§12#1τί δʼ οὐχὶ καὶ περὶ τὰς μεγίστας συμφορὰς ὤρθου τὴν πόλιν ἡ Τύχη;
但是,在面对最重大的灾难时,命运又何尝没有重整这座城市呢?
Κελτῶν μὲν περὶ τὸ Καπετώλιον στρατοπεδευόντων καὶ πολιορκούντων τὴν ἀκρόπολιν,
"νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν, ὀλέκοντο δὲ λαοί· "
τὴν δὲ νυκτερινὴν ἔφοδον αὐτῶν, λεληθότων πάντας ἀνθρώπους, ἡ Τύχη καὶ ταὐτόματον ἔκπυστον ἐποίησε γενέσθαι.
当凯尔特人在卡皮托利乌姆周围扎营并围困卫城时, “在军中降下恶疾,众民因而灭亡;” 而他们的夜袭,尽管对所有人而言都是秘密进行的,命运和偶然却使其暴露了。
περὶ ἧς κἀν βραχεῖ πλείω διελθεῖν ἴσως οὐκ ἄκαιρόν ἐστι.
关于此事,或许在此略微详加叙述也并非不合时宜。
μετὰ τὴν ἐπʼ Ἀλλίᾳ ποταμῷ Ῥωμαίων μεγάλην ἧτταν οἱ μὲν εἰς Ῥώμην κατάραντες ἀπὸ τῆς φυγῆς καὶ ταραχῆς συναναπλήσαντες τὸν δῆμον ἐξεπτόησαν καὶ διεσκέδασαν, ὀλίγων εἰς τὸ Καπετώλιον ἀνασκευασαμένων καὶ διακαρτερούντων.
在罗马人于阿利亚河遭遇大败之后,那些在败逃和混乱中抵达罗马的人,向民众传播恐慌,使他们惊恐散去,只有少数人收拾行装并在卡皮托利乌姆坚守。
οἱ δʼ εὐθὺς ἀπὸ τῆς τροπῆς εἰς Βηίους συναθροισθέντες ᾑροῦντο δικτάτωρα Φούριον Κάμιλλον, ὃν εὐτυχῶν μὲν καὶ ὑψαυχενῶν ὁ δῆμος ἀπεσείσατο καὶ κατέβαλε, δίκῃ περιπεσόντα δημοσίων κλοπῶν· πτήξας δὲ καὶ ταπεινωθεὶς ἀνεκαλεῖτο μετὰ τὴν ἧτταν, ἐγχειρίζων καὶ παραδιδοὺς ἀνυπεύθυνον ἡγεμονίαν.
而在溃败后立即聚集在维伊的人们,则试图推选富里乌斯·卡米卢斯为独裁官。 当他得势且高傲时,民众曾将他排挤并拉下马,使其落入贪污公款的诉讼中;但在民众畏缩和低头之后,在战败后又召回了他,将无需问责的支配权交付并托付给他。
ἵνʼ οὖν μὴ καιρῷ δοκῇ νόμῳ δὲ λαμβάνειν ὁ ἀνήρ, μηδʼ, ὡς ἀπ ἐγνωκὼς τὴν πόλιν, ὅπλοις ἀρχαιρεσιάζῃ τὰ τοῦ στρατοῦ σποράδος καὶ πλάνητος, ἔδει τοὺς ἐν Καπετωλίῳ βουλευτὰς ἐπιψηφίς ασθαι τὴν τῶν στρατιωτῶν γνώμην μαθόντας.
因此,为了让这个人显得不是因一时的好机、而是依法律接受(权力),也为了让他不至于像个彻底放弃城市的人那样,凭借一支散乱漂泊的军队的武力来主持选举,卡皮托利乌姆的议员们必须在了解士兵的意图后进行投票表决。
ἦν οὖν Γάιος Πόντιος ἀνὴρ ἀγαθός,ʼ καὶ τῶν δεδογμένων αὐτάγγελος ὑποστὰς ἔσεσθαι τοῖς ἐν Καπετωλίῳ μέγαν ἀνεδέξατο κίνδυνον· ἡ γὰρ ὁδὸς ἦν διὰ τῶν πολεμίων κύκλῳ φυλακαῖς καὶ χάραξι τὴν ἄκραν περιεχόντων.
于是,有一位名叫盖乌斯·蓬蒂乌斯的勇士,他主动承担了向卡皮托利乌姆的人们通报决议的使者任务,承受了极大的危险;因为道路需要穿过用哨所和栅栏将卫城重重包围的敌军。
ὡς οὖν ἐπὶ τὸν ποταμὸν ἦλθε νύκτωρ, φελλοὺς πλατεῖς ὑποστερνισάμενος καὶ τὸ σῶμα τῇ κουφότητι, τοῦ ὀχήματος παραθέμενος ἀφῆκε τῷ ῥόῳ· τυχὼν δὲ πράου καὶ σχολαίως ὑποφέροντος ἥψατο τῆς ἀντιπέρας ὄχθης ἀσφαλῶς, καὶ ἀποβὰς ἐχώρει πρὸς τὸ τῶν φώτων διάκενον, τῷ τε σκότει καὶ ʼτῇ σιωπῇ τὴν ἐρημίαν τεκμαιρόμενος· ἐμφὺς δὲ τῷ κρημνῷ, καὶ ταῖς δεχομέναις τὴν ἐπίβασιν καὶ παρεχούσαις ἀντίληψιν ἐγκλίσεσι καὶ περιαγωγαῖς καὶ τραχύτησι τῆς πέτρας παραδοὺς ἑαυτὸν καὶ ἐπερεισάμενος ἐξίκετο πρὸς τὸ ἄνω πέτρας καὶ ἀναληφθεὶς ὑπὸ τῶν προφυλάκων ἐδήλωσε τοῖς ἔσω τὰ δεδογμένα· καὶ λαβὼν τὸ ψήφισμα πάλιν ᾤχετο πρὸς τὸν Κάμιλλον.
因此,当他在夜间来到河边时,他将宽阔的软木垫在胸下,将身体托付于这件轻盈的载具上,顺流而下;幸而水流温和且缓慢,他安全地到达了对岸,登岸后,他朝着灯火交界处的空隙前进,凭着黑暗与静谧推测该处的空无一人;他紧贴着悬崖,将身体寄托并支撑在那些能够落脚和攀扶的岩石倾斜、弯折与粗糙之处,终于到达了岩石的顶部,并在被前哨卫兵拉上去后,向里面的人传达了决议;随后他拿着法令,又折返回卡米卢斯那里。
ἡμέρας δὲ τῶν βαρβάρων τις ἄλλως τὸν τόπον περιιὼν ὡς εἶδε τοῦτο μὲν ἴχνη ποδῶν ἀκρώνυχα καὶ περιολισθήσεις, τοῦτο δʼ ἀποτριβὰς καὶ περικλάσεις τῆς ἐπιβλαστανούσης τοῖς γεώδεσι πόας ὁλκούς τε σώματος πλαγίους καὶ ἀπερείσεις, ἔφραζε τοῖς ἄλλοις.
白天,有一个蛮族人无意中在周围闲逛,当他一方面看见脚尖的足迹和滑落的痕迹,另一方面看见生长在泥土上的草被摩擦和折断的痕迹,以及身体侧滑和支撑的拖痕时,便告诉了其他人。
οἱ δὲ δείκνυσθαι τὴν ὁδὸν αὑτοῖς ὑπὸ τῶν πολεμίων νομίζοντες ἐπεχείρουν ἁμιλλᾶσθαι, καὶ τῆς νυκτὸς τὸ ἐρημότατον διαφυλάξαντες ἀνέβησαν λαθόντες οὐ μόνον τοὺς φύλακας, ἀλλὰ
他们认为敌人给他们指明了道路,于是试图竞相攀爬,并在夜里最静僻的时候伺机行动,不仅瞒过了卫兵,而且