Humanitext Reader

プルタルコス · ローマ人の運について §8

ロムルスの誕生と成長に見る運の恩恵

4 / 10 箇所 · ギリシア語

要旨

著者はローマの建国者ロムルスの奇跡的な誕生、救出、狼による授乳、そして成長の過程を追い、これらがすべて「徳」に先んじた「運」の恩恵であることをテミストクレスの寓話を引用しつつ論じる。

§8ἀλλὰ γὰρ αἱ μὲν ἀπὸ τῶν μαρτύρων πίστεις τοσαῦται τῇ Τύχῃ πάρεισι.
しかし、証言者たちから得られる運への信頼はこれほどに多く存在している。
δεῖ δὲ καὶ τὰς ἀπὸ τῶν πραγμάτων αὐτῶν εἰσάγειν, ἀρχὴν τοῦ λόγου τὴν ἀρχὴν τῆς πόλεως λαβόντας.
しかし、事柄そのものから得られる証拠をも導入せねばならず、議論の端緒を、都市の端緒から始めることとしよう。
εὐθὺς οὖν τίς οὐκ ἂν εἴποι πρὸς τὴν Ῥωμύλου γένεσιν καὶ σωτηρίαν καί, τροφὴν καὶ αὔξησιν τὴν μὲν Τύχην ὑποβολὰς κατατεθεῖσθαι τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι;
そうであれば直ちに、ロムルスの誕生、救助、そして養育と成長に対して、一方で運が基礎を据え、他方で徳が築き上げたのだと、誰が言わないでおられようか。
πρῶτον μὲν οὖν τὸ περὶ τὴν γένεσιν καὶ τὴν τέκνωσιν αὐτῶν τῶν ἐνιδρυσαμένων καὶ κτισάντων τὴν πόλιν εὐτυχίας ἔοικε θαυμαστῆς γενέσθαι.
まず第一に、この都市を創建し基礎を置いた当人たちの誕生と出生に関する出来事(歴史)は、驚くべき幸運によるものであると思われる。
θεῷ γὰρ ἡ τεκοῦσα μειχθῆναι λέγεται, καὶ καθάπερ τὸν Ἡρακλέα σπαρῆναί φασιν ἐν μακρᾷ νυκτί, τῆς ἡμέρας ἐπισχεθείσης παρὰ φύσιν καὶ τοῦ ἡλίου βραδύναντος, οὕτω περὶ τὴν Ῥωμύλου σπορὰν καὶ καταβολὴν τὸν ἥλιον ἐκλιπεῖν ἱστοροῦσι, ποιησάμενον ἀτρεκῆ σύνοδον πρὸς σελήνην, ᾧπερ ὁ Ἄρης θεὸς ὢν τῇ Σιλβίᾳ θνητῇ συνῆλθε.
実際、彼女らを生んだ母親は神と交わったと言われており、ヘラクレスが長い夜、つまり、昼が自然の摂理を外れて引き止められ、太陽が遅れた夜に宿されたと言われるように、ロムルスの種付けと宿りに関しても、太陽が月と正確に合を起こして食したと伝えられている。 それは神であるアレスが凡人であるシルウィアと交わったその時のことであった。
ταὐτὸ δὲ συντυχεῖν τῷ Ῥωμύλῳ καὶ περὶ τὴν μετάστασιν αὐτὴν τοῦ βίου·
そしてこれと同じことが、ロムルスの生涯の終わりそのものに関しても起こった。
λέγουσι γὰρ ἐκλείποντος τοῦ ἡλίου ἠφανίσθαι νώναις καπρατίναις, ἣν ἄχρι νῦν ἡμέραν ἐπιφανῶς ἑορτάζουσιν.
というのも、太陽が食する中、彼がカプラティナエのノナエに姿を消したと言われており、この日を彼らは今日に至るまで盛大に祝っているからである。
ἔπειτα γεννηθέντας αὐτούς, τοῦ τυράννου τάττοντος ἀνελεῖν, παρέλαβε κατὰ τύχην οὐ βάρβαρος οὐδʼ ἄγριος ὑπηρέτης, ἐλεήμων δέ τις καὶ φιλάνθρωπος, ὥστε μὴ κτεῖναι ἀλλὰ τοῦ ποταμοῦ τις ἦν ὄχθη χλοερῷ λειμῶνι προσκλύζουσα καὶ περισκιαζομένη χθαμαλοῖς δένδρεσιν· ἐνταῦθα κατέθηκε τὰ βρέφη πλησίον ἐρινεοῦ τινος, ὃν ῥουμινᾶλιν ὠνόμαζον.
次に、彼らが生まれたとき、僭主が彼らを殺すよう命じたが、偶然にも、残酷で粗暴な召使いではなく、憐れみ深く慈悲深い者が彼らを引き取り、殺さずに、草の生い茂る牧草地に波が打ち寄せ、低い木々に覆われた川の堤に、イチジクの木(人々はこれをルーミナーリスと呼んでいた)の近くに赤ん坊たちを置いた。
εἶτα λύκαινα μὲν νεοτόκος σπαργῶσα καὶ πλημμυροῦσα τοὺς μαστοὺς γάλακτι, τῶν σκύμνων ἀπολωλότων, αὐτὴ χρῄζουσα κουφισμοῦ, περιέστειξε τὰ βρέφη καὶ θηλὴν ἐπέσχεν, ὥσπερ ὠδῖνα δευτέραν ἀποτιθεμένη τὴν τοῦ γάλακτος.
それから、子供たちを失って乳房が乳で張り裂けそうになり溢れていた、自らも楽になることを求めていた、産みたての雌狼がやって来て、赤ん坊たちを取り囲み、乳首を含ませた。 あたかも、第二の産みの苦しみとして乳をそこに置くかのように。
ἱερὸς δʼ ὄρνις Ἄρεος, ὃν δρυοκολάπτην καλοῦσιν, ἐπιφοιτῶν καὶ προσκαθίζων ἀκρώνυχος, ἐν μέρει τῶν νηπίων ἑκατέρου στόμα τῇ χηλῇ διοίγων, ἐνετίθει ψώμισμα, τῆς αὑτοῦ τροφῆς ἀπομερίζων.
また、アレスの聖なる鳥で、キツツキと呼ばれる鳥がやって来て、爪の先で近くにとまり、幼子たち二人の口を交互にその爪で開け、自分の餌を分け与えて、一口ずつの食べ物をその中に入れた。
τὸν μὲν οὖν ἐρινεὸν ῥουμινᾶλιν ὠνόμασαν ἀπὸ τῆς θηλῆς, ἣν ἡ λύκαινα παρʼ αὐτῷ ὀκλάσασα τοῖς βρέφεσι παρέσχε.
そこで、彼らはそのイチジクの木を、雌狼がその傍らでうずくまり赤ん坊たちに与えた乳首(ルーマ)にちなんで、ルーミナーリスと呼んだ。
μέχρι δὲ πολλοῦ διεφύλαττον οἱ περὶ τὸν τόπον ἐκεῖνον κατοικοῦντες μηδὲν ἐκτιθέναι τῶν γεννωμένων, ἀλλʼ ἀναιρεῖσθαι πάντα καὶ τρέφειν, τὸ Ῥωμύλου πάθος καὶ τὴν ὁμοιότητα τιμῶντες.
そして、その付近に住む人々は、長い間にわたって、生まれた子供を誰も遺棄せず、すべてを引き取って育てるようにしていた。 それは、ロムルスの身に起こったこととその類似を敬ってのことであった。
καὶ μὴν τό τε λαθεῖν αὐτοὺς τρεφομένους καὶ παιδευομένους ἐν Γαβίοις ἀγνοηθῆναι τε Σιλβίας ὄντας υἱοὺς καὶ θυγατριδοῦς Νομίτορος τοῦ βασιλέως παντάπασι Τύχης κλέμμα α καὶ σόφισμα α φαίνεται γεγενημένον, ὅπως μὴ ἀπόλωνται πρὸ τῶν ἔργων διὰ τὸ γένος, ἀλλʼ ἐν αὐτοῖς φανῶσι τοῖς κατορθώμασι, γνωρίσματα τῆς εὐγενείας τὴν ἀρετὴν παρέχοντες.
さらに、彼らがガビイで人目を盗んで育てられ教育されたこと、またシルウィアの息子であり、王ヌミトルの外孫であることが全く知られずにいたことは、彼らがその血筋のせいで偉業を果たす前に滅びてしまわず、むしろその成功そのものにおいて姿を現し、高貴な生まれの証拠としてその徳を示すことができるよう、完全に「運」の盗み業であり計略であったと思われる。
ἐνταῦθά μοι μεγάλου καὶ φρονίμου στρατηγοῦ λόγος ἔπεισι Θεμιστοκλέους ῥηθεὶς πρός τινας τῶν ὕστερον εὐημερούντων Ἀθήνησι στρατηγῶν καὶ προτιμᾶσθαι τοῦ Θεμιστοκλέους ἀξιούντων.
ここで私には、後にアテナイで成功を収め、テミストクレスよりも重んじられるべきだと主張していた将軍たちに対して言われた、偉大で賢明な将軍テミストクレスの言葉が思い浮かぶ。
ἔφη γὰρ τὴν ὑστεραίαν ἐρίσαι πρὸς τὴν ἑορτὴν λέγουσαν ὡς ἐκείνη μέν ἐστι κοπώδης καὶ ἄσχολος, ἐν αὐτῇ δὲ τῶν παρεσκευασμένων ἀπολαύουσι μεθʼ ἡσυχίας.
彼は、祭日の翌日が祭日と言い争い、翌日は「祭日(お前)は騒々しく忙しいが、私には人々が準備されたものを心静かに楽しむのだ」と言った、と語った。
τὴν οὖν ἑορτὴν εἰπεῖν, ἀληθῆ λέγεις, ἀλλʼ ἐμοῦ μὴ γενομένης, ποῦ ἂν σὺ ἦσθα;
そこで祭日が言った。 「お前の言う通りだ。 だが、もし私が存在しなかったら、お前はどこにいただろうか。
κἀμοῦ τοίνυν, ἔφη, μὴ γενομένου περὶ τὰ Μηδικά, τίς ἂν ὑμῶν ἦν νῦν ὄνησις;
」「それなら、」と彼(テミストクレス)は言った、「もしペルシア戦争の際に私が存在しなかったなら、お前たちに今どんな役に立つことがあっただろうか。
τοῦτό μοι δοκεῖ πρὸς τὴν Ῥωμύλου Ἀρετὴν ἡ Τύχη λέγειν, λαμπρὰ μὲν τὰ σὰ ἔργα καὶ μεγάλα καὶ θεῖον ὡς ἀληθῶς ἐξέφηνας αἷμα καὶ γένος οὖσαν σεαυτήν·
」これと同じことを、「運」がロムルスの「徳」に対して言っているように私には思われる。 「お前の事績は輝かしく偉大であり、お前自身が神聖な血統と一族であることを真に示した。
ἀλλʼ ὁρᾷς πόσον ὑστερεῖς μου;
しかし、お前は自分がどれほど私に後れをとっているか分かっているか。
εἰ γὰρ ἐγὼ τότε μὴ παρηκολούθησα χρηστὴ καὶ φιλάνθρωπος, ἀλλʼ ἀπέλιπον καὶ προηκάμην τὰ νήπια, σὺ πῶς ἂν ἐγένου καὶ πόθεν ἐξέλαμψας;
もしあの時、私が親切で慈悲深く付き添わず、見捨てて赤ん坊たちを見殺しにしていたら、お前はどうやって存在し、どこから輝き出ただろうか。
εἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε φλεγμαῖνον ὑπὸ πλήθους καὶ φορᾶς γάλακτος καὶ τραφησομένου δεόμενον μᾶλλον ἢ θρέψοντος, ἀλλʼ ἀνήμερόν τι τελέως καὶ λιμῶττον, οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια καὶ ναοὶ καὶ θέατρα καὶ περίπατοι καὶ ἀγοραὶ καὶ ἀρχεῖα βοτηρικαὶ καλύβαι καὶ σταθμοὶ νομέων ἦσαν Ἀλβανὸν ἢ Τυρρηνὸν ἢ Λατῖνον ἄνδρα δεσπότην προσκυνούντων;
もしあの時、乳の多さと勢いで胸を張らせ、育てる者を必要としていた雌の獣がやって来ず、完全に獰猛で飢えた獣がやって来ていたなら、今なおこれほど美しい宮殿や神殿、劇場、散歩道、広場、役所は存在せず、アルバ人やティレニア人やラティウム人の主人を崇める羊飼いの小屋や牧者の宿舎となっていたのではないか。
ἀρχὴ μὲν δὴ μέγιστον ἐν παντί, μάλιστα δʼ ἐν ἱδρύσει καὶ κτίσει πόλεως·
」端緒(始まり)は実にすべてのことにおいて最大のものであり、とりわけ都市の設立と創建においてそうである。
ταύτην δʼ ἡ Τύχη παρέσχε σῴσασα καὶ φυλάξασα τὸν κτίστην ἡ μὲν γὰρ Ἀρετὴ μέγαν ἐποίησε Ῥωμύλον, ἡ Τύχη δʼ ἄχρι τοῦ γενέσθαι μέγαν ἐτήρησε.
そして運は、その創建者を救い保護することによって、この端緒を提供したのである。 実際、徳はロムルスを偉大にしたが、運は彼が偉大になるまで彼を守り抜いたのである。

語釈・文法注

  1. 320bτίς οὐκ ἂν εἴποι — ポテンシャル希求法(ἄν + 希求法)を用いた修辞疑問文。「誰が言わないでおられようか(いや、誰もが言うであろう)」という強い肯定を表現している。
  2. 320bτὴν μὲν Τύχην ὑποβολὰς κατατεθεῖσθαι — 先立って現れる `τίς οὐκ ἂν εἴποι` に従属する対格不定詞構文(間接話法)。`τὴν μὲν Τύχην` が不定詞 `κατατεθεῖσθαι` の意味上の主語(対格)であり、後ろの `τὴν δʼ Ἀρετὴν ἐξῳκοδομηκέναι` も同様の構造で対比されている。
  3. 320eτό τε λαθεῖν αὐτοὺς τρεφομένους — 冠詞 `τό` を伴う不定詞句が主語(文頭の `τό τε λαθεῖν ... καὶ ἀγνοηθῆναι ...`)となり、動詞 `φαίνεται` (〜と思われる、〜と明らかになる)の主語を構成している。分詞 `τρεφομένους` は `λαθεῖν` (気づかれずに〜する)に付随する補足分詞で、「彼らが気づかれずに育てられたこと」を意味する。
  4. 321aεἰ τότε μὴ θῆλυ θηρίον ἐπῆλθε... οὐκ ἂν ἔτι νῦν τὰ καλὰ ταῦτα βασίλεια... ἦσαν — 過去の事実と反対の仮定(反実仮想)を導く条件文。条件節(プロタシス)は `εἰ` + 直説法過去(`ἐπῆλθε`)で過去の事実の否定(「もし牝の獣が来なかったならば」)を表し、帰結節(アポドシス)は `ἄν` + 直説法過去(`ἦσαν`)で現在の反実仮想(「今なおこれらは〜ではなかったろうに(実際には存在している)」)を表す、混合型の反実仮想文である。

この箇所を引用する

プルタルコス, ローマ人の運について §8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。