§1αἱ πολλοὺς πολλάκις ἠγωνισμέναι καὶ μεγάλους ἀγῶνας Ἀρετὴ καὶ Τύχη πρὸς ἀλλήλας μέγιστον ἀγωνίζονται τὸν παρόντα, περὶ τῆς Ῥωμαίων ἡγεμονίας διαδικαζόμεναι ποτέρας γέγονεν ἔργον καὶ ποτέρα τὴν τηλικαύτην δύναμιν γεγέννηκεν.
曾多次共同参与并经历过多次伟大斗争的“美德”与“命运”,正相互进行着当下最伟大的决战,争论着罗马帝国的统治权究竟是她们中哪一者的功劳,又是哪一者孕育了如此巨大的力量。
οὐ γὰρ μικρὸν ἔσται τῇ περιγενομένῃ τοῦτο μαρτύριον, μᾶλλον δʼ ἀπολόγημα α πρὸς κατηγορίαν.
因为对于胜出者而言,这绝非微不足道的证据,而更像是对指控的辩白。
κατηγορεῖται δʼ Ἀρετὴ μὲν ὡς καλὸν μὲν ἀνωφελὲς δέ, Τύχη δʼ ὡς ἀβέβαιον μὲν ἀγαθὸν δέ· καὶ τὴν μὲν ἄκαρπα πονεῖν λέγουσι, τὴν δʼ ἄπιστα δωρεῖσθαι.
因为美德被指责为虽美好却无用,而命运被指责为虽不确定却是好事;人们说前者徒劳无获,后者赠予不可信赖之物。
τίς οὖν οὐχὶ λέξει, τῇ ἑτέρᾳ τῆς Ῥώμης προστεθείσης, ἢ λυσιτελέστατον ἀρετήν, εἰ τηλικαῦτα τοὺς ἀγαθοὺς δέδρακεν ἀγαθά, ἢ βεβαιότατον Εὐτυχίαν, χρόνον ἤδη τοσοῦτον ἃ δέδωκε τηροῦσαν;
那么,若将其中一者赋予罗马,有谁不会说:要么是美德最为有益,如果她为善人成就了如此伟大的善行;要么是好运最为确实,既然她如此长久地守护着自己所赐予的东西?
Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίγνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι, προσκοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν.
现在,诗人伊翁在他所著的散文(即无韵律之作)中说,命运虽然是与智慧最不相似的事物,却成为了与智慧最相似的事物的创造者;两者都使人成长、装点人们、并引导他们走向荣耀、权力和统治。
τί δεῖ τὰ πολλὰ μηκύνειν ἐξαριθμούμενον;
何必列举诸多细节来长篇大论呢?
αὐτὴν τὴν τὰ πάντα γεννῶσαν ἡμῖν καὶ φέρουσαν φύσιν οἱ μὲν τύχην εἶναι νομίζουσιν, οἱ δὲ σοφίαν.
那为我们生育并带来万物的自然本身,有人认为它是命运,有人则认为它是智慧。
διὸ καλόν τι τῇ Ῥώμῃ καὶ ζηλωτὸν ὁ ἐνεστὼς λόγος ἀξίωμα περιτίθησιν, εἰ διαποροῦμεν ὑπὲρ αὐτῆς, ὡς ὑπὲρ γῆς καὶ θαλάττης καὶ οὐρανοῦ καὶ ἄστρων, πότερον κατὰ τύχην συνέστηκεν ἢ κατὰ πρόνοιαν.
因此,当前的讨论为罗马帝国赋予了某种美好而令人羡慕的尊严,如果我们对她感到困惑,就像对大地、海洋、天空和星辰一样,争论她究竟是因命运而建立,还是因神意而建立。
§2ἐγὼ δέ, ὅτι μέν, εἰ καὶ πάνυ πρὸς ἀλλήλας ἀεὶ πολεμοῦσι καὶ διαφέρονται Τύχη καὶ Ἀρετή, πρός γε τηλικαύτην σύμπηξιν ἀρχῆς καὶ δυνάμεως εἰκός ἐστιν αὐτὰς σπεισαμένας συνελθεῖν καὶ συνελθούσας ἐπιτελειῶσαι καὶ συναπεργάς ασθαι τῶν ἀνθρωπίνων ἔργων τὸ κάλλιστον, ὀρθῶς ὑπονοεῖν οἴομαι.
但我认为,即使命运与美德始终在剧烈地相互对抗和争斗,为了建立如此伟大的政权与力量的结合体,她们很可能达成和解并走到一起,在走到一起后,共同完成并协力成就了人类事业中最美好的杰作,这样推测是正确的。
καὶ νομίζω, καθάπερ Πλάτων φησὶν ἐκ πυρὸς καὶ γῆς ὡς ἀναγκαίων τε καὶ πρώτων γεγονέναι τὸν σύμπαντα κόσμον, ἵνʼ ὁρατός τε γένηται καὶ ἁπτός, γῆς μὲν τὸ ἐμβριθὲς καὶ στάσιμον αὐτῷ συμβαλομένης, πυρὸς δὲ χρῶμα καὶ μορφὴν καὶ κίνησιν αἱ ξ δʼ ἐν μέσῳ φύσεις, ὕδωρ καὶ ἀήρ, μαλάξασαι καὶ σβέσασαι τὴν ἑκατέρου τῶν ἄκρων ἀνομοιότητα συνήγαγον καὶ ἀνεμείξαντο τὴν ὕλην διʼ αὐτῶν· οὕτως ἄρα καὶ ὁ τὴν Ῥώμην ὑποβαλόμενος χρόνος μετὰ θεοῦ τύχην καὶ ἀρετὴν ἐκέρασε καὶ συνέζευξεν, ἵνʼ ἑκατέρας λαβὼν τὸ οἰκεῖον ἀπεργάσηται πᾶσιν ἀνθρώποις ἑστίαν ἱερὰν ὡς ἀληθῶς καὶ ἀνησιδώραν καὶ
πεῖσμα
μόνιμον καὶ στοιχεῖον ἀίδιον, ὑποφερομένοις τοῖς πράγμασιν
ἀγκυρηβόλιον σάλου καὶ πλάνης,
ὥς φησι Δημόκριτος.
我以为,正如柏拉图所说,整个宇宙是由火与土这两种必要且最基础的元素构成的,为了使它变得可见且可触——土为它贡献了沉重与稳固,火贡献了色彩、形状与运动——而处于中间的元素,水和空气,通过柔和并平息两端元素的差异,使它们结合并借此将物质融合在一起;同样地,奠定罗马基础的时代也在神的帮助下,将命运与美德融合并联结在一起,以便从两者中吸取其特有的特质,为全人类创造出一个真正神圣且带来丰盛恩赐的家园,一个稳固的锚索,一个永恒的元素,以及如德谟克利特所说,为那些在风浪中漂流动荡的事物提供“避开风浪与漂泊的锚地”。
ὡς γὰρ οἱ φυσικοὶ τὸν κόσμον λέγουσιν οὐκ εἶναι πάλαι κόσμον οὐδʼ ἐθέλειν τὰ σώματα συνελθόντα καὶ συμμιγέντα κοινὸν ἐκ πάντων εἶδος τῇ φύσει παρασχεῖν, ἀλλὰ τῶν μὲν ἔτι μικρῶν καὶ σποράδην φερομένων καὶ διολισθανόντων καὶ ὑποφευγόντων τὰς ἐναπολήψεις καὶ περιπλοκάς, τῶν δʼ ἀδροτέρων καὶ συνεστηκότων ἤδη δεινοὺς ἀγῶνας πρὸς ἄλληλα καὶ διαταραχὰς λαμβανόντων, κλύδωνα καὶ βρασμὸν εἶναι καὶ φθόρου καὶ πλάνης καὶ ναυαγίων μεστὰ πάντα, πρίν γε τὴν γῆν μέγεθος λαβοῦσαν ἐκ τῶν συνισταμένων καὶ φερομένων ἱδρυθῆναί πως αὐτὴν καὶ τοῖς ἄλλοις ἵδρυσιν ἐν αὑτῇ καὶ περὶ αὑτὴν παρασχεῖν, οὕτω τῶν μεγίστων ἐν ἀνθρώποις δυνάμεων καὶ ἡγεμονιῶν κατὰ τύχας ἐλαυνομένων καὶ συμφερομένων ὑπὸ τοῦ μηδένα κρατεῖν βούλεσθαι δὲ πάντας, ἀμήχανος ἦν ἡ φορὰ καὶ πλάνη καὶ μεταβολὴ πᾶσα πάντων, μέχρι οὗ τῆς Ῥώμης ἰσχὺν καὶ αὔξησιν λαβούσης καὶ ἀναδησαμένης τοῦτο μὲν ἔθνη καὶ δήμους ἐν αὑτῇ, τοῦτο δʼ ἀλλοφύλους καὶ διαποντίους βασιλέων ἡγεμονίας, ἕδραν ἔσχε τὰ μέγιστα καὶ ἀσφάλειαν, εἰς κόσμον εἰρήνης καὶ ἕνα κύκλον τῆς ἡγεμονίας ἀπταίστου περιφερομένης, πάσης μὲν ἀρετῆς ἐγγενομένης τοῖς ταῦτα μηχανησαμένοις, πολλῆς δὲ καὶ τύχης συνελθούσης, ὡς ἐνέσται τοῦ λόγου προϊόντος ἐνδείξασθαι.
因为正如自然哲学者们所说,宇宙在过去并非一个秩序井然的宇宙,各种物质也无意聚集和混合以自然地为万物提供一个共同的形态,而是有些物质依然微小、零散地漂浮、滑落并逃避捕获与缠绕,而另一些较粗大且已凝聚的物质,则互相进行着可怕的冲突和动乱,一切都充满了波涛、沸腾、毁灭、漂泊和海难,直到大地从这些凝聚和漂移的物质中获得体积,以某种方式确立了自身,并为其他物质在自身之中和周围提供了立足之地;同样,在人类最伟大的力量和帝国因无人愿被统治而人人皆想统治,从而在各种命运的驱使下冲突碰撞时,万物的一切运动、漂泊和转变都是无法控制的,直到罗马获得了力量和成长,并将部分民族和人民、部分外族和海外君王的统治圈系于自身,最伟大的事物才获得了稳固的地位与安全,在一场和平的秩序以及单一的、不曾受挫的统治轨道中循环运转。 这其中既有设计这些事业的人所具备的一切美德,也有许多命运的协同作用,这一点随着讨论的展开将得以阐明。
§3νυνὶ δέ μοι δοκῶ τοῦ προβλήματος ὥσπερ ἀπὸ σκοπιᾶς καθορᾶν ἐπὶ τὴν σύγκρισιν καὶ τὸν ἀγῶνα τήν τε Τύχην καὶ τὴν Ἀρετὴν βαδιζούσας.
但现在,我仿佛觉得自己正从瞭望台上向下俯瞰这场对比和决战,看着命运与美德正阔步走来。
ἀλλὰ τῆς μὲν Ἀρετῆς πρᾶόν τε τὸ βάδισμα καὶ τὸ βλέμμα καθεστηκός, παρέχει δέ τι καὶ τῷ προσώπῳ πρὸς τὴν ἅμιλλαν ἐρύθημα τῆς φιλοτιμίας.
美德的步伐温和,眼神安详,但面对竞争,她的脸上也因荣誉心而泛起了一丝红晕。
καὶ πολὺ μὲν ὑστερεῖ σπευδούσης τῆς Τύχης, ἄγουσι δʼ αὐτὴν καὶ δορυφοροῦσι κατὰ πλῆθος
"ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες,"
ἐναντίων τραυμάτων ἀνάπλεῳ, αἷμα συμμεμιγμένον ἱδρῶτι σταλάζοντες, ἡμικλάστοις ἐπιβεβηκότες λαφύροις.
她远远落后于急匆匆的命运,但伴随并护卫着她的是大批“战死沙场、身着血染铠甲的男子”,他们满身是正面受挫的伤口,滴着混有汗水的鲜血,立于半毁的战利品之上。
βούλεσθε δὲ πυθώμεθα, τίνες ποτʼ εἰσὶν οὗτοι;
你们想问问这些人究竟是谁吗?
Φαβρίκιοί φασιν εἶναι καὶ Κάμιλλοι καὶ Δέκιοι καὶ Κικιννᾶτοι καὶ Μάξιμοι Φάβιοι καὶ Κλαύδιοι Μάρκελλοι καὶ Σκιπίωνες.
他们说是法布里基乌斯们、卡米卢斯们、德基乌斯们、辛辛纳图斯们、马克西姆斯·费比乌斯们、克劳狄乌斯·马塞拉斯们和西庇阿们。
ὁρῶ δὲ καὶ Γάιον Μάριον ὀργιζόμενον τῇ Τύχῃ, καὶ Μούκιος ἐκεῖ Σκαιόλας τὴν φλεγομένην χεῖρα δείκνυσι βοῶν
μὴ καὶ ταύτην τῇ Τύχῃ χαρίζῃ;
我也看到了盖乌斯·马略正对命运发怒,而那里的穆基乌斯·斯凯沃拉正展示着他那燃烧的手并高喊: “难道连这也归功于命运吗?
καὶ Μάρκος Ὡράτιος ἀριστεὺς παραποτάμιος Τυρρηνικοῖς βέλεσι βαρυνόμενος καὶ σκάζοντα μηρὸν παρέχων, ἐκ βαθείας ὑποφθέγγεται δίνης,
οὐκοῦν κἀγὼ κατὰ τύχην πεπήρωμαι;
”而河畔的勇士马尔库斯·霍拉蒂乌斯,身负伊特鲁里亚箭矢的重伤,展示着他那跛行的股部,从深邃的漩涡中低声说:“那么,我也是因命运而残废的吗?
τοιοῦτος ὁ τῆς Ἀρετῆς χορὸς πρόσεισιν ἐπὶ τὴν σύγκρισιν,
"βριθὺς ὁπλιτοπάλας δάιος ἀντιπάλοις. "
”美德的合唱队便是这样走向这场对比的,“沉重披甲的战士,对敌人而言是可怕的对手。 ”