνὸς οἰνοχοεῖται τῆς Χαβρίου περὶ Νάξον ἐπινίκια ναυμαχίας·
また、カルキノスが『アエロペ』で、あるいはアステュダマスが『ヘクトル』で成功したときのためでもない。 そうではなく、現在に至るまで、ボエドロミオン月の初めの六日に、都市はマラトンにおける勝利を祭り、同月の十六日にはナクソス近海でのハブリアスの海戦の勝利のために祝杯の酒が注がれる。
τῇ δὲ δωδεκάτῃ χαριστήρια ἔθυον ἐλευθερίας·
また、十二日には、自由への感謝の生贄を捧げた。
ἐν ἐκείνῃ γὰρ οἱ ἀπὸ Φυλῆς κατῆλθον.
その日にフュレからの人々が帰還したからである。
τρίτῃ δʼ ἱσταμένου τὴν ἐν Πλαταιαῖς μάχην ἐνίκων.
また、初めの三日には、プラタイアイにおける戦闘で勝利した。
τὴν δὲ ἕκτην ἐπὶ δέκα τοῦ Μουνιχιῶνος Ἀρτέμιδι καθιέρωσαν, ἐν ᾗ τοῖς Ἕλλησι περὶ Σαλαμῖνα νικῶσιν ἐπέλαμψεν ἡ θεὸς πανσέληνος.
そしてムニキオン月の十六日をアルテミスに捧げた。 その日、サラミスで勝利するギリシア人たちに、女神が満月を輝かせたからである。
τὴν δὲ δωδεκάτην τοῦ Σκιρροφοριῶνος ἱερωτέραν ἐποίησεν ὁ Μαντινειακὸς ἀγών, ἀπὸ τῶν ἄλλων συμμάχων ἐκβιασθέντων καὶ τραπέντων, μόνοι τὸ καθʼ ἑαυτοὺς νικήσαντες ἔστησαν τρόπαιον ἀπὸ τῶν νικώντων πολεμίων.
また、スキロフォリオン月の十二日をより聖なるものにしたのは、マンティネイアの戦いであった。 他の同盟国が圧迫されて敗走する中、アテナイ人だけが自分たちの持ち場で勝利を収め、勝利しつつあった敵に対して戦勝記念碑を建てたのである。
ταῦτα τὴν πόλιν ᾖρεν εἰς δόξαν, ταῦτα εἰς μέγεθος·
これらが都市を栄光へと高め、これらが都市を偉大さへと導いた。
ἐπὶ τούτοις Πίνδαρος
"ἔρεισμα τῆς Ἑλλάδος"
προσεῖπε τὰς Ἀθήνας, οὐχ ὅτι ταῖς Φρυνίχου τραγῳδίαις καὶ Θέσπιδος ὤρθουν τοὺς Ἕλληνας, ἀλλʼ ὅτι πρῶτον, ὥς φησιν αὐτός, ἐπʼ Ἀρτεμισίῳ
"παῖδες Ἀθαναίων ἐβάλοντο φαεννὰν κρηπῖδʼ ἐλευθερίας· "
ἐπί τε Σαλαμῖνι καὶ Μυκάλῃ καὶ Πλαταιαῖς ὥσπερ ἀδαμαντίνοις στηρίξαντες τὴν ἐλευθερίαν τῆς Ἑλλάδος παρέδοσαν τοῖς ἄλλοις ἀνθρώποις.
これらの理由によって、ピンダロスはアテナイを「ギリシアの支え」と呼んだのであり、フリュニコスの悲劇やテスピスの悲劇によってギリシア人を立ち上がらせたからではなく、彼自身が言うように、アルテミシオンにおいて最初に「アテナイの子らが、自由の輝かしい基礎を築いた」からであり、サラミス、ミカレ、プラタイアイにおいて、ギリシアの自由を金剛石のように堅固に据え、他の人々へと伝えたからである。