Humanitext Reader

プルタルコス · ローマ人の運について §12#1

ポンティウスの潜入とカミルスの独裁官任命

8 / 10 箇所 · ギリシア語

要旨

カピトリウムがケルト人に包囲された危機の際、カミルスを正式な手順で独裁官に任命するため、ポンティウスが命がけで使者となって敵の包囲網を突破し、カピトリウムへの侵入に成功した逸話を語る。

§12#1τί δʼ οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς ὤρθου τὴν πόλιν ἡ Τύχη;
また、なぜ運命は最も重大な災難に際しても、この都市を立ち直らせなかったと言えようか。
Κελτῶν μὲν περὶ τὸ Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων τὴν ἀκρόπολιν, "νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· " τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι.
ケルト人がカピトリウムの周囲に陣を敷き、砦を包囲していたとき、「軍勢のなかに悪しき病を起こし、民は滅んでいった」が、彼らがすべての人に気づかれぬようにおこなった夜襲を、運命と偶然が露見させたのである。
περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ ἄκαιρόν ἐστι.
これについて、手短に少し詳しく語ることも、おそらく無駄ではあるまい。
μετὰ τὴν ἐπʼ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην κατάραντες ἀπὸ τῆς φυγῆς καὶ ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων.
アッリア川におけるローマ人の大敗北の後、ある人々は敗走と混乱からローマに到着し、民衆に恐れを伝染させて恐怖に陥れ、ちりぢりにさせたが、わずかな者たちだけがカピトリウムに荷物をまとめて立てこもり、耐え忍んでいた。
οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας δὲ καὶ ταπεινωθεὶς ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν.
他方、敗走直後にウェイイに集まった人々は、フリウス・カミルスを独裁官に選ぼうとした。 民衆は彼が幸運で高慢であったときには、公金横領の罪に問うて退け、失脚させたが、恐れおののき卑屈になると、敗北の後に彼を呼び戻し、責任を問われない支配権を委ねて手渡したのである。
ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ, μηδʼ, ὡς ἀπ ἐγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρεσιάζῃ τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίς ασθαι τὴν τῶν στρατιωτῶν γνώμην μαθόντας.
それゆえ、この男が好機によってではなく、法に基づいて支配権を受け取るものと見なされるように、また彼が都市を見限った者として、散りぢりで放浪している軍隊の武力によって選挙を行うようなことのないように、カピトリウムにいる元老院議員たちが、兵士たちの意向を知った上で、それを承認する必要があった。
ἦν οὖν Γάιος Πόντιος ἀνὴρ ἀγαθός,ʼ καὶ τῶν δεδογμένων αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον·
さて、ガイウス・ポンティウスという勇敢な男がおり、決定されたことを自らカピトリウムにいる者たちへ伝える使者を引き受けて、大きな危険に身をさらした。
ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν περιεχόντων.
というのも、その道は、砦の周囲に警備兵や柵を巡らせている敵の中を通っていたからである。
ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ ῥόῳ·
そこで、彼は夜に川へ来ると、平らなコルクを胸の下に当て、その乗り物の軽さに身体を預けて流れに身を任せた。
τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ ʼτῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος·
流れが穏やかで緩やかに下っていたため、無事に対岸にたどり着き、上陸すると、明かりの隙間へと向かって進み、暗闇と静寂によって、そこに人がいないことを推し量った。
ἐμφὺς δὲ τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω τὰ δεδογμένα·
そして崖にしがみつき、足場を受け入れ、手をかけるところを与えてくれる岩の傾斜や曲がり角、凹凸に身を委ね、支えとしながら、岩の頂上に到達した。 そして前哨の警備兵たちに引き上げられて、内部の者たちに決定事項を伝えた。
καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο πρὸς τὸν Κάμιλλον.
そして決議文を受け取ると、再びカミルスのもとへと立ち去った。
ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις.
昼になって、異民族の一人が特に目的もなくその場所を歩き回っていたとき、一方では爪先立った足跡や滑った跡を、他方では土の上に生えている草が擦り切れて折れているところや、身体が横に滑って押し付けられた跡があるのを見て、それを他の者たちに告げた。
οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ
彼らは、敵によって自分たちに道が示されたと考え、競って登ろうとし、夜の最も静まり返った時間を見計らって登り、警備兵たちだけでなく、

語釈・文法注

  1. 324eὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων — 属格絶対の構造。代名詞 `ὀλίγων` が意味上の主語であり、中間態分詞 `ἀνασκευασαμένων` と能動態分詞 `διακαρτερούντων` がこれに係る。
  2. 324fἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ — 目的を表す `ἵνα` に導かれる接続法 `δοκῇ` の節。不定詞 `λαμβάνειν` の目的語は文脈から「支配権(ἡγεμονία)」が省略されている。`καιρῷ`(状況的な好機によって)と `νόμῳ`(法に基づいて)は、手段や根拠を示す与格として対比されている。
  3. 325bτοῦτο μὲν... τοῦτο δʼ... — 副詞的対格の相関表現で、「一方では……他方では……」を意味する。後ろに続く名詞句 `ἴχνη...` と `ἀποτριβὰς...` を対比的に並列させ、それらを目撃した状況を説明している。

この箇所を引用する

プルタルコス, ローマ人の運について §12#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:12%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。