Humanitext Reader

普鲁塔克 · 希腊问题 §26-30

艾尼亚奈斯人的歌谣与罗得斯和特内多斯的禁忌

第 6 段,共 12 段 · 希腊语

内容简介

解释了各地奇特仪式、禁忌和地名起源的历史与神话由来,包括艾尼亚奈斯人的诅咒之歌、罗得斯与特内多斯的禁忌、埃皮达姆诺斯的贸易官以及色雷斯的诅咒之岸。

§26τίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος τὰς παρθένους προπεμπούσας ἐπᾴδειν ἄχρι τῶν ὅρων "μήποτε νοστήσαιτε φίλην ἐς πατρίδα γαῖαν;
送行从艾尼斯运送公牛去卡西奥佩亚的人们的少女们,直到国界为止一直歌唱着: “愿你们永远不要回到亲爱的祖国土地! ” 这包含了怎样的意图?
" Αἰνιᾶνες ὑπὸ Λαπιθῶν ἐξαναστάντες τὸ πρῶτον ᾤκησαν περὶ τὴν Αἰθικίαν, εἶτα περὶ τὴν Μολοττίδα καὶ Κασσιοπαίαν· οὐδὲν δὲ χρηστὸν ἀπὸ τῆς χώρας ἔχοντες, ἀλλὰ καὶ χαλεποῖς χρώμενοι προσοίκοις εἰς τὸ Κιρραῖον πεδίον ἧκον, Οἰνόκλου τοῦ βασιλέως ἄγοντος αὐτούς.
艾尼亚奈斯人被拉皮泰人驱逐,起初居住在艾蒂基亚周围,然后居住在莫洛蒂斯和卡西奥佩亚周围;但他们未能从那片土地获得任何好处,反而饱受凶悍邻居的折磨,于是他们在国王奥伊诺克洛斯的率领下来到基拉平原。
ἐκεῖ δὲ μεγάλων αὐχμῶν γενομένων, κατὰ χρησμὸν ὡς λέγεται τὸν Οἴνοκλον καταλεύσαντες καὶ πάλιν πλανηθέντες, εἰς ταύτην ἀφίκοντο τὴν χώραν, ἣν νῦν ἔχουσιν, ἀγαθὴν καὶ πάμφορον οὖσαν.
在那里发生大旱灾时,据说他们根据神谕用石头砸死了奥伊诺克洛斯,并再次流浪,最终来到了他们现在占有的这片肥沃且盛产作物的土地。
ὅθεν εἰκότως εὔχονται τοῖς θεοῖς εἰς τὴν παλαιὰν πατρίδα μὴ ἐπανελθεῖν, ἀλλʼ αὐτοῦ καταμένειν εὐδαιμονοῦντας.
因此,他们理所当然地向神明祈祷,不要回到古老的祖国,而是留在这里享受幸福。
§27τί δήποτε παρὰ Ῥοδίοις εἰς τὸ τοῦ Ὀκριδίωνος ἡρῷον οὐκ εἰσέρχεται κῆρυξ;
为什么在罗得斯人那里,传令官不得进入奥克里迪翁的英雄庙?
ἢ ὅτι Ὄχιμος τὴν θυγατέρα Κυδίππην ἐνεγγύησεν Ὀκριδίωνι;
是因为奥基莫斯将女儿库迪佩许配给了奥克里迪翁吗?
Κέρκαφος δʼ ἀδελφὸς ὢν Ὀχίμου τῆς δὲ παιδὸς ἐρῶν, ἔπεισε τὸν κήρυκα διὰ κηρύκων γὰρ ἔθος ἦν τὸ μετέρχεσθαι τὰς νύμφας, ὅταν παραλάβῃ τὴν Κυδίππην, πρὸς ἑαυτὸν ἀγαγεῖν.
但是,作为奥基莫斯兄弟并爱着那个女孩的克尔卡波斯,说服了传令官—— 因为通过传令官迎接新娘是当时的习俗——在接走库迪佩时,将她带到自己这里。
τούτου δὲ πραχθέντος, ὁ μὲν Κέρκαφος ἔχων τὴν κόρην ἔφυγεν, ὕστερον δὲ τοῦ Ὀχίμου γηράσαντος ἐπανῆλθε.
此事成功后,克尔卡波斯带着女孩逃跑了,后来在奥基莫斯年老时,他又回来了。
τοῖς δὲ Ῥοδίοις ἔθος κατέστη κήρυκα μὴ προσιέναι τῷ τοῦ Ὀκριδίωνος ἡρῴῳ διὰ τὴν γενομένην ἀδικίαν.
而罗得斯人便形成了一种习俗,因为发生了这一不义行为,传令官不得接近奥克里迪翁的英雄庙。
§28τί δήποτε παρὰ Τενεδίοις εἰς τὸ τοῦ Τένου ἱερὸν οὐκ ἔξεστιν αὐλητὴν εἰσελθεῖν οὐδʼ Ἀχιλλέως ἐν τῷ ἱερῷ μνησθῆναι;
为什么在特内多斯人那里,笛手不得进入特内斯的神殿,神殿内也不得提起阿喀琉斯的名号?
ἢ ὅτι τῆς μητρυιᾶς τὸν Τένην διαβαλούσης ὡς βουλόμενον αὐτῇ συγγενέσθαι Μόλπος ὁ αὐλητὴς τὰ ψευδῆ κατεμαρτύρησεν αὐτοῦ, διὰ τοῦτο τῷ Τένῃ συνέπεσε φεύγειν εἰς Τένεδον μετὰ τῆς ἀδελφῆς;
是因为当继母诽谤特内斯企图与她私通时,笛手莫尔波斯对他作了伪证,特内斯因此不得不与妹妹一起逃往特内多斯吗?
Ἀχιλλεῖ δὲ λέγεται τὴν μητέρα Θέτιν ἰσχυρῶς ἀπαγορεῦσαι μὴ ἀνελεῖν τὸν Τένην ὡς τιμώμενον ὑπʼ Ἀπόλλωνος, καὶ παρεγγυῆσαι ἑνὶ τῶν οἰκετῶν, ὅπως προσέχῃ καὶ ἀναμιμνήσκῃ, μὴ λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην.
据说阿喀琉斯的母亲忒提斯曾严厉禁止他杀害特内斯,因为特内斯受到阿波罗的尊崇,她还叮嘱一名仆人注意并提醒他,以免阿喀琉斯在不知不觉中杀死了特内斯。
ἐπεὶ δὲ τὴν Τένεδον κατατρέχων ἐδίωκε τὴν ἀδελφὴν τοῦ Τένου καλὴν οὖσαν ἀπαντήσας θʼ ὁ Τένης ἠμύνετο πρὸ τῆς ἀδελφῆς, καὶ ἡ μὲν ἐξέφυγεν ὁ δὲ Τένης ἀνῃρέθη·
但是,当他横扫特内多斯并追赶特内斯美丽的妹妹时,特内斯挺身而出在妹妹身前防卫,妹妹虽然逃脱了,特内斯却被杀害了。
ὁ δʼ Ἀχιλλεὺς πεσόντα γνωρίσας τὸν μὲν οἰκέτην ἀπέκτεινεν ὅτι παρὼν οὐκ ἀνέμνησε, τὸν δὲ Τένην ἔθαψεν οὗ νῦν τὸ ἱερόν ἐστι, καὶ οὔτʼ αὐλητὴς εἴσεισιν οὔτʼ Ἀχιλλεὺς ὀνομάζεται.
阿喀琉斯在特内斯倒地后认出了他,便杀死了那个在场却未能提醒他的仆人,并将特内斯安葬在现在建有其神殿的地方;因此,既没有笛手进入,也不提阿喀琉斯的名字。
§29τίς ὁ παρʼ Ἐπιδαμνίοις πωλήτης;
在埃皮达姆诺斯人中,“波莱特斯”是谁?
Ἐπιδάμνιοι γειτνιῶντες Ἰλλυριοῖς ᾐσθάνοντο τοὺς ἐπιμειγνυμένους αὐτοῖς πολίτας γιγνομένους πονηροὺς καὶ φοβούμενοι νεωτερισμὸν ᾑροῦντο πρὸς τὰ τοιαῦτα συμβόλαια καὶ τὰς ἀμείψεις καθʼ ἕκαστον ἐνιαυτὸν ἕνα τῶν δεδοκιμασμένων παρʼ αὐτοῖς, ὃς ἐπιφοιτῶν τοῖς βαρβάροις παρεῖχεν ἀγορὰν καὶ διάθεσιν πᾶσι τοῖς πολίταις πωλήτης ʼ προσαγορευόμενος.
埃皮达姆诺斯人与伊利里亚人相邻,他们发现与那些人交往的公民变得邪恶,并且害怕发生变革,于是每年在他们中选择一位名声可靠的人来管理此类合同和交换。 该人前往蛮族那里,为所有公民提供市场和交易,并被称为“波莱特斯”。
§30τίς ἡ περὶ Θρᾴκην Ἀραίνου ἀκτή;
色雷斯附近的“阿莱诺斯之岸”是什么?
Ἄνδριοι καὶ Χαλκιδεῖς πλεύσαντες εἰς Θρᾴκην οἰκήσεως ἕνεκα Σάνην μὲν πόλιν ἐκ προδοσίας κοινῇ παρέλαβον, τὴν δʼ Ἄκανθον ἐκλελοιπέναι τοὺς βαρβάρους πυνθανόμενοι, δύο κατασκόπους ἔπεμψαν.
安德罗斯人和卡尔基斯人为定居而航行到色雷斯,通过背叛共同占领了萨内城,又听说蛮族已经撤离了阿坎托斯,于是派出了两名侦察兵。
ὡς δὲ τῇ πόλει προσιόντες παντάπασι πεφευγότας ἠσθάνοντο τοὺς πολεμίους, ὁ μὲν Χαλκιδικὸς προεξέδραμεν ὡς καταληψόμενος τοῖς Χαλκιδεῦσι τὴν πόλιν, ὁ δʼ Ἄνδριος οὐ συνεξανύτων ἠκόντισε τὸ δόρυ, καὶ ταῖς πύλαις ἐμπαρέντος μέγα βοήσας Ἀνδρίων ἔφη παισὶν αἰχμῇ προκατειλῆφθαι τὴν πόλιν.
当他们接近该城并发现敌人完全逃走时,卡尔基斯侦察兵为了帮卡尔基斯人占领该城而率先跑去,而安德罗斯人追赶不及,便投掷出标枪,标枪插在城门上。 他大声呼喊,声称这城市已用标枪为安德罗斯人的子孙预先占领。
ἐκ τούτου διαφορᾶς γενομένης, ἄνευ πολέμου συνέβησαν Ἐρυθραίοις καὶ Σαμίοις καὶ Παρίοις χρήσασθαι περὶ πάντων δικασταῖς.
由此产生了争端,但他们没有诉诸战争,而是同意让厄立特里亚人、萨摩斯人和帕罗斯人担任所有事情的裁判官。
ἐπεὶ δʼ οἱ μὲν Ἐρυθραῖοι, καὶ οἱ Σάμιοι, τὴν ψῆφον Ἀνδρίοις ἤνεγκαν, οἱ δὲ Πάριοι Χαλκιδεῦσιν, ἀρὰς ἔθεντο περὶ τὸν τόπον τοῦτον οἱ Ἄνδριοι κατʼ αὐτῶν μήτε δοῦναι γυναῖκα Παρίοις μήτε λαβεῖν παρʼ αὐτῶν καὶ διὰ τοῦτο προσηγόρευσαν ἀκτὴν Ἀραίνου, πρότερον ὀνομαζομένην Δράκοντος.
当厄立特里亚人和萨摩斯人投票给安德罗斯人,而帕罗斯人投票给卡尔基斯人时,安德罗斯人便在这个地方周围对帕罗斯人发下诅咒,既不把女儿嫁给帕罗斯人,也不娶他们的女子;因此他们称该地为“阿莱诺斯之岸”,该地此前被称为“德拉孔之岸”。

词汇与语法注释

  1. 297bτίνος ἔχεται διανοίας τὸ τοὺς ἀπάγοντας εἰς Κασσιοπαίαν τὸν βοῦν ἐξ Αἰνίδος τὰς παρθένους προπεμπούσας ἐπᾴδειν — 冠词不定式短语 `τὸ ... ἐπᾴδειν` 作为句子的主语。其中,宾格的 `τὰς παρθένους`(由分词 `προπεμπούσας` 修饰)是该不定式的逻辑主语,而另一个宾格短语 `τοὺς ἀπάγοντας...` 则是不定式 `ἐπᾴδειν`(向……歌唱)的宾语。由于语序存在极大的倒置(hyperbaton),需要理清主宾关系。
  2. 297eμὴ λάθοι κτείνας ὁ Ἀχιλλεὺς τὸν Τένην — 这是一个由表示预防或担忧的虚词 `μή` 引导的从属句。由于主句属于过去时叙述背景(由 `λέγεται` 引入),因此使用了希求语气 `λάθοι`。此外,`λανθάνω` 与分词(`κτείνας`)连用,构成了“在不知不觉中做某事”的惯用表达。
  3. 298aταῖς πύλαις ἐμπαρέντος — 这是一个使用 `ἐμπήγνυμι` 的被动不定过去时分词 `ἐμπαρέντος`(属格、单数、中性)的属格独立结构(genitive absolute)。前句中提及的 `τὸ δόρυ`(标枪)作为逻辑主语被省略,意为“当标枪插在城门上时”。

引用这一段

普鲁塔克, 希腊问题 §26-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg084b.humanitext-grc3:26-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。