Humanitext Reader

プルタルコス · ギリシア習俗問答 §21-25

クレタの埋葬人とカルキスの墓とアルゴスの祭祀

5 / 12 箇所 · ギリシア語

要旨

クレタの埋葬人、カルキスの「子供たちの墓」の起源、アルゴスのカストル信仰、死後儀礼「エンクニスマ」、ならびに罪や祟りに関する古典的語彙の真の語源を論じる。

§21τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;
クレタ人において「カタカウタイ」と呼ばれる人々とは誰か。
Τυρρηνοὺς φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτʼ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας·
テュレニア人たちがレムノスとインブロスに居住していたとき、ブラウロンからアテナイ人の娘たちと妻たちを掠奪し、その後に放逐されてラコニア地方に到着し、そこの現地の女性たちとの間に子供が生まれるまで交わりを持ったと言われている。
ἐκ δʼ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, Πόλλιν ἡγεμόνα καὶ Δελφὸν ἔχοντας.
しかし、疑念と中傷のせいで再びラコニアを立ち退くことを余儀なくされ、子供や妻たちを伴って、ポリスとデルポスを指導者としてクレタ島に着陸した。
ἐκεῖ δὲ πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων.
そこでは、クレタを支配している人々(先住民)と戦う中で、戦闘で死んだ多くの人々が埋葬されずに放置されているのを、最初は戦争と危険のために余裕がなかったから見過ごし、後には時間の経過によって損なわれ腐敗してしまった死体に触れるのを嫌がって避けていた。
τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν·
そこでポリスは、ある種の名誉や特権、免税権を考案し、これらを一方で神々の神官たちに、他方で死者の埋葬者たちに与え、またこれらが剥奪されずに維持されるよう、大地の神々に帰属させた。
ὀνομασθῆναι δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δὲ κατακαύτας.
そして一方は神官、他方はカタカウタイと名付けられた。
εἶτα κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν καὶ πολιτεύεσθαι μὲν αὐτοὺς καθʼ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες·
その後、デルポスと籤で分け合い、彼ら自身で自治を行い、他の好意的な待遇とともに、他のクレタ人たちが互いに対して密かに略奪したり奪い去ったりして用いるのが常であったような不正行為の害を免れる特権も持っていた。
ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδʼ ἀφαιρεῖσθαι.
というのも、彼らは何の不正も働かず、盗みもせず、奪いもしなかったからである。
§22τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;
カルキス人における「子供たちの墓」とは何か。
Κόθος καὶ Αἶκλος οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων.
クスートスの子であるコトスとアイクロスは、当時アイオリア人たちが島の大部分を占有していたエウボイアに、入植するためにやって来た。
ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν ἐν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν.
コトスには、もしその土地を買い取るならば、成功を収めて敵に打ち勝つだろうという神託が下っていた。
ἀποβὰς οὖν μετʼ ὀλίγων ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλατταν·
そこで、彼は少数の者たちと上陸し、海の傍らで遊んでいる子供たちに出会った。
συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε παίγνια πολλὰ τῶν ξενικῶν.
そこで彼らと一緒に遊び、親切に接しながら、異国の珍しいおもちゃをたくさん見せた。
ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι χαμᾶθεν ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν.
子供たちがそれらを欲しがるのを見ると、子供たちから地面の土を受け取らない限り、それらを与えるつもりはないと言った。
οἱ δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς παῖδας.
すると子供たちは、地面からつまみ上げて彼に与え、おもちゃを受け取って去って行った。
ἐτάφησαν δὲ παρὰ τὴν ὁδὸν ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος τάφος παίδων καλεῖται.
しかしアイオリア人たちは起こったことを察知し、また敵が自分たちに向かって船を走らせてきているのを見て、怒りと悲しみのあまり、その子供たちを殺害した。 彼らは都市からエウリポスへと歩いていく道の傍らに葬られ、その場所は「子供たちの墓」と呼ばれている。
§23τίς ὁ μιξαρχαγέτας ἐν Ἄργει καὶ τίνες οἱ ἐλάσιοι;
アルゴスにおける「ミクサカゲタス」とは何か、また「エラシオイ」とは誰か。
μιξαρχαγέταν τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι·
彼らはカストルを「ミクサカゲタス」と呼び、彼が自分たちの土地に葬られていると信じている。
τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται.
一方でポリュデウケスのことは、オリンポスの神々の一人として崇拝している。
τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας ἐλασίους μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.
また、てんかんを払い除けると考えられている人々を「エラシオイ」と名付けており、彼らはアムピアラオスの娘アレクシダスの末裔であると考えられている。
§24τί τὸ παρʼ Ἀργείοις λεγόμενον ἔγκνισμα;
アルゴス人において「エンクニスマ」と呼ばれるものは何か。
τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δʼ ὕστερον τριάκοντα τῷ Ἑρμῇ.
親族や親しい者の誰かを亡くした人々にとって、服喪の直後にアポロンに、そして30日後にヘルメスに犠牲を捧げることが習慣となっている。
νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, ὀὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ ἑτέρων δʼ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν ἔγκνισμα προσαγορεύοντες.
なぜなら、亡くなった人々の肉体を大地が受け入れるように、その魂をヘルメスが受け入れると信じているからである。 彼らはアポロンの神官に大麦を渡して犠牲獣の肉を受け取り、また自分たちの火は汚されたものとして消してしまい、他から火を得て点火し、この肉を焼いて、これを「エンクニスマ」と呼ぶ。
§25τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;
「アラストール」、「アリテリオス」、「パラムナイオス」とは誰か。
οὐ γὰρ πειστέον τοῖς λέγουσιν ἀλιτηρίους κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας·
というのも、飢饉の際に穀物を挽いている者を見張って奪い取る人々が「アリテリオイ」と呼ばれたのだと主張する人々を、信じるべきではないからである。
ἀλλʼ ἀλάστωρ μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς, ἀλιτήριος δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε.
むしろ、「アラストール」とは忘れ得ぬこと、すなわち長い間記憶されるであろうことを犯した者のことであり、「アリテリオス」とはその邪悪さゆえに避けて警戒することがもっともであった者のことである。
ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι.
ソクラテスが言うには、彼らはこれらのことを青銅の板に書き記していたのである。

語釈・文法注

  1. 296cἀτάφους — 形容詞 ἀτάφους は、先行する動詞 περιορᾶν(見過ごす、放置する)の目的語である τῶν ἀποθνησκόντων にかかる述語的形容詞。「埋葬されない状態のまま放置する」の意味。また、続く分詞 ὄντας(...であるので)および φεύγοντας(...を避けているので)の対格は、不定詞句の意味上の主語であるテュレニア人(対格 Tyrrhenous)に性・数・格が一致している。
  2. 296dεὖ πράξειν ἐν — λόγιον(神託)の内容を示す不定詞句において、εὖ πράξειν(成功を収める)と、属格 τῶν πολεμίων を支配する περιέσεσθαι(打ち勝つ)が並列されている。副詞的または挿入的に用いられている ἐν は「その土地において」という文脈的な指示、あるいは写本伝承上の乱れに起因する可能性があるが、ここでは前者として解釈し並列を維持している。
  3. 297aἄληστα — 形容詞 ἄληστος(忘れられない)の中性複数対格。完了分詞 δεδρακώς(犯した、行った)の直接目的語であり、後ろの πολὺν χρόνον μνημονευθησόμενα(長い間記憶されるであろうこと)と並列されて、「忘れ得ぬ、かつ長く記憶に残るような大行を犯した者」という ἄλαστωρ の語源俗解(ἀ- + λήθομαι)を説明している。

この箇所を引用する

プルタルコス, ギリシア習俗問答 §21-25. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:21-25

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。