Humanitext Reader

プルタルコス · アテナイ人の名声は戦争によるか知恵によるか §3-4

詩と絵画の模倣と歴史家の鮮明な描写

2 / 5 箇所 · ギリシア語

要旨

絵画と詩、歴史叙述の間の模倣という共通の目的を論じ、歴史家の書く鮮明な描写の価値を示すとともに、実際の行動者たちの偉大さが言葉の美しさを支えていることをいくつかの逸話を交えて説明している。

§3πλὴν ὁ Σιμωνίδης τὴν μὲν ζωγραφίαν ποίησιν σιωπῶσαν προσαγορεύει, τὴν δὲ ποίησιν ζωγραφίαν λαλοῦσαν.
もっとも、シモニデスは絵画を「沈黙せる詩」と呼び、詩を「話す絵画」と呼んでいる。
ἃς γάρ οἱ ζωγράφοι πράξεις ὡς γιγνομένας δεικνύουσι, ταύτας οἱ λόγοι γεγενημένας διηγοῦνται καὶ συγγράφουσιν.
なぜなら、画家たちがまさに行われていることとして示す事績を、言葉はすでに起こったこととして詳しく語り、記録するからである。
εἰ δʼ οἱ μὲν χρώμασι καὶ σχήμασιν, οἱ δʼ ὀνόμασι καὶ λέξεσι ταὐτὰ δηλοῦσιν, ὕλῃ καὶ τρόποις μιμήσεως διαφέρουσι, τέλος δʼ ἀμφοτέροις ἓν ὑπόκειται, καὶ τῶν ἱστορικῶν κράτιστος ὁ τὴν διήγησιν ὥσπερ γραφὴν πάθεσι καὶ προσώποις εἰδωλοποιήσας.
一方が色と形によって、他方が言葉と表現によって同じものを表すのだとすれば、それらは素材と模倣の方法において異なっているものの、両者に共通して置かれている目的は一つである。 そして歴史家の中で最も優れているのは、あたかも絵画のように、その叙述を情念や登場人物によって生き生きと描き出した者である。
ὁ δʼ οὗν Θουκυδίδης ἀεὶ τῷ λόγῳ πρὸς ταύτην ἁμιλλᾶται τὴν ἐνάργειαν αν, οἷον θεατὴν ποιῆσαι τὸν ἀκροατὴν καὶ τὰ γιγνόμενα περὶ τοὺς ὁρῶντας ἐκπληκτικὰ καὶ ταρακτικὰ πάθη τοῖς ἀναγινώσκουσιν ἐνεργάσασθαι λιχνευόμενος.
現にトゥキュディデスは、自らの言葉において常にこの「鮮明さ」を目指して競い合っており、聞き手を聞き手ではなく目撃者にし、読者の心に、目撃者たちが抱くような驚愕や動揺をもたらす情念を呼び起こそうと熱望している。
ὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης, καί. ὁ δʼ τὸν κυβερνήτην ἐπισπέρχων Βρασίδας ἐξοκέλλειν καί, χωρῶν ἐπί, τὴν ἀποβάθραν καὶ τραυματιζόμενος καὶ λιποφυχῶν καὶ ἀποκλίνων εἰς τὴν παρεξειρεσίαν, καὶ οἱ πεζομαχοῦντες μὲν ἐκ θαλάττης Λακεδαιμόνιοι, ναυμαχοῦντες δʼ ἀπὸ γῆς Ἀθηναῖοι·
なぜなら、ピュロスのまさにその砕け散る波際でアテナイ人を整列させているデモステネスや、操舵手に船を乗り上げるよう促すブラシダス、そして彼がタラップへと進み、傷つき、気を失って船の舷側へと倒れ込む様子、また陸地から海に向かって戦うペロポネソス人と、船から陸地に向かって戦うアテナイ人の姿。
καὶ πάλιν ὁ ἐν τοῖς Σικελικοῖς ἐκ τῆς γῆς πεζὸς ἀμφοτέρων, ἰσορρόπου τῆς ναυμαχίας καθεστηκυίας, ἄληκτον ἀγῶνα καὶ ξύντασιν τῆς γνώμης ἔχων διὰ τὰς συντάξεις, καὶ, διὰ τὸ ἀκρίτως συνεχὲς τῆς ἁμίλλης καὶ τοῖς σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς συναπονεύων τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν γινομένων γραφικῆς ἐναργείας ἐστίν.
さらに、シケリアの戦いにおいて、海戦の勝敗が決しない中で、あきらめのつかない闘争心と極度の精神的緊張を抱えつつ、形勢の揺らぎに応じて、その体そのものをも恐怖のあまり心象の傾きと同じように一緒に傾ける陸上の歩兵たちの姿。 これらはすべて、その構成と出来事の描写において、絵画的な鮮明さに満ちている。
ὣστʼ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.
それゆえ、画家を将軍と比較することが適切でないならば、歴史家を(将軍と)比較することもやめよう。
τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος ὁ Ἐροιεύς·
さて、マラトンにおける戦いについては、ポントスのヘラクレイデスが記録するところによれば、エロイアイ区のテルシッポスが報告したという。
οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα, δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, τοσοῦτο μόνον εἰπεῖν, χαίρετε·
しかし、大半の記述が伝えるところでは、エウクレスが武装したまま戦闘の熱気も冷めやらぬうちに走り、指導者たちの家の戸口に倒れ込んで、ただこれだけを言ったという。 「お健やかに。
νικῶμεν , εἶτʼ εὐθὺς ἐκπνεῦσαι.
我らは勝利せり」そして直ちに息を引き取ったと。
πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος.
ともかく、この男は自ら戦闘の当事者となって自ら報告に来たのである。
φέρε δʼ εἴ τις ὑπὲρ λόφου τινὸς ἢ σκοπῆς αἰπόλων ἢ βοτήρων τοῦ ἀγῶνος ἄπωθεν γενόμενος θεατὴς, καὶ κατιδὼν τὸ μέγα καὶ παντὸς λόγου μεῖζον ἐκεῖνο ἔργον ἧκεν εἰς τὴν πόλιν ἄτρωτος ἄγγελος καὶ ἀναίμακτος, εἶτʼ ἠξίου τιμὰς ἔχειν ἃς Κυνέγειρος ἔσχεν, ἃς Καλλίμαχος, ἃς Πολύζηλος, ὅτι τὰς τούτων ἀριστείας καὶ τραύματα καὶ θανάτους ἀπήγγειλεν·
だが、仮に誰か山の上か見張り台の羊飼いや牛飼いが、戦闘から遠く離れて目撃者となり、あの偉大にして言葉に尽くせぬ功績を見届け、傷も負わず血も流さずに使者として都市にやって来て、その上でキネイゲイロスやカッリマコス、ポリュゼロスが受けたような栄誉を要求したとしたらどうだろう。 彼らの武勇や傷、死を報告したというだけの理由で。
ἆρ’ οὐκ ἂν ἐδόκει πᾶσαν ὑπερβάλλειν ἀναίδειαν;
それはあらゆる無恥を極めたものと思われるではないか。
ὃπου γε Λακεδαιμονίους φασὶ τῷ τὴν ἐν Μαντινείᾳ φράσαντι νίκην, ἣν Θουκυδίδης ἱστόρηκεν, εὐαγγέλιον ἐκ φιδιτίου κρέας ἀποστεῖλαι.
実際、スパルタ人たちは、トゥキュディデスが記録したマンティネイアでの勝利を報告した者に対して、吉報の褒美として共同食堂から一切れの肉を送っただけだと言われている。
μὴν οἱ συγγράφοντες ἐξάγγελοί τινές εἰσι τῶν πράξεων εὔφωνοι καὶ τῷ λόγῳ διὰ τὸ κάλλος καὶ τὴν δύναμιν ἐξικνούμενοι, οἷς εὐαγγέλιον ὀφείλουσιν οἱ πρώτως ἐντυγχάνοντες καὶ ἱστοροῦντες.
しかし、歴史家たちはいわば事績の報告者であり、その言葉の美しさと力によって届くような美声の持ち主なのであり、彼らの書物を最初に手にして歴史を知る読者たちこそが、彼らに吉報の褒美を支払うべきなのである。
ἀμέλει δὲ καὶ ἐγκωμιάζονται μνημονευόμενοι καὶ ἀναγινωσκόμενοι διὰ τοὺς κατορθώσαντας·
当然ながら、彼らが記憶され、読まれて称賛されるのは、事績を成し遂げた人々のおかげである。
οὐ γὰρ οἱ λόγοι ποιοῦσι τὰς πράξεις ἀλλὰ διὰ τὰς πράξεις καὶ ἀκοῆς ἀξιοῦνται.
言葉が事績を生み出すのではなく、事績のおかげで言葉もまた聴くに値するものとみなされるからである。
§4καὶ γὰρ ἡ ποιητικὴ χάριν ἔσχε καὶ τιμὴν τῷ τοῖς πεπραγμένοις ἐοικότα λέγειν, ὡς Ὅμηρος ἔφη "ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
実際、詩が好意と名誉を得たのも、出来事に似たことを語るからであり、ホメロスが言ったように、「彼は多くの嘘を、真実に似せて語った」からである。
" λέγεται δὲ καὶ Μενάνδρῳ τῶν συνήθων τις εἰπεῖν, ἐγγὺς οὖν, Μένανδρε, τὰ Διονύσια, καὶ σὺ τὴν κωμῳδίαν οὐ πεποίηκας;
また、メナンドロスの知人の一人が次のように言ったと伝えられている。 「メナンドロスよ、ディオニュシア祭も近いというのに、君はまだ喜劇を制作していないのか」すると彼はこう答えた。
τὸν δὲ ἀποκρίνασθαι, νὴ τοὺς θεοὺς ἔγωγε πεποίηκα τὴν κωμῳδίαν·
「神々に誓って、私は喜劇をすでに制作し終えている。
ᾠκονόμηται γὰρ ἡ διάθεσις·
なぜなら、全体の構成は仕上がっているからだ。
δεῖ δʼ αὐτῇ τὰ στιχίδια ἐπᾷσαι, ὅτι καὶ αὐτοὶ τὰ πράγματα τῶν λόγων ἀναγκαιότερα καὶ κυριώτερα νομίζουσιν.
ただ、それに小気味よい詩句を添えて歌わせる必要があるだけだ」これは、彼ら自身も、言葉よりも出来事の方がより必要不可欠であり、より主導権を持つものであると考えているからである。
ἡ δὲ Κόριννα τὸν Πίνδαρον, ὄντα νέον ἔτι καὶ τῇ λογιότητι σοβαρῶς χρώμενον, ἐνουθέτησεν ὡς ἄμουσον ὄντα καὶ μὴ ποιοῦντα μύθους, ὃ τῆς ποιητικῆς ἔργον εἶναι συμβέβηκε, γλώσσας δὲ καὶ καταχρήσεις καὶ μεταφοράσεις καὶ μέλη καὶ ῥυθμοὺς δʼ ἡδύσματα τοῖς πράγμασιν ὑποτιθέντα.
また、コリンナは、まだ若く、その雄弁さを誇らしげに振る舞っていたピンダロスに対して、彼が神話(プロット)を作らないため詩の女神の恩恵にあずかっていないと戒めた。 神話こそが詩の本質的な役割であり、難語や転用、メタファー、旋律、リズムは出来事に対する甘味調味料にすぎないからである。
σφόδρʼ οὖν ὁ Πίνδαρος ἐπιστήσας τοῖς λεγομένοις ἐποίησεν ἐκεῖνο τὸ μέλος " Ἰσμηνὸν ἢ χρυσαλάκατον Μελίαν, ἢ Κάδμον ἢ Σπαρτῶν ἱερὸν γένος ἀνδρῶν, ἢ τὸ πάνυ σθένος Ἡρακλέους ἢ τὰν Διωνύσου πολυγαθέα τιμάν. " δειξαμένου δὲ τῇ Κορίννῃ γελάσασα ἐκείνη τῇ χειρὶ δεῖν ἔφη σπείρειν, ἀλλὰ μὴ ὅλῳ τῷ θυλάκῳ.
そこでピンダロスは、この言葉に深く留意し、かの詩歌を制作した。 「イスメノスか、あるいは黄金の紡錘を持つメリアを歌うべきか、あるいはカドモス、あるいはスパルタの聖なる生まれの男たちか、あるいはヘラクレスの絶大なる力か、あるいはディオニュソスの大いなる喜びの栄誉を歌うべきか」これをコリンナに見せると、彼女は笑って、手で播くべきであって、袋全体から(一気に)播くべきではないと言った。
τῷ γὰρ ὄντι συγκεράσας καὶ συμφορήσας πανσπερμίαν τινὰ μύθων ὁ Πίνδαρος εἰς τὸ μέλος ἐξέχεεν.
実際、ピンダロスは神話のあらゆる種を混ぜ合わせ、かき集めて、その詩歌に一気に注ぎ込んでいたのである。
ἀλλʼ ὅτι μὲν ἡ ποιητικὴ περὶ μυθοποιίαν ἐστί καὶ Πλάτων εἴρηκεν.
だが、詩の本質が神話創作にあるということは、プラトンも述べている。
ὁ δὲ μῦθος εἶναι βούλεται λόγος ψευδὴς ἐοικὼς ἀληθινῷ·
そして神話とは、真実に似た虚偽の言葉であろうとする。
διὸ καὶ πολὺ τῶν ἔργων ἀφέστηκεν, εἰ λόγος μὲν ἔργου, καὶ λόγου δὲ μῦθος εἰκὼν καὶ εἴδωλόν ἐστι.
それゆえ、神話は実際の事績からはるかに遠ざかっている。 もし言葉が事績の影であり、神話が言葉の似姿であり幻影であるとするならば。
καὶ τοσοῦτον τῶν ἱστορούντων οἱ πλάττοντες τὰς πράξεις ὑστεροῦσιν, ὅσον ἀπολείπονται τῶν πραττόντων οἱ λέγοντες.
そして、事績を創作する者(詩人)が歴史を記録する者(歴史家)に及ばない程度は、事績を語る者が事績を実際に行う者に及ばない程度と同じなのである。

語釈・文法注

  1. 347aεἰδωλοποιήσας — 分詞 εἰδωλοποιήσας は先行詞である ὁ(ὁ τὴν διήγησιν...)を修飾する形容詞的用法で、「(叙述を)生き生きと心像に描き出した者」という意味を構成する。先行詞である「最も優れた者(κράτιστος)」の具体的な定義を限定している。
  2. 347bὁ γὰρ παρὰ τὴν ῥαχίαν αὐτὴν τῆς Πύλου παρατάττων τοὺς Ἀθηναίους Δημοσθένης — トゥキュディデスからの引用部分(347b-c)は、主節の動詞を持たず、名詞と分詞のみが並列する構造になっている(省略あるいは列挙の形)。これは、生き生きとした歴史の場面そのものを名詞句の連続によって「提示(exhibit)」し、絵画的な鮮明さを直接体感させるための修辞的な工夫である。
  3. 348aδεῖν ἔφη σπείρειν — ἔφη(〜と言った)の目的語として、対格不定詞構文(いわゆる間接話法)の非人称動詞の不定詞 δεῖν(〜せねばならない)が使われており、その δεῖν の補足不定詞として σπείρειν が続いている。意味上の主語(種を播く者)は文脈上一般の人(またはピンダロス)を指すため対格として明示されていない。

この箇所を引用する

プルタルコス, アテナイ人の名声は戦争によるか知恵によるか §3-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg088.humanitext-grc3:3-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。