§31διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;
なぜテスモポリア祭において、エレトリアの女たちは肉を火ではなく太陽の光で焼き、カリゲネイアを呼び求めないのか。
ἢ ὅτι ταῖς αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος ἐξαίφνης ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι;
あるいは、アガメムノンがトロイアから連れてきた女の捕虜たちが、この地でテスモポリア祭を執り行っていたところ、突然、出航の(都合のよい)風が現れたために、祭儀を未完のまま残して船出してしまったからか。
§32τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;
ミレトス人における「アエイナウタイ」(常時乗船者たち)とは誰か。
τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα.
トアスとダマセノルをめぐる僭主たちが打倒された後、二つの結社が都市を支配した。 その一方は「プルティス」(富裕派)、他方は「ケイロマカ」(肉体労働派)と呼ばれた。
κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες·
そこで、実権を握り、実権を結社へと移した有力者たちは、最大の重要事項について、船に乗り込み、陸地から遠くへ船を出しながら協議した。
κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ
ἀειναῦται
προσηγορεύθησαν.
そして決定を下すと、港へと戻った。 このために彼らは「アエイナウタイ」と呼ばれた。
§33τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον
ἀκμαίων λέσχην
καλοῦσι;
なぜカルキス人たちは、ピュルソピオンの周辺の場所を「アクマイオン・レスケ」(若者たちの集会所)と呼ぶのか。
τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς.
ナウプリオスがアカイア人たちに追われて、カルキス人たちに懇願し、自身にかけられた嫌疑について弁明する一方で、アカイア人たちを逆告訴したと言われている。
ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν·
カルキス人たちは彼を引き渡すつもりは全くなかった。
δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.
しかし、彼が謀略によって殺害されるのを恐れたため、血気盛んな若者たちを護衛として与え、この場所に配置した。 そこは若者たちが互いに集う場所であるとともに、ナウプリオスの監視を行っていた場所であった。
§34τίς ὁ βοῦν εὐεργέτῃ θύσας;
恩人に牡牛を捧げた者とは誰か。
πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν.
イタケの領域に海賊船が停泊しており、その船には、中に入ったピッチとともに壺を持っている老人がたまたま乗っていた。
τούτῳ οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς ὑπʼ ἀὐτοῦ καὶ οἰκτίρας·
そこで、ピュリアスという名のイタケの渡し守が偶然そこに立ち寄り、何の報酬も求めず、ただ老人に説得され、また同情して、老人を救い出した。
προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος.
さらに、老人の勧めにより、壺もいくつか引き取った。
ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμειγμένον.
海賊たちが去って安全になると、老人はピュリアスを壺のところへ案内し、その中に入った、ピッチに混ざっている多くの金と銀を見せた。
ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ.
こうして突然富を築いたピュリアスは、他の事柄でも老人を手厚くもてなし、彼のために牡牛を犠牲として捧げた。
ὃ καὶ παροιμιαζόμενοι λέγουσιν
οὐδεὶς εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλʼ ἢ Πυρρίας.
そのことから、人々はことわざとして次のように言うのである。 「ピュリアスのほかには、誰も恩人のために牡牛を捧げなかった」と。
§35τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις
ἴωμεν εἰς Ἀθήνας
;
なぜボッティアニアの乙女たちには、踊りながら「アテナイへ行こう」と言う習慣があったのか。
Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι·
クレタ人たちが人間(の若者)の初穂をデルポイに送ることを誓願し、送られた者たちが、そこには何の生計手段もないのを見て、その場所から植民へと出発したと言われている。
καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι, ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμειγμένων αὐτοῖς Ἀθηναίων.
そして、最初はイアピュギアに定住し、その後トラキアのこの場所を領有したが、彼らにはアテナイ人たちが混ざり合っていた。
ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ λατρεύοντας.
なぜなら、ミノスはアテナイ人たちが貢ぎ物として送った若者たちを殺さず、自分のところで奉公人として留め置いたと思われるからである。
ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν.
そこで、彼らの子孫であり、クレタ人とみなされていた何人かが、デルポイへ一緒に送られたのである。
ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς
ἴωμεν εἰς Ἀθήνας. ,,
それゆえにボッティアニアの娘たちは、自分たちの家系を記憶にとどめ、祭りの際に「アテナイへ行こう」と歌ったのである。
§36διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς;
なぜエリスの女たちは、ディオニュソスを讃えて歌う際に、彼に「牛の足」で自分たちのところへやって来るよう懇願するのか。
ἔχει δʼ οὕτως ὁ ὕμνος.
賛歌は次のようである。
"
ἐλθεῖν, ἥρω Διόνυσε,
Ἀλεῖον ἐς ναὸν
ἁγνὸν σὺν Χαρίτεσσιν
ἐς ναὸν
τῷ βοέῳ ποδὶ θύων ʼ
"
εἶτα δὶς ἐπᾴδουσιν ʼἄξιε ταῦρε.
「来たれ、英雄ディオニュソスよ、エリスの神聖なる神殿へ、カリスたちとともに、神殿へ、牛の足で突進しながら」そして、二度「尊き牡牛よ」と歌いかける。
ʼ
πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεὸν ἢ τῷ μεγάλῳ ποδὶ
βοέῳ
λέγουσιν, ὡς
βοῶπιν
ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ
βουγάιον
τὸν μεγάλαυχον;
それは、一部の人々がこの神を「牛から生まれた者」と呼び、また「牡牛」と呼ぶからか、それとも「大きい」という意味で「牛の」と言うからか――詩人が目が大きい者を「牛の目の」と言い、傲慢な者を「牛の心を持った」と言うように。
ἤ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον;
あるいはむしろ、牛の足は無害であり、角があることは有害であるから、神が穏やかに、かつ苦しみをもたらさずに来るよう懇願しているからか。
ἢ ὅτι καὶ ἀρότου καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;
あるいは、多くの人々がこの神を、耕作と播種の先駆者であると考えているからか。