Humanitext Reader

普鲁塔克 · 论罗马人的好运 §12#2

圣鹅的警示与命运对罗马的拯救

第 9 段,共 10 段 · 希腊语

内容简介

通过讲述朱诺神庙的圣鹅通过鸣叫将罗马从凯尔特人突袭中解救出来的著名典故,阐明命运如何利用微不足道的生灵拯救伟大的国家,并论证凯尔特人的撤退亦是命运的安排。

§12#2καὶ τοὺς συνεργοὺς καὶ προκοίτους τῆς φρουρᾶς κύνας ὕπνῳ κρατηθέντας.
并且在没有被作为守卫的助手和守夜犬发现的情况下,因为它们也被睡意所征服。
οὐ μὴν ἠπόρησεν ἡ τῆς Ῥώμης Τύχη φωνῆς κακὸν τοσοῦτο μηνῦσαι καὶ φράσαι δυναμένης.
然而,罗马的命运并不缺少能够指示和宣告如此巨大灾难的声音。
χῆνες ἱεροὶ περὶ τὸν νεὼν τῆς Ἥρας ἐτρέφοντο θεραπεύοντες τὴν θεόν.
在朱诺的神庙周围饲养着神圣的鹅,以此侍奉女神。
φύσει μὲν οὖν τὸ ζῷον εὐθορύβητόν ἐστι καὶ ψοφοδεές· τότε δέ, συντόνου περὶ τοὺς ἔνδον οὔσης ἀπορίας ἀμελουμένων αὐτῶν, λεπτὸς ἦν καὶ λιμώδης ὁ ὕπνος, ὡστʼ εὐθὺς ᾔσθοντο τῶν πολεμίων ὑπερφανέντων τῆς στεφάνης καὶ καταβοῶντες ἰταμῶς προσεφέροντο, καὶ τῇ τῶν ὅπλων ὄψει μᾶλλον ἐκταραττόμενοι κλαγγῆς διατόρου καὶ τραχείας ἐνεπεπλήκεσαν τὸν τόπον ὑφʼ ἧς ἀναστάντες οἱ Ῥωμαῖοι καὶ συμφρονήσαντες τὸ γενόμενον ἐώσαντο καὶ κατεκρήμνισαν τοὺς πολεμίους.
这种动物天生容易受惊且害怕声响;但在那时,由于城内的人们处于极度的困境之中,它们被忽视了,因而其睡眠极其轻浅且伴随着饥饿。 因此,敌军刚一在岩石边缘露面,它们就立刻察觉到了,并勇猛地发出大声叫喊迎了上去。 由于看到武器的景象而更加惊恐,它们发出了尖锐而粗粝的鸣叫,使整个地方充满了声音。 因此而被唤醒的罗马人们理解了发生的事情,将敌军击退并推下了悬崖。
πομπεύει δὲ μέχρι νῦν ἐπὶ μνήμῃ τῶν τότε συμπτωμάτων κύων μὲν ἀνεσταυρωμένος, χὴν δὲ μάλα σεμνῶς ἐπὶ στρωμνῆς πολυτελοῦς καὶ φορείου καθήμενος.
直到今天,为了纪念当时的这些变故,在游行中一只狗会被钉在十字架上,而一只鹅则极其庄严地坐在一张奢华的垫子和轿子上。
ἡ δʼ ὄψις ἐπιδείκνυται Τ ύχης ἰσχὺν καὶ πρὸς ἅπαν εὐπορίαν ἐκ τῶν παραλόγων, ὅταν τι πραγματεύηται καὶ στρατηγῇ, νοῦν μὲν ἀλόγοις καὶ ἄφροσιν, ἀλκὴν δὲ καὶ θράσος δειλοῖς ἐντιθείσης.
这一景象展示了命运的力量,以及在面对所有情况时从意想不到的途径中产生的丰富办法,每当她策划和指挥某事时,就会将理性赋予无理性和愚蠢之物,将力量和勇气赋予胆怯之物。
τίς γὰρ οὐκ ἂν ὡς ἀληθῶς ἐκπλαγείη καὶ θαυμάσειεν ἐπιμαθὴς γενόμενος καὶ λογισμῷ τινι τὴν τότε κατήφειαν καὶ τὴν νῦν ὑπάρχουσαν εὐδαιμονίαν τῆς πόλεως περιλαβὼν καὶ ἀποβλέψας ναῶν λαμπρότητα καὶ πλοῦτον ἀναθημάτων καὶ τεχνῶν ἁμίλλας καὶ φιλοτιμίας πόλεων καὶ στεφάνους βασιλέων, καὶ ὅσα γῆ φέρει καὶ θάλαττα καὶ νῆσοι καὶ ἤπειροι καὶ ποταμοὶ καὶ δένδρα καὶ ζῷα καὶ πεδία καὶ ὄρη καὶ μέταλλα, πάντων ἀπαρχὰς ἐριζούσας εἰς κάλλος ὄψει καὶ χάριτι κοσμούσῃ τὸν τόπον, ὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι μηδʼ εἶναι;
因为,谁若是在了解了当时的沮丧并用理性理解了这座城市如今所享有的幸福之后,不真正感到震惊和赞叹呢? 当他看到神殿的辉煌、献纳品的富饶、艺术的竞争、城市间的虚荣心、国王们的王冠,以及土地、海洋、岛屿、大陆、河流、树木、动物、平原、山脉、矿藏所生产的一切,所有这些的初产物都在美感上竞争,以优雅和魅力装点着这个地方,而他知道这些东西在差一点点的情况下就不会产生或存在。
πυρὶ δὲ καὶ σκότει φοβερῷ καὶ ὄρφνῃ καὶ ξίφεσι βαρβάροις καὶ μιαιφόνοις θυμοῖς κρατουμένων πάντων, εὐτελῆ καὶ ἄλογα καὶ ἄτολμα θρέμματα σωτηρίας ἀρχὴν παρέσχε καὶ τοὺς μεγάλους ἐκείνους ἀριστεῖς καὶ ἡγεμόνας Μαλλίους καὶ Σερουιλίους καὶ Ποστουμίους καὶ Παπιρίους, τῶν αὖθις οἴκων γενάρχας, παρʼ οὐδὲν ἥκοντας ἀπολέσθαι, χῆνες ἀνέστησαν ὑπὲρ τοῦ πατρίου θεοῦ καὶ τῆς πατρίδος ἀμύνεσθαι.
当一切都被火焰、可怕的黑暗、阴郁、蛮族的剑和嗜杀的狂怒所控制时,微不足道、无理性且胆怯的家畜提供了救赎的开端,而那些伟大的勇士和领袖们——马利乌斯、塞维利乌斯、波斯图米乌斯、帕皮里乌斯等家族的先祖,在他们即将毁灭、归于无有之际,是鹅唤醒了他们,使他们为了祖先的神明和祖国而战。
εἰ δέ, ὥσπερ Πολύβιος ἐν τῇ δευτέρᾳ βίβλῳ περὶ τῶν τότε τὴν Ῥωμαιων πόλιν καταλαβόντων ἱστόρηκε Κελτῶν, ἀληθές ἐστιν, ὅτι προσπεσούσης αὐτοῖς ἀγγελίας φθείρεσθαι τὰ οἴκοι ὑπὸ τῶν προσοίκων βαρβάρων ἐμβεβληκότων εἰς τὴν χώραν καὶ κρατούντων ἀνεχώρησαν εἰρήνην θέμενοι πρὸς τὸν Κάμιλλον, οὐδʼ ἀμφισβήτησις ἔστι πρὸς τὴν Τύχην ὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη περισπάσασα τοὺς πολεμίους, μᾶλλον δʼ ἀποσπάσασα τῆς Ῥώμης ἀπροσδοκήτως.
如果像波利比乌斯在第二卷中关于当时占领罗马城的凯尔特人所记载的那样,这是真实的——即由于收到邻近的蛮族入侵并占领了他们的国土、家园正在遭受毁灭的消息,他们与卡米卢斯讲和并撤退了——那么对于命运作为拯救的原因这一点,就更没有任何争议了,因为她转移了敌人的注意力,或者更确切地说,出乎意料地将他们从罗马引开了。

词汇与语法注释

  1. 325cἀμελουμένων αὐτῶν — 属格绝对构文,在此作原因状语:“因为它们(因围城缺粮)被忽视了”。
  2. 325dὑφʼ ἧς ἀναστάντες — 关系代词 ἧς(阴性单数属格)的先行词是前文的 κλαγγῆς(鸣声),与前置词 ὑπό 连用表示原因(“因这鸣声”)。
  3. 325eὡς ταῦτα παρὰ μικρὸν ἦλθε μὴ γενέσθαι — 惯用表达 παρὰ μικρὸν ἔρχομαι 意为“差一点就……”、“险些……”。与带否定词的不定式 μὴ γενέσθαι 连用,表示“这些事物差一点就不会产生(或存在)”。
  4. 325fπαρʼ οὐδὲν ἥκοντας ἀπολέσθαι — 惯用表达 παρʼ οὐδὲν ἥκω 后接不定式 ἀπολέσθαι 意为“几近灭亡”或“濒临毁灭”。分词 ἥκοντας 在性、数、格上与对格宾语(Mαλλίους καὶ Σερουιλίους...)保持一致。
  5. 326aὡς οὐχὶ τῆς σωτηρίας αἰτία κατέστη — 由 ὡς οὐχὶ... 引导的名词从句解释了词语 ἀμφισβήτησις(争议)的具体内容。在希腊语中,表示怀疑或否定的词后,从句常带有多余的否定词 οὐχί,此处意为“对于她没有成为拯救的原因这一点,没有任何争议”(即无法否认她是拯救的功臣)。

引用这一段

普鲁塔克, 论罗马人的好运 §12#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:12%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。