§6περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν.
ガイウス・カエサルについては、彼自身がそのことを証言していなかったならば、彼が幸運のおかげで最大のものへと引き上げられたのだと言うことを、私は躊躇したであろう。
ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης·
実際、彼がブレンテシオンからポンペイウスを追って、冬至の時期の、一月のノナエの一日前に出航したとき、運がその季節(の厳しさ)を猶予したため、彼は海を安全に渡りきった。
εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δʼ ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι.
しかし、ポンペイウスが全軍を率いて陸に海にと大勢で陣取っているのを見出したとき、アントニウスやサビヌスに伴う軍勢が遅れていたために彼自身はきわめて寡兵であったが、小さなボートに乗り込み、船主と操舵手の目を盗んで、あたかも誰かの召使いであるかのようにして出航することを企てた。
σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς ἱμάτιον, καὶ ἀναδείξας ἑαυτόν,
ἴθι,
ἔφη,
γενναῖε, τόλμα καὶ δέδιθι,θι, μηδέν, ἀλλʼ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην.
川の流れに抗する逆風が激しくなり、強い波が押し寄せたため、操舵手が(引き返そうと)進路を変えるのを見て、彼は頭から外套を取り去り、身を明かして言った。 「進め、勇敢な男よ、大胆にいき、何も恐れるな。 ただ運に帆を委ねて風を受けよ。 お前がカエサルと、カエサルの運を運んでいるのだと信じて。
οὕτως ἐπέπειστο τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ.
」このように彼は、運が自分と共に航海し、共に旅し、共に戦い、共に将星として指揮を執っていると確信していた。 その運の働きとは、海に静穏を、冬に夏(のような穏やかさ)を、最も遅い者たちに迅速さを、最も意気消沈した者たちに勇気をもたらすことであり、またこれらよりも信じがたいこととしては、ポンペイウスには逃亡を、プトレマイオスには異邦人殺害(の悪行)を命じることであった。 それは、ポンペイウスが斃れるとともに、カエサルが(その血で)汚されないためであった。
§7τί δέ;
さらにはどうだろうか。
ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ τὴν αὑτοῦ;
このカエサルの息子(養子)であり、最初に「尊厳者(アウグストゥス)」と呼び表され、五十四年間にわたって統治したあの人物は、彼自身、外孫を軍事遠征に送り出す際に、神々に対して、彼にスキピオの勇敢さと、ポンペイウスの(人々からの)好意と、そして自分自身の運とを与えてくださるよう祈らなかっただろうか。
καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον κατέλιπεν.
まるで、偉大な事業の仕掛け人(製作者)として運を自分に登録したかのようである。 その運は、彼をキケロ、レピドゥス、パンサ、ヒルティウス、マルクス・アントニウスに立ち向かわせ、彼らの武勲や手腕、勝利、艦隊、戦争、軍営によって彼が第一の実力者となると、彼を最高位にまで引き上げ、彼が登るために用いたこれらの人々を打ち倒して、彼一人だけをあとに残したのである。
ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν.
実際、キケロは彼のために政治を行い、レピドゥスは将軍を務め、パンサは勝利し、ヒルティウスは斃れ、アントニウスは不遜に振る舞ったのである。
ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος Καῖσαρ.
私はクレオパトラをもカエサルの運に帰する。 彼女という暗礁の周りで、あれほど偉大な支配者が沈没し破滅したのは、カエサル一人が支配者となるためであったからだ。
λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι·
また次のように伝えられている。 彼らの間には多くの親交と親密さがあり、しばしば余暇に球戯やさいころ、あるいは、ゼウスにかけて、ウズラや鶏といった飼育動物の競い合いに興じた際、アントニウスは常に負けて立ち去ったという。
καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν,
ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον;
そして、彼の側近で占術を誇りとするある者が、しばしば率直に諌めてこう言ったという。 「これほどの御方よ、あの若者と何に関わりを持とうというのですか。
φεῦγʼ αὐτόν·
彼を避けなさい。
ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις·
あなたの方がより名声があり、年長であり、より多くの者を支配し、戦争で鍛えられ、経験において勝っています。
ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται·
しかし、あなたのダイモーンは彼のダイモーンを恐れているのです。
καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου·
あなたの運はそれ自体では偉大なものですが、彼の運にへつらっているのです。
ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.
もし遠く離れていなければ、あなたの運は彼のもとへと移り去ってしまうでしょう。 」