Humanitext Reader

普鲁塔克 · 希腊问题 §31-36

埃雷特里亚的祭祀与米利都的常航者

第 7 段,共 12 段 · 希腊语

内容简介

作者讨论了希腊各地(包括埃雷特里亚、米利都、卡尔基斯、伊萨卡、波提亚亚和埃利斯)源于历史或神话事件的各种祭祀、名称和习俗的起源。

§31διὰ τί τοῖς θεσμοφορίοις αἱ τῶν Ἐρετριέων γυναῖκες οὐ πρὸς πῦρ ἀλλὰ πρὸς ἥλιον ὀπτῶσι τὰ κρέα, καὶ Καλλιγένειαν οὐ καλοῦσιν;
为什么在塞斯摩福里亚节上,埃雷特里亚的妇女们不用火而是用太阳光来烤肉,而且也不呼唤卡利勒涅娅?
ἢ ὅτι ταῖς αἰχμαλώτοις, ἃς ἦγεν ἐκ Τροίας Ἀγαμέμνων, ἐνταῦθα συνέβη θεσμοφόρια θύειν, πλοῦ δὲ φανέντος ἐξαίφνης ἀνήχθησαν ἀτελῆ τὴν θυσίαν καταλιποῦσαι;
是因为阿伽门农从特洛伊带来的女俘虏们恰好在此地举办塞斯摩福里亚节的祭祀,但突然出现了适合航行的风,她们便留下了未完的祭祀仓促起航吗?
§32τίνες οἱ ἀειναῦται παρὰ Μιλησίοις;
米利都人中的“阿埃纳乌泰”(常航者)是谁?
τῶν περὶ Θόαντα καὶ Δαμασήνορα τυράννων καταλυθέντων, ἑταιρεῖαι δύο τὴν πόλιν κατέσχον, ὧν ἡ μὲν ἐκαλεῖτο Πλουτὶς ἡ δὲ Χειρομάχα.
在围绕索阿斯和达马塞诺尔的篡位者们被推翻后,两个派系控制了该城,其中一派被称为“普鲁蒂斯”(富人派),另一派被称为“凯罗马卡”(劳动者派)。
κρατήσαντες οὖν οἱ δυνατοὶ καὶ τὰ πράγματα περιστήσαντες εἰς τὴν ἑταιρείαν, ἐβουλεύοντο περὶ τῶν μεγίστων ἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες·
于是,掌权并将政权转移到自己派系的权贵们,为了商议最重大的事务,会登上船只并驶向远离陆地的海面,在达成决议后才驶回港口。
κυρώσαντες δὲ τὴν γνώμην κατέπλεον, καὶ διὰ τοῦτʼ ἀειναῦται προσηγορεύθησαν.
因此,他们被称为“阿埃纳乌泰”。
§33τί δήποτε Χαλκιδεῖς τὸν περὶ τὸ Πυρσόφιον τόπον ἀκμαίων λέσχην καλοῦσι;
为什么卡尔基斯人将皮尔索菲翁周围的地方称为“阿克迈翁·雷斯凯”(青年会所)?
τὸν Ναύπλιόν φασιν ὑπὸ τῶν Ἀχαιῶν διωκόμενον Χαλκιδεῖς ἱκετεῦσαι, καὶ τὰ μὲν περὶ τῆς αἰτίας ἀπολογεῖσθαι, τὰ δʼ αὐτὸν ἀντεγκαλεῖν τοῖς Ἀχαιοῖς.
据说,瑙普利奥斯在被阿卡亚人追捕时,向卡尔基斯人求助,他一方面为自己的罪名辩护,另一方面又反过来控告阿卡亚人。
ἐκδιδόναι μὲν αὐτὸν οἱ Χαλκιδεῖς οὐκ ἐμέλλησαν· δεδιότες δὲ μὴ δόλῳ φονευθῇ, φυλακὴν ἔδοσαν αὐτῷ τοὺς ἀκμάζοντας νεανίσκους καὶ κατέστησαν εἰς τὸν τόπον τοῦτον, ὅπου συνῆσαν ἀλλήλοις ἅμα καὶ τὸν Ναύπλιον παρεφύλαττον.
卡尔基斯人根本没有打算把他交出去;但因为害怕他会被阴谋杀害,他们派了身强力壮的青年作为护卫,并把他们安置在这个地方,青年们在这里聚集,同时也保护着瑙普利奥斯。
§34τίς ὁ βοῦν εὐεργέτῃ θύσας;
谁是向恩人祭献公牛的人?
πλοῖον ὥρμει περὶ τὴν Ἰθακησίαν λῃστρικόν ἐν ᾧ πρεσβύτης ἐτύγχανε μετὰ κεραμίων ἐχόντων πίτταν.
一艘海盗船停泊在伊萨卡附近,船上碰巧有一位老人,带着装有沥青的陶罐。
τούτῳ οὖν κατὰ τύχην προσέσχε πορθμεὺς Ἰθακήσιος ὀνόματι Πυρρίας, καὶ τὸν πρεσβύτην ἐρρύσατο μηδενὸς δεόμενος, ἀλλὰ πεισθεὶς ὑπʼ ἀὐτοῦ καὶ οἰκτίρας· προσέλαβε δὲ καὶ τῶν κεραμίων, τοῦ πρεσβύτου κελεύσαντος.
当时,一位名叫皮里亚斯的伊萨卡渡夫偶然靠近了这艘船,并救出了这位老人,他没有索要任何东西,只是在老人的说服下动了怜悯之心;并在老人的要求下,还顺便带走了几个陶罐。
ἀπαλλαγέντων δὲ τῶν λῃστῶν καὶ γενομένης ἀδείας, ὁ πρεσβύτης τοῖς κεραμίοις τὸν Πυρρίαν προσαγαγὼν χρυσίον ἐδείκνυεν ἐν αὐτοῖς πολὺ καὶ ἀργύριον τῇ πίττῃ καταμεμειγμένον.
在海盗离开、安全得到保障后,老人带皮里亚斯来到陶罐旁,向他展示了混在沥青里的许多黄金和白银。
ἐξαίφνης οὖν ὁ Πυρρίας πλούσιος γενόμενος τὰ τʼ ἄλλʼ εὖ περιεῖπε τὸν γέροντα καὶ βοῦν ἔθυσεν αὐτῷ.
于是,皮里亚斯突然变得富有,他在其他方面精心照料这位老人,并为他祭献了一头公牛。
ὃ καὶ παροιμιαζόμενοι λέγουσιν οὐδεὶς εὐεργέτῃ βοῦν ἔθυσεν ἀλλʼ ἢ Πυρρίας.
因此,人们也有俗语说:“除了皮里亚斯,没有人向恩人祭献过公牛。
§35τί δήποτε ταῖς κόραις τῶν Βοττιαίων ἔθος ἦν λέγειν χορευούσαις ἴωμεν εἰς Ἀθήνας ;
” 为什么波提亚亚的少女们在跳舞时有说“让我们去雅典吧”的习俗?
Κρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι, τοὺς δὲ πεμφθέντας, ὡς ἑώρων οὐδεμίαν οὖσαν εὐπορίαν, αὐτόθεν εἰς ἀποικίαν ὁρμῆσαι·
据说克里特人曾发愿向德尔斐奉献人口的初熟之物,而被派去的人在发现那里没有生存手段后,便从该处出发去建立殖民地。
καὶ πρῶτον μὲν ἐν Ἰαπυγίᾳ κατοικῆσαι, ἔπειτα τῆς Θρᾴκης τοῦτον τὸν τόπον κατασχεῖν, ἀναμεμειγμένων αὐτοῖς Ἀθηναίων.
他们首先在伊阿庇吉亚定居,后来占领了色雷斯的这个地方,其中混杂了雅典人。
ἔοικε γὰρ μὴ διαφθείρειν ὁ Μίνως οὓς ἔπεμπον Ἀθηναῖοι κατὰ τὸν δασμὸν ἠιθέους, ἀλλὰ κατέχειν παρʼ ἑαυτῷ λατρεύοντας.
因为闵诺斯似乎并没有杀死雅典人作为贡税送来的青年男女,而是把他们留在自己身边做仆人。
ἐξ ἐκείνων οὖν τινες γεγονότες καὶ νομιζόμενοι Κρῆτες εἰς Δελφοὺς συναπεστάλησαν.
于是,作为他们后代并被视为克里特人的一些人,也被一同送往德尔斐。
ὅθεν αἱ θυγατέρες τῶν Βοττιαίων ἀπομνημονεύουσαι τοῦ γένους ᾖδον ἐν ταῖς ἑορταῖς ἴωμεν εἰς Ἀθήνας. ,,
因此,波提亚亚的女儿们为了纪念自己的血统,在节日里歌唱“让我们去雅典吧”。
§36διὰ τί τὸν Διόνυσον αἱ τῶν Ἠλείων γυναῖκες ὑμνοῦσαι παρακαλοῦσι βοέῳ ποδὶ παραγίγνεσθαι πρὸς αὐτάς;
为什么埃利斯的妇女在赞美狄奥尼索斯时,祈求他以“牛足”来到她们身边?
ἔχει δʼ οὕτως ὁ ὕμνος. " ἐλθεῖν, ἥρω Διόνυσε, Ἀλεῖον ἐς ναὸν ἁγνὸν σὺν Χαρίτεσσιν ἐς ναὸν τῷ βοέῳ ποδὶ θύων ʼ " εἶτα δὶς ἐπᾴδουσιν ʼἄξιε ταῦρε.
赞歌如下: “来吧,英雄狄奥尼索斯,来到埃利斯神圣的神殿,与美惠三女神一同,来到神殿,以牛足狂奔” 然后她们双重唱道:“尊贵的公牛!
ʼ πότερον ὅτι καὶ βουγενῆ προσαγορεύουσι καὶ ταῦρον ἔνιοι τὸν θεὸν ἢ τῷ μεγάλῳ ποδὶ βοέῳ λέγουσιν, ὡς βοῶπιν ὁ ποιητὴς τὴν μεγαλόφθαλμον καὶ βουγάιον τὸν μεγάλαυχον;
” 是因为一些人称这位神为“牛生者”和“公牛”,还是她们用“牛”(βοέῳ)来表示“大”,就像诗人将大眼睛的女人称为“牛眼的”(βοῶπιν),将自夸者称为“牛般狂妄的”(βουγάιον)那样?
ἤ μᾶλλον, ὅτι τοῦ βοὸς ὁ ποὺς ἀβλαβής ἐστι τὸ δὲ κερασφόρον ἐπιβλαβές, οὕτω τὸν θεὸν παρακαλοῦσι πρᾶον ἐλθεῖν καὶ ἄλυπον;
或者更确切地说,是因为牛的足是无害的,而长角是有害的,所以她们祈求这位神能温和、无害地降临?
ἢ ὅτι καὶ ἀρότου καὶ σπόρου πολλοὶ τὸν θεὸν ἀρχηγὸν γεγονέναι νομίζουσι;
或者是因为许多人认为这位神是耕作和播种的开创者?

词汇与语法注释

  1. 298cπλοῦ δὲ φανέντος — 这是一个属格绝对(独立属格)结构,意思是“航路(或适宜的风)出现时”。名词 πλοῦς(航行)作逻辑主语,分词 φανέντος(φαίνω 的无定过去被动分词属格)作逻辑谓语。
  2. 298dἐμβαίνοντες εἰς τὰ πλοῖα καὶ πόρρω τῆς γῆς ἐπανάγοντες — 这是伴随主动词 ἐβουλεύοντο(商议)的现在分词短语。副词 πόρρω(远离)支配表示地点的属格 τῆς γῆς(从陆地)。
  3. 298fἀλλʼ ἢ — 与否定代词 οὐδείς 呼应使用的惯用表达,意为“除了……之外”或“除……外没有”。ἀλλά 与 ἤ 的结合起到了加强排除或限定的作用。
  4. 299aΚρῆτάς φασιν εὐξαμένους ἀνθρώπων ἀπαρχὴν εἰς Δελφοὺς ἀποστεῖλαι — 带对格的不定式(A.C.I.)结构。表示传闻的动词 φασίν(据说)支配对格主语 Κρῆτάς,不定式为 ἀποστεῖλαι。分词 εὐξαμένους 在性、数、格上与对格主语 Κρῆτάς 保持一致。
  5. 299bθύων — 此处的现在分词 θύων 既可以表示“祭献”(源自 θύω,意为祭献),也可以在诗歌语境中表示“突进、狂奔”(源自 θύω,意为突奔)。前者可译为“以牛足祭献”,后者可译为“以牛足狂奔”,具有双重解释的可能性。

引用这一段

普鲁塔克, 希腊问题 §31-36. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:31-36

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。