Humanitext Reader

プルタルコス · ギリシア・ローマ対比史話集 §34-36

継母の偽りといけにえと遺棄された双子の対比

8 / 9 箇所 · ギリシア語

要旨

ギリシア神話・歴史の悲劇的な逸話(パイドラーの恋とヒッポリュトスの死、処女のいけにえと鷲の奇跡、双子の遺棄と狼による救済)と、それに対応するイタリア・ローマの類似した歴史的伝承を対比して語る。

§34Θησεὺς ταῖς ἀληθείαις παῖς Ποσειδῶνος, ἔχων δὲ ἐξ Ἱππολύτης Ἀμαζόνος Ἱππόλυτον, ἐπέγημε μητρυιὰν Φαίδραν τὴν Μίνωος, ἥτις τοῦ προγόνου εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τὴν τροφὸν ἔπεμψεν·
テーセウスは、実際にはポセイドーンの息子であったが、アマゾーンのヒッポリュテーとの間にヒッポリュトスをもうけており、ミノースの娘パイドラーを継母としてめとった。 彼女は継子への欲望にとらわれ、乳母を遣わした。
ὁ δὲ καταλείψας Ἀθήνας καὶ εἰς Τροιζῆνα παραγενόμενος κυνηγεσίαις προσανέκειτο.
しかし彼はアテーナイを離れてトロイゼーンに行き、狩猟に専念していた。
τῆς δὲ προαιρέσεως ἡ ἀσελγὴς ἀποτυχοῦσα ψευδεῖς κατὰ τοῦ σώφρονος ἐπιστολὰς ἐχάραξε καὶ βρόχῳ τὸ ζῆν ἀνήρτησε.
彼女はその意図が遂げられず、ふしだらにも、この貞潔な男に対する偽りの手紙を記し、首吊りによって生涯を終えた。
Θησεὺς δὲ πιστεύσας ᾐτήσατο παρὰ Ποσειδῶνος ἀπολέσθαι τὸν Ἱππόλυτον, ἐκ τῶν τριῶν εὐχῶν ἃς εἶχε παρʼ αὐτοῦ.
テーセウスはそれを信じ、ポセイドーンから得ていた三つの願いのうちの一つによって、ヒッポリュトスを滅ぼすよう求めた。
ὁ δὲ παρʼ αἰγιαλὸν ἐπὶ ἅρματος τυχόντι ταῦρον ἔπεμψε καὶ ἐπτόησε τοὺς ἵππους, οἳ συνέτριψαν τὸν Ἱππόλυτον.
ポセイドーンは、浜辺を戦車で走っていた彼に向けて雄牛を送り出し、馬たちを怯えさせた。 その馬たちがヒッポリュトスを蹂躙した。
Κομμίνιος Σοῦπερ Λαυρεντῖνος ἔχων υἱὸν ἐξ Ἐγερίας νύμφης Κομμίνιον ἐπήγαγε μητρυιὰν Γινδίκαν·
コミニウス・スペル・ラウレンティヌスは、ニュンペのエゲリアとの間に息子コミニウスをもうけており、継母としてギンディカを連れ込んだ。
ἥτις ἐρασθεῖσα τοῦ προγόνου καὶ ἀποτυχοῦσα βρόχῳ κατέστρεψε τὸν βίον, ἐπιστολὰς καταλείψασα ψευδεῖς· .
彼女は継子に恋い慕ったが、拒絶されたため、偽りの手紙を残して首吊りによって命を絶った。
ὁ δὲ Κομμίνιος ἀναγνοὺς τὰ ἐκγλήματα καὶ τῷ ζήλῳ πιστεύσας ἐπεκαλέσατο τὸν Ποσειδῶνα.
コミニウスはその告訴状を読み、嫉妬を信じてポセイドーンを呼び求めた。
ὁ δὲ τῷ παιδὶ ἐπὶ ἅρματος ὀχουμένῳ ταῦρον ἔδειξε, καὶ οἱ ἵπποι τὸν νέον σύραντες ἀπώλεσαν ὡς Δοσίθεος ἐν τρίτῳ Ἰταλικῶν.
ポセイドーンは、戦車に乗っている息子に対して雄牛を現し、馬たちがこの若者をひきずって殺してしまった。 ドシテオスが『イタリア戦記』第3巻で語る通りである。
§35λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν ὁ θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν καθῆκεν·
疫病がラケダイモーンを襲ったとき、もし貴族の処女を毎年いけにえに捧げるならば、疫病は止まるであろう、と神の信託が下った。 あるときヘレネーがくじで選ばれ、美しく飾られて連れ出されたとき、鷲が舞い降りて剣を奪い去り、牧場へと運んで未経産の牝牛の上に落とした。
ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας·
そのため彼らは処女殺害をやめた。
ὡς Ἀριστόδημος ἐν τρίτῃ μυθικῇ συναγωγῇ.
アリストデーモスが『神話集成』第3巻で語る通りである。
λοιμοῦ κατασχόντος Φαλερίους καὶ φθορᾶς γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινόν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατʼ ἐνιαυτόν.
疫病がパレリイを襲って破滅的な状況が生じたとき、もし毎年ヘーラーに処女をいけにえに捧げるならば、その惨劇は和らぐであろう、という神託が与えられた。
ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης κατὰ κλῆρον λαχομένη Οὐαλερία Λουπέρκα σπασαμένη τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφῦραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ.
この迷信が常に維持されていたなか、くじに当たったウァレリア・ルペルカが剣を抜いたとき、鷲が舞い降りてそれを奪い去り、燃える祭壇の上に小さな金槌のついた小枝を置き、剣は神殿のそばで草を食んでいた一頭の牝牛の上に落とした。
νοήσασα δὲ ἡ παρθένος καὶ τὴν βοῦν θύσασα καὶ τὴν σφῦραν ἄρασα, κατʼ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα.
その処女は意味を理解してその牝牛をいけにえに捧げ、金槌を手に取って家々を回り、病人をそっと叩いて起こし、めいめいに健康になるように言った。
ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται·
そのため現在でもこの神秘儀式が執り行われている。
ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳ Ἰταλικῶν.
アリステイデスが『イタリア戦記』第19巻で語る通りである。
§36Φυλονόμη Νυκτίμου καὶ Ἀρκαδίας θυγάτηρ ἐκυνήγει σὺν τῇ Ἀρτέμιδι·
ニュクティモスとアルカディアの娘ピュロノメーは、アルテミスとともに狩りをしていた。
Ἄρης δʼ ἐν σχήματι ποιμένος ἔγκυον ἐποίησεν.
アレースは羊飼いの姿で彼女を妊娠させた。
ἡ δὲ τεκοῦσα διδύμους παῖδας καὶ φοβουμένη τὸν πατέρα ἔρριψεν εἰς τὸν Ἐρύμανθον.
彼女は双子の男の子を産み、父を恐れてエリュマントス川に投げ捨てた。
οἱ δὲ κατὰ πρόνοιαν ἀκινδύνως περιφερόμενοι προσηνέχθησαν ἐν κοίλῃ δρυΐ·
彼らは神意によって危険もなく漂い、空洞のオークの木に流れ着いた。
λύκαινα δʼ ἐμφωλεύουσα τοὺς μὲν ἰδίους σκύμνους εἰς τὸν ῥοῦν ἔρριψε, τοῖς δὲ βρέφεσι θηλὴν παρέσχε, Γύλιφος δὲ ποιμὴν αὐτόπτης γενόμενος καὶ ἀναλαβὼν τοὺς παῖδας ὡς ἰδίους ἔθρεψε, τὸν μὲν καλέσας Λύκαστον τὸν δὲ Παρράσιον, τοὺς διαδεξαμένους τὴν βασιλείαν τῶν Ἀρκάδων ὡς Ζώπυρος Βυζάντιος ἐν τῷ τρίτῳ Ἱστορικῶν.
そこに巣を作っていた雌狼が、自分の子供たちを川の流れに投げ捨て、この赤ん坊たちに乳房を与えた。 羊飼いギュリポスが目撃者となり、その子供たちを引き取って自分の子供として育て、一人はリュカストス、もう一人はパッラシオスと名付けた。 彼らはアルカディア人の王位を継承した。 ビザンティオンのゾーピュロスが『歴史学』第3巻で語る通りである。
Ἀμούλιος πρὸς Νομίτορα τὸν ἀδελφὸν τυραννικῶς διακείμενος, τὸν μὲν υἱὸν Αἴνιτον ἐπὶ κυνηγίᾳ ἀνεῖλε, τὴν δὲ θυγατέρα Σιλουίαν ἢ Ἰλίαν τῆς Ἥρας ἱέρειαν ἐποιήσατο.
アムーリウスは兄弟のヌミトルに対して僭主的な敵意を抱き、その息子アイニトスを狩猟の際に殺害し、娘のシルウィアあるいはイリアをヘーラーの巫女にした。
ταύτην Ἄρης ἐγκύμονα ποιεῖ·
アレースが彼女を妊娠させた。
ἡ δʼ ἔτεκε διδύμους, ὡμολόγησέ τε τῷ τυράννῳ τὴν ἀλήθειαν.
彼女は双子を産み、僭主に真実を告白した。
ὁ δὲ φοβηθεὶς ἀμφοτέρους κατεπόντισε, βαλὼν παρὰ τὰς ὄχθας τοῦ Θύμβρεως.
彼は恐れて、ティベリス川の岸の近くに投げ込んで二人とも溺れさせようとした。
οἱ δὲ προσηνέχθησαν ἐν τόπῳ, ἔνθα λύκαινα ἦν φωλεύουσα νεοτόκος·
彼らは雌狼が巣を作って子供を産んだばかりの場所に流れ着いた。
καὶ τοὺς μὲν σκύμνους ἔρριψε, τὰ δὲ βρέφη ἔτρεφε.
その狼は自分の子供たちを捨て、赤ん坊たちを育てた。
Φαῦστος δὲ ποιμὴν αὐτόπτης γενόμενος τοὺς παῖδας ἀνέθρεψε, καὶ τὸν μὲν Ῥῶμον τὸν δὲ Ῥωμύλον προσηγόρευσε, τοὺς κτίστας Ῥώμης ὡς Ἀριστείδης Μιλήσιος ἐν τοῖς Ἰταλικοῖς.
羊飼いファウストゥスが目撃者となり、彼らを育て、一人はレムス、もう一人はロムルスと名付けた。 彼らはローマの創建者たちである。 ミリトスのアリステイデスが『イタリア戦記』で語る通りである。

語釈・文法注

  1. 314bἐκ τῶν τριῶν εὐχῶν — 前置詞 ἐκ(あるいは ἐξ)は、全体(ここでは3つの願い)のうちの一部(1つの願い)を取り出す部分格的な機能を果たしている。ここでは数詞の「一つ」が明示されていないが、文脈から「3つの願いのうち(の1つ)」と解釈される。
  2. 314bτυχόντι — 動詞 τυγχάνω の現在分詞与格男性単数で、直前の τῷ παιδί に並行する省略されたヒッポリュトス(与格)を修飾する。「浜辺で戦車に乗って(たまま)そこにいた彼(ヒッポリュトス)に対して」という意味になる。
  3. 314dλωφῆσαι τὸ δεινόν — 不定詞 λωφῆσαι は χρησμὸς ἐδόθη(神託が与えられた)に続く目的あるいは結果を表し、さらに ἐάν 節を条件とする。自動詞的に「災厄が和らぐこと」を意味し、 τὸ δεινόν がその主語(対格主語)となっている。

この箇所を引用する

プルタルコス, ギリシア・ローマ対比史話集 §34-36. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg085.humanitext-grc3:34-36

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。