§12#2καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας.
そして、守備隊の協力者であり、寝ずの番である犬たちが、眠りに屈服しているのにも気づかれずに(登りきった)。
οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης.
しかし、ローマの運命は、これほど大きな災厄を知らせ、告げることができる声に事欠くことはなかった。
χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο θεραπεύοντες τὴν θεόν.
ユーノーの神殿のまわりでは、女神に仕える神聖な鵞鳥たちが飼育されていた。
φύσει μὲν οὖν τὸ ζῷον εὐθορύβητόν ἐστι καὶ ψοφοδεές·
もともとこの動物は騒ぎやすく、音を恐れる性質がある。
τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφʼ ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους.
しかしその時は、内部の人々に極度の困窮があって鵞鳥たちが放置されていたため、その眠りは浅く、飢えを伴うものであった。 そのため、敵が岩の縁の上に姿を現すやいなや、彼らはただちに気づき、激しく鳴き立てて果敢に立ち向かっていった。 そして武器の姿を見てさらに激しく動揺し、甲高く荒々しい鳴き声でその場所を満たした。 それによってローマ人たちは目を覚まし、何が起こったかを理解して、敵を押し返し、崖の下へと突き落とした。
πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος.
そして現在に至るまで、当時の出来事を記念する行列において、犬は十字架につけられ、鵞鳥は非常に厳かに贅沢な敷物と輿の上に座らされて運ばれる。
ἡ δʼ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης.
この光景は、運命の力と、思いがけない手段からあらゆる状況に対処するその豊かな方策を示している。 運命が何かを企て、指揮を執る時、理性のない無知なものに理性を、臆病なものに力と勇気を与えるのであるから。
τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ναῶν λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι μηδʼ εἶναι;
というのも、誰が本当に驚嘆し、感嘆しないだろうか。 当時の意気消沈と、今や存在するこの都市の繁栄を学び、理性によって理解する者は。 そして神殿の輝き、献納品の富、技術の競い合い、都市たちの名誉への執着、王たちの王冠、そして陸や海や島々や大陸、川や木々、動物、平原、山々、鉱山がもたらすあらゆるものの初物が、この場所を飾る美しさと気品を競い合っているのを見つめ、これらすべてが、あと少しのところで存在しなくなるところだったということを知るならば。
πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ ἄλογα καὶ ἄτολμα θρέμματα σωτηρίας ἀρχὴν παρέσχε καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ Σερουιλίους καὶ Ποστουμίους καὶ Παπιρίους, τῶν αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι.
すべてが火と恐ろしい暗闇、漆黒、そして異民族の剣と血に飢えた怒りに支配されていたとき、取るに足らない、理性のない、臆病な生き物が救済の端緒を与えた。 そして、のちの家系の祖となった、あの偉大な勇士や指導者たち――マンリウスら、セルウィリウスら、ポストゥミウスら、パピリウスら――が、もう少しで滅び去るところであったのを、鵞鳥たちが彼らを起こし、祖先の神と祖国のために戦わせたのである。
εἰ δέ, ὥσπερ Πολύβιος ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαιων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν, ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι τὰ οἴκοι ὑπὸ τῶν προσοίκων βαρβάρων ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων ἀνεχώρησαν εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.
また、ポリュビオスが第2巻で、当時ローマの都市を占領したケルト人について記録しているように、彼らの故郷が近隣の異民族の侵入を受けて滅ぼされつつあり、支配されているという知らせが届いたために、彼らがカミルスと和平を結んで撤退したというのが真実であるなら、敵の気をそらし、むしろ予期せずローマから引き離したことで、運命が救済の原因となったことについては疑いの余地もない。