Humanitext Reader

プルタルコス · ローマ人の運について §1-3

徳と運の争いと英雄たちを従えた徳の登場

1 / 10 箇所 · ギリシア語

要旨

徳と運のどちらがローマの帝国を築いたのかという大いなる争いについて、筆者は両者が協力してローマの基礎を築いたと主張し、まず多くの英雄たちを従えた徳の威厳ある入場を描写する。

§1αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν.
何度も、そして数多くの偉大な戦いを競い合ってきた「徳」と「運」が、今、互いに最大の戦いに挑んでいる。 ローマの支配権をめぐって、それがどちらの業績であり、どちらがこれほど大きな力を生み出したのかを争い決しようとしているのである。
οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα α πρὸς κατηγορίαν.
勝利を収めたものにとって、これは小さな証拠ではない。 むしろ、非難に対する弁明となるだろう。
κατηγορεῖται δʼ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ·
というのも、徳は美しくもあるが役に立たないと非難され、運は不安定であるが良いものであると非難されているからである。
καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι.
前者は実りのない労苦を重ねると言われ、後者は信頼できないものを贈ると言われている。
τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν;
それゆえ、その二つのうち一方がローマに加担したとするなら、徳が善き人々に対してこれほど偉大な善行を成し遂げたのであるから「徳こそ最も有益である」と、あるいは、運が与えたものをこれほど長い間保っているのであるから「好運こそ最も確実なものである」と、誰が言わないだろうか。
Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν·
さて、詩人イオーンは、彼が韻律なしの散文で書いたものの中で、運は知恵と最も似ていないものであるが、最も似ている事柄の作り手となると言っている。
αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν.
両者ともに高め、人々を装飾し、名声へと、権力へと、支配へと導く。
τί δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον;
あれこれと多くを数え上げて長々と述べる必要があろうか。
αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν.
われわれのために万物を生み出しもたらす自然そのものを、ある人々は運であると考え、他の人々は知恵であると考えている。
διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.
それゆえ、もし私たちがローマについて、まるで大地や海、天や星についてのように、それが偶然によって成り立っているのか、それとも摂理によって成り立っているのかを議論するなら、この現在の議論はローマに美しくも羨むべき威厳を授けることになる。
§2ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι.
しかし私は、たとえ運と徳が常に互いに激しく戦い争っているとしても、これほど壮大な支配力と権力の構築に向けては、互いに和解して手を組み、手を組んで人間の業の中で最も美しいものを完成させ、共に成し遂げたと推測することは正しいと思う。
καὶ νομίζω, καθάπερ Πλάτων φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν αἱ ξ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμείξαντο τὴν ὕλην διʼ αὐτῶν·
そして私はこう考える。 プラトンが言うように、全宇宙は、目に見え、かつ触れられるものとなるために、必然的かつ根源的な元素としての火と土から生じた。 土は宇宙に重さと安定性を与え、火は色彩、形、運動を与えたが、中間に位置する元素である水と空気は、双方の極端な不調和を和らげ静めることで、それらを媒介として素材を結合させ混合させた。
οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ πεῖσμα μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν ἀγκυρηβόλιον σάλου καὶ πλάνης, ὥς φησι Δημόκριτος.
これと同じように、まさにそのように、神の助けを得てローマの基礎を築いた時代もまた、運と徳を調和させ結びつけたのである。 それは、両者からそれぞれの固有な性質を取り入れて、全人類にとって真に聖なる、かつ贈り物を豊かにもたらす炉とし、不動の錨索、永遠の元素、そしてデモクリトスが言うように、激動し漂流する諸事象に対する「うねりと漂流からの錨地」を造り上げるためであった。
ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδʼ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἀδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἀπταίστου περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι.
自然哲学者たちが言うには、かつて宇宙は秩序ある宇宙ではなく、諸天体が寄り集まり混ざり合って、万物からなる共通の形を自然に提供しようとはしなかった。 むしろ、あるものはまだ小さく、ばらばらに漂い、すり抜け、捕捉や絡み合いを逃れており、他方、すでに固まりつつあるより大きなものは、互いに激しく争い混乱を引き起こし、すべては荒波と沸騰、そして破滅と漂流と難破に満ちていた。 それは、土が寄り集まり漂うものたちから大きさを獲得し、自ら何らかの形で定まり、他のものたちに対しても、自身の中および周囲に定着の場を提供する前のことであった。 それと同様に、人間における最大の権力や帝国が、誰も支配せず誰もが支配しようと欲することによって、様々な運命のままに駆り立てられ、衝突していたときには、万物のあらゆる移動、漂流、変転は制御不能であった。 しかし、ローマが力と成長を獲得し、あるときは自らの内に諸民族や諸国家を、またあるときは異民族や海の彼方の王たちの領土を束ねるに及んで、最も偉大な事象は確固たる基盤と安全を得た。 それは平和の秩序と、揺るぎない支配の単一の軌道へと回り込み、これらを企てた人々にあらゆる徳が宿り、多くの幸運もまた協力したからである。 これは議論が進むにつれて示すことができるだろう。
§3νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος ὥσπερ ἀπὸ σκοπιᾶς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας.
だが今、私はまるで物見櫓から見下ろすかのように、この比較と競い合いに向けて、運と徳が歩みを進めているのを目にしているように思う。
ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, παρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας.
しかし、徳の歩みは穏やかで、その眼差しは落ち着いているが、競争を前にして、その顔には名誉を重んじる熱意による赤みが少し差している。
καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος "ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες," ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις.
そして、急ぎ進む運からはるかに遅れているが、彼女を導き、護衛するのは、大勢の「戦に斃れ、血に染まった武具を帯びた男たち」であり、彼らは正面に受けた傷に満ち、汗にまみれた血を滴らせ、半分壊れた戦利品の上に立っている。
βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι;
彼らが一体誰なのか、尋ねてみようではないか。
Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Δέκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες.
彼らは、ファブリキウスたち、カミッルスたち、デキウスたち、キンキナトゥスたち、マクシムス・ファビウスたち、クラウディウス・マルケッルスたち、そしてスキピオたちであると言う。
ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ;
また、ガイウス・マリウスが運に対して怒っているのが見えるし、あそこではムキウス・スカエウォラが、燃え盛る手を示して叫んでいる。 「これをも運の恵みとするつもりか。
καὶ Μάρκος Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης, οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι;
」そして川辺の勇士マルクス・ホラティウスは、エトルリアの矢に重く傷つき、引きずる太腿を晒しながら、深い渦の中から呟いている。 「それでは、私も偶然によって不自由な身体になったというのか。
τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν, "βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις.
」このようにして、徳の合唱隊は比較の場へと近づいていく。 「重武装の戦士、敵対するものには恐るべき者。
"

語釈・文法注

  1. 316cποτέρας ... καὶ ποτέρα — 間接疑問節を導く関係・所有代名詞。前者は名詞 ἔργον(業績)に係り「どちらの業績であるか」、後者は動詞 γεγέννηκεν の主語として「どちらが(この力を)生み出したか」を表す。対立する二つの主軸である「徳」と「運」を際立たせる対比構造。
  2. 316cτῇ περιγενομένῃ — 動詞 περιγίγνομαι(打ち勝つ、優位に立つ)の冠詞付きアオリスト分詞与格。判断の与格(dativus iudicantis)または利益の与格として機能し、「勝利を収めた(優位に立った)者にとって」と解釈される。
  3. 316cτῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης — 属格独立構文(genitive absolute)。τῇ ἑτέρᾳ が意味上の主語(与格名詞が独立格の主語として扱われる珍しい例、または前置詞の省略とも見なせるが、属格の代名詞 τῆς ἑτέρας の写本上の異読や混同、あるいは προστεθείσης の属格主語としての τῆς ἑτέρας を意図した構造)。ここでは条件節「もし二つのうち一方がローマに加担するならば」として解釈するのが最も自然である。
  4. 316eἐγὼ δέ, ὅτι μέν ... οἴομαι — 主節の骨格は ἐγὼ δέ ... ὀρθῶς ὑπονοεῖν οἴομαι(しかし私は……と正しく推測していると思う)であり、その間に ὅτι に導かれる長大な名詞節が挟まれている。この名詞節の中にさらに εἰ καὶ ...(たとえ……だとしても)という譲歩の条件節が挿入されており、主句と従属句の境界を見失いやすい複雑な倒置・離隔構造を形成している。
  5. 317aὑποφερομένοις τοῖς πράγμασιν — 現在受動分詞 ὑποφερομένοις が名詞 τοῖς πράγμασιν に一致した与格句。名詞句 ἀγκυρηβόλιον(錨地)が要求する関係・方向の与格であり、「(時の流れや運命に)押し流される諸事象(=人間社会の営み)にとっての錨地」という比喩的な係り先を示す。
  6. 317aπρίν γε τὴν γῆν ... ἱδρυθῆναί πως αὐτὴν — 接続詞 πρίν に導かれる対格・不定詞構文(accusative with infinitive)。対格の τὴν γῆν が不定詞 ἱδρυθῆναι(アオリスト受動不定詞)の意味上の主語。途中に多くの分詞修飾句が挿入されているため、文の骨格である πρίν ... τὴν γῆν ... ἱδρυθῆναι(大地が定着する前に)の構造を保持して読む必要がある。
  7. 317dΦαβρίκιοί φασιν εἶναι — 不定詞 εἶναι の補語としての主格複数 Φαβρίκιοι。複数形で特定の個人(ファブリキウス等)を指すことで、「ファブリキウスたちのような高潔な英雄たち」という複数代表・類化の表現となる。三人称複数動詞 φασίν は「人々は言う、と言われている」という伝聞、あるいは「彼ら自身が(そうであると)言う」の両義に取れるが、文脈上は「〜だと言われている」と取るのが一般的。

この箇所を引用する

プルタルコス, ローマ人の運について §1-3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg086.humanitext-grc3:1-3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。