Humanitext Reader

プルタルコス · ギリシア習俗問答 §26-30

アイニアネス人の呪詛歌とロドスおよびテネドスの禁忌

6 / 12 箇所 · ギリシア語

要旨

アイニアネス人の呪いの歌、ロドスとテネドスの固有のタブー、エピダムノスの交易仲介職、トラキアの地名の起源など、各地に伝わる一風変わった儀礼や習慣の神話的・歴史的由来を解説する。

§26τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων "μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν; " Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθικίαν, εἶτα περὶ τὴν Μολοττίδα καὶ Κασσιοπαίαν·
アイニスからカッシオパイアへ牡牛を連れていく者たちを送り出す乙女たちが、国境まで次の歌を歌いかけるのは、いかなる意図に基づいているのか。 「汝らが愛する祖国の土へ決して戻らぬように」アイニアネス人たちはラピタイ人によって追い払われ、最初はアイティキアの周辺に、次いでモロッティスとカッシオパイアの周辺に居住した。
οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ βασιλέως ἄγοντος αὐτούς.
しかしその土地から何の益も得られず、それどころか厄介な近隣住民に苦しめられて、彼らは王オイノクロスが彼らを率いる中、キラ平原へとやって来た。
ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν.
そこで大干ばつが起こったとき、神託に従って、言われているようにオイノクロスを石打ちにして殺し、再び放浪した末に、彼らは現在領有している、肥沃で実り豊かなこの土地に到着した。
ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.
それゆえに彼らは、古い祖国へは戻らず、この地に留まって幸福に暮らすことを、当然のこととして神々に祈るのである。
§27τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ;
なぜロドス人においては、オクリディオンの英雄廟に伝令官が立ち入らないのか。
ἢ ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγγύησεν Ὀκριδίωνι;
あるいは、オキモスが娘のキュディッペをオクリディオンに婚約させたからか。
Κέρκαφος δʼ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν.
しかし、オキモスの兄弟であり、その娘に恋していたケルカポスは、伝令官を説得した―― 伝令官を介して花嫁を迎えに行くのが習慣だったからである――彼がキュディッペを引き取るときに、自分のところへ連れてくるようにと。
τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε.
これが実行されると、ケルカポスは娘を連れて逃亡したが、後にオキモスが年老いたときに帰還した。
τοῖς δὲ Ῥοδίοις ἔθος κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν.
そしてロドス人にとっては、起こった不正のために、伝令官がオクリディオンの英雄廟に近づかないことが習慣となった。
§28τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι;
なぜテネドス人においては、テネスの神殿に笛吹きが立ち入ることも、神殿内でアキレウスの名を口にすることも許されないのか。
ἢ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς;
あるいは、義母がテネスを、自分と交わりたがっていると中傷した際、笛吹きのモルポスが彼について偽りの証言をしたため、そのせいでテネスは妹とともにテネドスへ逃れることになったからか。
Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην.
一方アキレウスには、母テティスが、テネスはアポロンに尊ばれているから殺さぬよう強く禁じ、また、アキレウスが気づかぬうちにテネスを殺してしまわぬよう、注意を払い注意を促す役目を召使の一人に命じておいたと言われている。
ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου καλὴν οὖσαν ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη·
しかし彼がテネドスを荒らし回り、テネスの美しい妹を追いかけていたとき、テネスが立ち塞がって妹の前に立って防戦した。 そして妹は逃げ延びたが、テネスは殺された。
ὁ δʼ Ἀχιλλεὺς πεσόντα γνωρίσας τὸν μὲν οἰκέτην ἀπέκτεινεν ὅτι παρὼν οὐκ ἀνέμνησε, τὸν δὲ Τένην ἔθαψεν οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται.
アキレウスは、倒れた彼を見て気づくと、その場にいながら思い出させなかったためにあの召使を殺し、テネスを現在彼の神殿がある場所に埋葬した。 そして笛吹きは立ち入らず、アキレウスは唱えられないのである。
§29τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης;
エピダムノス人における「ポレーテース」とは何か。
Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμειγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης ʼ προσαγορευόμενος.
エピダムノス人たちはイリュリア人と隣り合っていたため、彼らと交流を持つ市民たちが邪悪になっていくのに気づき、また政変を恐れて、そのような取引や交換のために、自らの中で信頼された者の中から毎年一人を選んだ。 その者は、バルバロイのもとに赴き、すべての市民に市場と売却を提供し、「ポレーテース」と呼ばれた。
§30τίς ἡ περὶ Θρᾴκην Ἀραίνου ἀκτή;
トラキア近辺の「アライノスの岸」とは何か。
Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν.
アンドロス人たちとカルキス人たちは、入植のためにトラキアへ航海し、サネの都市を裏切りによって共同で奪取したが、アカントスをバルバロイたちが放棄したと聞き、二人の偵察を派遣した。
ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ἠσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν.
彼らが都市に近づき、敵が完全に逃亡したことを察知すると、カルキス人の偵察はカルキス人たちのために都市を占領しようと先んじて走り出したが、アンドロス人の偵察は追いつけなかったので槍を投げつけ、それが門に突き刺さると、大声で叫んで、アンドロス人の子らに槍によって都市はあらかじめ占領された、と言い張った。
ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς.
このことから争いが生じたが、彼らは戦争をすることなく、エリトリア人、サモス人、パロス人をあらゆる事柄に関する調停者として用いることで合意した。
ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν Ἀραίνου, πρότερον ὀνομαζομένην Δράκοντος.
そして、エリトリア人とサモス人はアンドロス人に票を投じ、パロス人はカルキス人に投じたため、アンドロス人たちは、パロス人に対して自分たちの娘を嫁がせず、また彼らから妻を迎えることもしないという呪いをこの場所の周りで彼らにかけ、このためにそこを、以前は「ドラコンの岸」と呼ばれていたのを、「アライノスの岸」と呼んだ。

語釈・文法注

  1. 297bτίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος τὰς παρθένους προπεμπούσας ἐπᾴδειν — 冠詞付き不定詞句 `τὸ ... ἐπᾴδειν` が文の主語であり、その意味上の主語は対格の `τὰς παρθένους`(分詞 `προπεμπούσας` が修飾)である。一方、もう一つの対格句 `τοὺς ἀπάγοντας...` は不定詞 `ἐπᾴδειν`(〜に歌いかける)の目的語である。語順が著しく倒置(hyperbaton)しているため、主格関係と目的格関係の整理が必要。
  2. 297eμὴ λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην — 予防や懸念を表す小辞 `μή` に導かれる従属節で、主節が過去の伝聞(`λέγεται ...`)であるため従属節に希求法 `λάθοι` が用いられている。また、`λανθάνω` +分詞(`κτείνας`)は「気づかずに/知らぬ間に〜する」という慣用表現を構成している。
  3. 298aταῖς πύλαις ἐμπαρέντος — `ἐμπήγνυμι` のアオリスト受動分詞 `ἐμπαρέντος`(属格・単数・中性)を用いた属格独立格構文。前文の `τὸ δόρυ`(槍)が意味上の主語として省略されており、「槍が門に突き刺さると」の意味になる。

この箇所を引用する

プルタルコス, ギリシア習俗問答 §26-30. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:26-30

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。