§1Ταῦτʼ ὀρθῶς μὲν ἐκεῖνος εἶπε πρὸς τοὺς μεθʼ ἑαυτὸν στρατηγούς, οἷς πάροδον ἐπὶ τὰς ὕστερον πράξεις ἔδωκεν ἐξελάσας τὸν βάρβαρον καὶ τὴν Ἑλλάδʼ ἐλευθερώσας·
これらは、あの男が、自分に続く将軍たちに対して正しく語った言葉であった。 彼は異民族を追い払い、ギリシアを解放することで、彼らにその後の事績への道を与えたのである。
ὀρθῶς δʼ εἰρήσεται καὶ πρὸς τοὺς ἐπὶ τοῖς λόγοις μέγα φρονοῦντας·
そして、言論に大いなる誇りを持っている人々に対しても、次のように語ることは正しいであろう。
ἂν γάρ ἀνέλῃς τοὺς πράττοντας, οὐχ ἕξεις τοὺς γράφοντας.
「もし君が実行者を取り除くなら、君は記述者を持つことはないだろう」と。
ἄνελε τὴν Περικλέους πολιτείαν καὶ τὰ ναύμαχα πρὸς Ῥίῳ Φορμίωνος τρόπαια καὶ τὰς περὶ Κύθηρα καὶ Μέγαρα καὶ Κόρινθον ἀνδραγαθίας Νικίου καὶ τὴν Δημοσθένους Πύλον καὶ τοὺς Κλέωνος τετρακοσίους αἰχμαλώτους καὶ Τολμίδαν Πελοπόννησον περιπλέοντα καὶ Μυρωνίδην νικῶντα Βοιωτοὺς ἐν Οἰνοφύτοις, καὶ Θουκυδίδης σοι διαγέγραπται.
ペリクレスの政治と、フォルミオンのリオン沖での海戦の勝利記念碑、ニキアスのキテラ、メガラ、コリントスでの武勇、デモステネスのピュロス、クレオンの四百人の捕虜、トルミデスがペロポネソスを周航したこと、ミュロニデスがオイノフュタでボイオティア人を破ったことを取り除いてみよ。 そうすれば、君にとってトゥキュディデスは抹消される。
ἄνελε τὰ περὶ Ἑλλήσποντον Ἀλκιβιάδου νεανιεύματα καὶ τὰ πρὸς Λέσβῳ Θρασύλλου καὶ τὴν ὑπὸ Θηραμένους τῆς ὀλιγαρχίας κατάλυσιν καὶ Θρασύβουλον καὶ Ἀρχῖνον καὶ τοὺς ἀπὸ Φυλῆς ἑβδομήκοντα κατὰ τῆς Σπαρτιατῶν ἡγεμονίας ἀνισταμένους καὶ Κόνωνα πάλιν ἐμβιβάζοντα τὰς Ἀθήνας εἰς τὴν θάλατταν, καὶ Κράτιππος ἀνῄρηται.
アルキビアデスのヘレスポントスでの果敢な行為、トラスュロスのレスボス沖での事績、テラメネスによる寡頭制の打倒、トラスュブロスとアルキノス、そしてスパルタの覇権に対して立ち上がったフュレからの七十人、コノンが再びアテナイを海へと乗り出させたことを取り除いてみよ。 そうすれば、クラティッポスは消え去る。
Ξενοφῶν μὲν γὰρ αὐτὸς ἑαυτοῦ γέγονεν ἱστορία, γράψας ἃ ἐστρατήγησε καὶ κατώρθωσε καὶ Θεμιστογένη περὶ τούτων συντετάχθαι τὸν Συρακόσιον, ἵνα πιστότερος ᾖ διηγούμενος ἑαυτὸν ὡς ἄλλον, ἑτέρῳ τὴν τῶν λόγων δόξαν χαριζόμενος.
なぜなら、クセノポン自身は、自分が将軍として指揮し成功したことを書き、これらについてはシラクサのテミストゲネスが著作を著したことにしておくことで、自分を他人のように叙述してより信頼性を高め、言論の栄誉を他人に分け与えたのだから、自らが自らの歴史となったのである。
οἱ δʼ ἄλλοι πάντες ἱστορικοί, Κλειτόδημοι Δίυλλοι Φιλόχορος Φύλαρχος, ἀλλοτρίων γεγόνασιν ἔργων ὥσπερ δραμάτων ὑποκριταί, τὰς τῶν στρατηγῶν καὶ βασιλέων πράξεις διατιθέμενοι καὶ ταῖς ἐκείνων ὑποδυόμενοι μνήμαις ἵνʼ ὡς αὐγῆς τινος καὶ φωτὸς μετάσχωσιν.
だが、他のすべての歴史家、すなわち、クレイトデモス、ディウロス、フィロコロス、フュラルコスらは、あたかも劇の役者のように、他人の行為の役者となったのであり、将軍や王たちの事績を構成し、彼らの記憶の中に身を潜めることで、何らかの輝きや光を分かち合おうとしたのである。
ἀνακλᾶται γὰρ ἀπὸ τῶν πραττόντων ἐπὶ τοὺς γράφοντας καὶ ἀναλάμπει δόξης εἴδωλον ἀλλοτρίας, ἐμφαινομένης διὰ τῶν λόγων τῆς πράξεως ὡς ἐν ἐσόπτρῳ.
なぜなら、栄光は実行者から記述者へと反射し、他人の栄光の幻影が、鏡の中に現れるように、言葉を通じて行為が示されることで光を放つからである。
§2πολλῶν μὲν δὴ καὶ ἄλλων ἡ πόλις ἥδε μήτηρ καὶ τροφὸς εὐμενὴς τεχνῶν γέγονε τὰς μὲν εὑραμένη καὶ ἀναφήνασα πρώτη, ταῖς δὲ δύναμιν προσθεῖσα καὶ τιμὴν καὶ αὔξησιν οὐχ ἥκιστα δʼ ὑπʼ αὐτῆς ζωγραφία προῆκται καὶ κεκόσμηται.
実に、この都市は他の多くの術の慈悲深い母であり乳母となってきた。 あるものは最初に発見して明らかにし、あるものには力と名誉と成長を与えた。 とりわけ彼女によって絵画は進歩し、装飾された。
καὶ γὰρ Ἀπολλόδωρος ὁ ζωγράφος, ἀνθρώπων πρῶτος ἐξευρὼν φθορὰν καὶ ἀπόχρωσιν σκιᾶς, Ἀθηναῖος ἦν·
というのも、人間の中で最初に影の減衰とぼかしを発見した画家アポロドロスはアテナイ人であったからだ。
οὗ τοῖς ἔργοις ἐπιγέγραπται
μωμήσεταί τις μᾶλλον ἢ μιμήσεται.
彼の作品にはこう記されている。 「人は模倣するよりはむしろ非難するだろう。
καὶ Εὐφράνωρ καὶ Νικίας καὶ Ἀσκληπιόδωρος καὶ Πάναινος ὁ Φειδίου ἀδελφός, οἱ μὲν στρατηγοὺς ἔγραψαν νικῶντας, οἱ δὲ μάχας, οἱ δʼ ἥρωας ὥσπερ Εὐφράνωρ τὸν Θησέα τὸν ἑαυτοῦ τῷ Παρρασίου παρέβαλε, λέγων τὸν μὲν ἐκείνου ῥόδα βεβρωκέναι, τὸν δʼ ἑαυτοῦ κρέα βόεια.
」また、エウフラノル、ニキアス、アスクレピオドロス、フェイディアスの兄弟パナイノスについて言えば、ある者は勝利する将軍を描き、ある者は戦闘を、ある者は英雄を描いた。 例えばエウフラノルは、自作のテセウスをパラシオスのものと比較し、パラシオスのものは薔薇を食べたようだが、自作のものは牛肉を食べたようだと述べた。
τῷ γὰρ ὄντι γλαφυρῶς ὁ Παρρασίου γέγραπται καὶ πεποίκιλται καί τι προσέοικε·
実際、パラシオスの描いたものは洗練され、色彩豊かで、何かに似ている。
τὸν δʼ Εὐφράνορος ἰδών τις εἶπεν οὐκ ἀφυῶς
"
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτʼ Ἀθήνη
θρέψε Διὸς θυγάτηρ.
一方で、エウフラノルのものを見たある人は、気の利いたようにこう言った。 "偉大なるエレクテウスの民、かつてゼウスの娘アテナが育てたもの。
"
γέγραφε δὲ καὶ τὴν ἐν Μαντινείᾳ πρὸς Ἐπαμεινώνδαν ἱππομαχίαν οὐκ ἀνενθουσιάστως Εὐφράνωρ.
"また、エウフラノルはマンティネイアにおけるエパメイノンダスに対する騎兵戦をも情熱を込めて描いた。
τὸ δʼ ἔργον ἔσχεν οὕτως·
実際の出来事は次のようであった。
Ἐπαμεινώνδας Θηβαῖος ἀπὸ τῆς ἐν Λεύκτροις μάχης ἀρθεὶς μέγας ἐπεμβῆναι τῇ Σπάρτῃ πεσούσῃ καὶ πατῆσαι τὸ φρόνημα καὶ τὸ ἀξίωμα τῆς πόλεως ἠθέλησε.
テバイ人のエパメイノンダスは、レウクトラの戦いの後に高揚し、倒れたスパルタを踏みつけ、その都市の誇りと尊厳を蹂躙しようと欲した。
καὶ πρῶτα μὲν ἐμβαλὼν ἑπτὰ μυριάσι στρατοῦ διεπόρθησε τὴν χώραν καὶ τοὺς περιοίκους ἀπέστησεν αὐτῶν·
そしてまず、七万の軍勢を率いて侵入し、その地を略奪し、周辺住民を離反させた。
ἔπειτα περὶ Μαντίνειαν ἀντιτεταγμένους εἰς μάχην προυκαλεῖτο·
次にマンティネイア付近で戦列を整え、彼らを戦いへと誘い出そうとした。
μὴ βουλομένων δὲ μηδὲ τολμώντων, ἀλλὰ τὴν Ἀθήνηθεν ἐπικουρίαν ἐκδεχομένων, νυκτὸς ἄρας καὶ λαθὼν ἅπαντας εἰς τὴν Λακωνικὴν κατέβη, καὶ μικροῦ ἔφθη τὴν πόλιν ἔρημον ἐξ ἐφόδου λαβεῖν καὶ κατασχεῖν.
だが彼らが望まず、あえてしようともせず、アテナイからの援軍を待ち望んでいたため、夜に軍を起こして皆を欺いてラコニカへと下り、もう少しで、誰もいない都市を急襲によって誰よりも先に奪い、占領するところであった。
αἰσθομένων δὲ τῶν συμμάχων καὶ βοηθείας ταχείας πρὸς τὴν πόλιν γενομένης, ὕπειξε μὲν ὡς αὖθις ἐπὶ λεηλασίαν καὶ φθορὰν τῆς χώρας τρεψόμενος·
しかし、同盟軍が気づいて都市への迅速な救援が行われると、彼は再びその地を略奪し破壊するかのように見せて退却した。
ἐξαπατήσας δὲ καὶ κατακοιμίσας οὕτω τοὺς πολεμίους ἀνέζευξε νυκτὸς ἐκ τῆς Λακωνικῆς·
しかし敵をだまして油断させた後、夜にラコニカから撤退した。
καὶ διαδραμὼν τὴν μεταξὺ χώραν ἐπεφαίνετο τοῖς Μαντινεῦσιν ἀπροσδόκητος διαβουλευομένοις καὶ αὐτοῖς ἀκμὴν τοῦ πέμπειν τὴν εἰς Λακεδαίμονα βοήθειαν καὶ εὐθέως ὁπλίζεσθαι προσέταξε τοῖς Θηβαίοις.
そして中間の地を駆け抜け、マンティネイア市民のもとへ不意に現れた。 彼らはちょうどラケダイモンへ救援を送る真っ最中であり、直ちにテバイ人に武装するよう命じた。
οἱ μὲν οὖν Θηβαῖοι μέγα φρονοῦντες ἐν τοῖς ὅπλοις ἐπεφέροντο καὶ περιελάμβανον κύκλῳ τὰ τείχη], τῶν δὲ Μαντινέων ἔκπληξις ἦν καὶ ἀλαλαγμὸς καὶ διαδρομή, ὡς ῥεῦμα τὴν δύναμιν ἀθρόαν ἐμπίπτουσαν ὤσασθαι μὴ δυναμένων μηδʼ ἐπινοούντων βοήθειαν.
そこでテバイ人は大いに意気揚々と武装して進撃し、城壁を包囲しようとした。 一方でマンティネイア人には、押し寄せる大軍という濁流を押し返すこともできず、救援を考案することもできず、驚愕と叫びと狼狽があった。
ἐν τούτῳ δὲ καιροῦ καὶ τύχης Ἀθηναῖοι κατέβαινον ἀπὸ τῶν ἄκρων εἰς τὴν Μαντινικὴν οὐκ εἰδότες τὴν ῥοπὴν οὐδὲ τὴν ὀξύτητα τοῦ ἀγῶνος, ἀλλʼ ὁδῷ πορευόμενοι καθʼ ἡσυχίαν ὡς δέ τις ἀστῶν ἐκδραμὼν ἀπήγγειλε τὸν κίνδυνον, ὀλίγοι μὲν ὄντες ὡς πρὸς τὸ πλῆθος τῶν πολεμίων, ἐξ ὁδοῦ δὲ κεκμηκότες, οὐδενὸς δὲ τῶν ἄλλων συμμάχων παρόντος, ὅμως εὐθὺς εἰς τάξιν καθίσταντο τοῖς πλείστοις·
この好機と運命の瞬間に、アテナイ人が山頂からマンティネイアへと下ってきた。 彼らは勝敗の帰趨も戦闘の緊迫度も知らず、ただ道に沿って静かに進んでいた。 しかし市民の一人が駆け出して危険を告げると、敵の大軍に比べて少数であり、道中で疲労しており、他の同盟軍も誰もいなかったが、それでも直ちに大半が陣形を整えた。
οἱ δʼ ἱππεῖς διασκευασάμενοι καὶ προεξελάσαντες, ὑπὸ τὰς πύλας αὐτὰς καὶ τὸ τεῖχος ἔθεντο καρτερὰν ἱππομαχίαν·
そして騎兵たちは武装を整えて先頭に馳せ参じ、門そのものと城壁の下で激しい騎兵戦を展開した。
καὶ κρατήσαντες ἐκ τῶν χειρῶν τοῦ Ἐπαμεινώνδα ἀφείλοντο τὴν Μαντίνειαν.
そして勝利を収め、エパメイノンダスの手からマンティネイアを奪い返した。
τοῦτο τὸ ἔργον Εὐφράνωρ ἔγραψε, καὶ πάρεστιν ὁρᾶν ἐν εἰκόνι τῆς μάχης τὸ σύρρηγμα καὶ τὴν ἀντέρεισιν ἀλκῆς καὶ θυμοῦ καὶ πνεύματος γέμουσαν.
この事績をエウフラノルは描き、その戦闘の絵の中には、力と、怒りと、気魄に満ちた衝突と抵抗を見ることができる。
ἀλλʼ οὐκ ἂν οἶμαι τῷ ζωγράφῳ κρίσιν προθείητε πρὸς τὸν στρατηγὸν οὐδʼ ἀνάσχοισθε τῶν προτιμώντων τὸν πίνακα τοῦ τροπαίου καὶ τὸ μίμημα τῆς ἀληθείας.
だが、あなたがたが画家を将軍よりも優先して判定を下すことはないと思うし、戦功の記念碑よりも絵画を、また真実よりも模倣を重んじる人々を容認することもないだろう。