Humanitext Reader

普鲁塔克 · 论罗马人的好运 §6-7

助佑恺撒与奥古斯都的命运

第 3 段,共 10 段 · 希腊语

内容简介

本节叙述了恺撒在命运的助佑下度过危机并战胜庞培的逸事,以及其养子奥古斯都同样在命运引导下击败政敌、最终夺取独裁统治权的经过。

§6περὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ὡς ὑπʼ εὐτυχίας ἤρθη μέγιστος, εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν.
关于盖乌斯·恺撒,如果不是他本人亲自作证,我也会羞于说他是因为好运才被提升到最伟大的地位。
ἐπεὶ γὰρ ἀπὸ Βρεντεσίου Πομπήιον διώκων ἀνήχθη πρὸ μιᾶς ἡμέρας νωνῶν Ἰανουαρίων, χειμῶνος ἐν τροπαῖς ὄντος, τὸ μὲν πέλαγος ἀσφαλῶς διεπέρασε, τῆς Τύχης τὸν καιρὸν ὑπερθεμένης·
因为当他从布伦迪西乌姆出发追击庞培、于一月诺奈的前一天出海时,正值冬至时节,由于命运女神延迟了这恶劣的季节,他安全地渡过了公海。
εὑρὼν δὲ τὸν Πομπήιον ἄθρουν καὶ πολὺν μὲν ἐν γῇ πολὺν δʼ ἐν θαλάττῃ μετὰ πασῶν ἅμα τῶν δυνάμεων καθεζόμενον αὐτὸς ὀλιγοστὸς ὢν, τῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυ - νούσης, ἐτόλμησεν εἰς ἀκάτιον μικρὸν ἐμβὰς καὶ λαθὼν τόν τε ναύκληρον καὶ τὸν κυβερνήτην ὥς τινος θεράπων ἀναχθῆναι.
但他发现庞培正率领全部军队,在陆地与海洋上大批安营扎寨,而他自己却因安东尼和萨比努斯统帅的军队迟到而兵力极少,但他仍敢于登上一只小船,瞒过船主和舵手,仿佛某人的仆人一般出海。
σκληρᾶς δὲ πρὸς τὸ ῥεῦμα τοῦ ποταμοῦ γενομένης ἀντιμεταβάσεως καὶ κλύδωνος ἰσχυροῦ, μεταβαλλόμενον ὁρῶν τὸν κυβερνήτην ἀφεῖλεν ἀπὸ τῆς κεφαλῆς ἱμάτιον, καὶ ἀναδείξας ἑαυτόν, ἴθι, ἔφη, γενναῖε, τόλμα καὶ δέδιθι,θι, μηδέν, ἀλλʼ ἐπιδίδου τῇ Τύχῃ τὰ ἱστία καὶ δέχου τὸ πνεῦμα, πιστεύων ὅτι Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην.
逆流与激浪交加,由于对抗河水水流的阻力变得异常艰难,他看到舵手正准备调转船头,便掀去头上的斗篷,显露身份说道:“去吧,高贵的人啊,勇敢地前行,无所畏惧,只需将风帆托付给命运,顺应风势,深信你承载的是恺撒以及恺撒的命运。
οὕτως ἐπέπειστο τὴν Τύχην αὐτῷ συμπλεῖν, συναποδημεῖν, συστρατεύεσθαι, συστρατηγεῖν, ἧς ἔργον ἦν γαλήνην μὲν ἐπιτάξαι θαλάττῃ, θέρος δὲ χειμῶνι, τάχος δὲ τοῖς βραδυτάτοις, ἀλκὴν δὲ τοῖς ἀθυμοτάτοις, τὸ δὲ τούτων ἀπιστότερον, φυγὴν Πομπηίῳ καὶ Πτολεμαίῳ ξενοκτονίαν, ἵνα καὶ Πομπήιος πέσῃ καὶ Καῖσαρ μὴ μιανθῇ.
”他如此坚信命运女神与他同舟共济、一同出行、一同作战、一同指挥。 她的职责便是向海洋下达平静的指令,在冬季带来夏日,让最迟缓者迅速,让最气馁者勇敢,而比这些更令人难以置信的,则是令庞培逃亡、令托勒密杀害盟友,好让庞培倒下的同时,恺撒的双手却不被玷污。
§7τί δέ; ὁ τούτου μὲν υἱός, πρῶτος δʼ ἀναγορευθεὶς Σεβαστὸς ἄρξας δὲ τέτταρα καὶ πεντήκοντα ἔτη, οὐκ αὐτὸς ἐκπέμπων τὸν θυγατριδοῦν ἐπὶ στρατείαν εὔξατο τοῖς θεοῖς ἀνδρείαν μὲν αὐτῷ δοῦναι τὴν Σκιπίωνος, εὔνοιαν δὲ τὴν Πομπηίου, Τύχην δὲ τὴν αὑτοῦ;
还有,此人的儿子、首位被称为“奥古斯都”并统治了五十四年的那位,难道不是在亲自送外孙出征时,向神明祈求赐予他西庇阿的英勇、庞培的人缘,以及他自己的运气吗?
καθάπερ ἔργῳ μεγάλῳ δημιουργὸν ἐπιγράψας ἑαυτῷ τὴν Τύχην, ἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι καὶ Λεπίδῳ καὶ Πάνσᾳ καὶ Ἱρτίῳ καὶ Μάρκῳ Ἀντωνίῳ, ταῖς ἐκείνων ἀριστείαις καὶ χερσὶ καὶ νίκαις καὶ στόλοις καὶ πολέμοις καὶ στρατοπέδοις γενόμενον πρῶτον εἰς ὕψος ἄρασα καὶ καταβαλοῦσα τούτους, διʼ ὧν ἀνέβη, μόνον κατέλιπεν.
就好似在伟大的功绩上将命运登记为自己的缔造者一般;正是这命运将他置于西塞罗、雷必达、潘萨、希尔提乌斯和马克·安东尼之上,利用他们的武勋、双手、胜利、舰队、战争和军营,在他成为首要人物后将其高高举起,却又推倒了这些他赖以攀登的人,只留下了他独自一人。
ἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων καὶ Λέπιδος ἐστρατήγει καὶ Πάνσας ἐνίκα καὶ Ἵρτιος ἔπιπτε καὶ Ἀντώνιος ὕβριζεν.
因为西塞罗为他掌管国事,雷必达为他统帅军队,潘萨为他赢得胜利,希尔提乌斯为他战死,而安东尼则放肆任性。
ἐγὼ γὰρ καὶ Κλεοπάτραν τῆς τύχης Καίσαρος τἰθημι, περὶ ἣν ὡς ἕρμα κατέδυ καὶ συνετρίβη τηλικοῦτος αὐτοκράτωρ, ἵνʼ ᾖ μόνος Καῖσαρ.
因为我也将克利奥帕特拉归于恺撒的命运,在这一暗礁周围,如此伟大的统帅竟沉没并撞得粉碎,只为让恺撒独尊。
λέγεται δὲ πολλῆς οἰκειότητος αὐτοῖς καὶ συνηθείας ὑπαρχούσης πολλάκις σχολαζόντων εἰς παιδιὰν σφαίρας ἢ κύβων ἢ νὴ Δία θρεμμάτων ἁμίλλης, οἷον ὀρτύγων, ἀλεκτρυόνων, ἀεὶ νικώμενον Ἀντώνιον ἀπαλλάττεσθαι·
据说,由于他们之间交情甚密且往来频繁,常常在闲暇时进行球戏、掷骰子,甚至以誓言神明名义,进行如鹌鹑、斗鸡等饲养动物的竞技,而安东尼总是落败而去。
καί τινα τῶν περὶ αὐτὸν ἐπὶ μαντείᾳ σεμνυνόμενον πολλάκις παρρησιάζεσθαι καὶ νουθετεῖν, ὦ ἄνθρωπε, τί σοι πρᾶγμα πρὸς τοῦτον ἔστι τὸν νεανίσκον;
而他身边一个以占卜自傲的人,曾多次直言不讳地规劝道:“大人,您和这个年轻人有什么纠葛呢?
φεῦγʼ αὐτόν·
避开他吧!
ἐνδοξότερος εἶ, πρεσβύτερος εἶ, ἄρχεις πλειόνων, ἐνήθληκας πολέμοις, ἐμπειρίᾳ διαφέρεις·
您名声更显赫,年岁更长,统治的人更多,在战争中历练过,在经验上更胜一筹。
ἀλλʼ ὁ σὸς δαίμων τὸν τούτου φοβεῖται· καὶ ἡ τύχη σου καθʼ ἑαυτήν ἐστι μεγάλη κολακεύει δὲ τὴν τούτου·
然而,您的守护神惧怕他的守护神;您的运气本身虽然宏大,但它在向他的运气献媚。
ἐὰν μὴ μακρὰν ᾖς, οἰχήσεται μεταβᾶσα πρὸς αὐτόν.
如果您不远离他,您的运气就会转移到他那里去,消失得无影无踪。 ”

词汇与语法注释

  1. 319bπερὶ δὲ Γαΐου Καίσαρος ᾐδέσθην ἂν εἰπεῖν, ... εἰ μὴ τοῦτʼ αὐτὸς ἐμαρτύρησεν — 这是一个表示与过去事实相反的虚拟条件句(反事实条件句)。主句(归结从句)使用直陈式不定过去时加 ἄν(ᾐδέσθην ἆν),条件从句使用直陈式不定过去时(εἰ μὴ ... ἐμαρτύρησεν),意为“(实际上恺撒自己作证了,但)如果他没有亲自作证,我也会感到羞耻而不去说……”。
  2. 319cτῆς μετʼ Ἀντωνίου καὶ Σαβίνου στρατιᾶς αὐτῷ βραδυνούσης — 这是一个属格独立分词结构。现在分词 βραδυνούσης 的逻辑主语是 τῆς ... στρατιᾶς,与主句的主语不同。与格的 αὐτῷ 表示利害关系或关联(“对他而言”或“相比于他”)。
  3. 319eἥτις αὐτὸν ἐπιθεῖσα Κικέρωνι ... ἄρασα καὶ καταβαλοῦσα τούτους ... μόνον κατέλιπεν — 这是一个极其复杂的嵌套结构关系从句,以关系代名词 ἥτις(命运)为主语。从句的主动词是 κατέλιπεν,在此之前有三个不定过去时分词 ἐπιθεῖσα、ἄρασα 和 καταβαλοῦσα 起修饰作用。
  4. 319eἐκείνῳ γὰρ ἐπολιτεύετο Κικέρων — 与格 ἐκείνῳ 指代奥古斯都,起利害与格(“为了他”)或关联与格的作用。在这排句(ἐπολιτεύετο ... ἐστρατήγει ... ἐνίκα ... ἔπιπτε ... ὕβριζεν)中,一系列未完成过去时并列使用,用以对比他周围人物的不同命运。

引用这一段

普鲁塔克, 论罗马人的好运 §6-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:6-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。