§21τίνες οἱ παρὰ Κρησὶ λεγόμενοι κατακαῦται;
在克里特人中被称为“卡塔考泰”的人是谁?
Τυρρηνοὺς φασι τὰς Ἀθηναίων θυγατέρας καὶ γυναῖκας ἐκ Βραύρωνος ἁρπάσαντας, ὁπηνίκα Λῆμνον καὶ Ἴμβρον κατῴκουν, εἶτʼ ἐκπεσόντας, εἰς τὴν Λακωνικὴν ἀφικέσθαι καὶ γενέσθαι ἐπιμειξίαν αὐτοῖς μέχρι παίδων γενέσεως πρὸς τὰς ἐγχωρίους γυναῖκας·
据说,伊特鲁里亚人在居住于雷姆诺斯和因布罗斯时,从布劳隆掠夺了雅典人的女儿和妻子,随后被驱逐,来到了拉科尼亚,并与当地的妇女交往,直到生下孩子。
ἐκ δʼ ὑποψίας καὶ διαβολῆς πάλιν ἀναγκασθέντας ἐκλιπεῖν τὴν Λακωνικήν, μετὰ παίδων καὶ γυναικῶν εἰς Κρήτην κατᾶραι, Πόλλιν ἡγεμόνα καὶ Δελφὸν ἔχοντας.
但由于猜疑和诽谤,他们被迫再次离开拉科尼亚,带着孩子和妻子,由波利斯和德尔福斯担任领袖,在克里特岛登陆。
ἐκεῖ δὲ πολεμοῦντας τοῖς κατέχουσι τὴν Κρήτην, πολλοὺς περιορᾶν τῶν ἐν ταῖς μάχαις ἀποθνησκόντων ἀτάφους, τὸ μὲν πρῶτον ἀσχόλους διὰ τὸν πόλεμον ὄντας καὶ τὸν κίνδυνον, ὕστερον δὲ φεύγοντας ἅπτεσθαι νεκρῶν ἐφθαρμένων ὑπὸ χρόνου καὶ διερρυηκότων.
在那里,由于与占领克里特的人交战,起初因为战争和危险而无暇顾及,他们对许多在战斗中死去的人未予掩埋而置之不理,后来则因为嫌恶而避免接触那些因时间流逝而败坏腐烂的尸体。
τὸν οὖν Πόλλιν ἐξευρόντα τιμάς τινας καὶ προνομίας καὶ ἀτελείας ἀποδοῦναι τὰς μὲν τοῖς ἱερεῦσι τῶν θεῶν, τὰς δὲ τοῖς ταφεῦσι τῶν τετελευτηκότων, ἐπιφημίσαντα καὶ ταύτας δαίμοσι χθονίοις, ὅπως ἀναφαίρετοι διαμένοιεν· ὀνομασθῆναι δὲ τοὺς μὲν ἱερεῖς, τοὺς δὲ
κατακαύτας.
于是,波利斯设计了某些荣誉、特权和免税权,将其中一些赋予众神的祭司,另一些赋予死者的埋葬者,并将这些权利归于地底诸神,以便使其保持不可剥夺;前者被命名为祭司,后者被命名为“卡塔考泰”。
εἶτα κλήρῳ διαλαχεῖν πρὸς τὸν Δελφὸν καὶ πολιτεύεσθαι μὲν αὐτοὺς καθʼ αὑτούς, ἔχειν δὲ μετὰ τῶν ἄλλων φιλανθρώπων καὶ ἄδειαν ἀδικημάτων, οἷς οἱ ἄλλοι Κρῆτες εἰώθασι χρῆσθαι πρὸς ἀλλήλους ἄγοντες λαθραίως καὶ ἀποφέροντες· ἐκείνους γὰρ οὐδὲν ἀδικεῖν οὐδὲ κλέπτειν οὐδὲν οὐδʼ ἀφαιρεῖσθαι.
随后,他们与德尔福斯抓阄分配了土地,并实行自治,在享有其他友好待遇的同时,也免受其他克里特人习惯于彼此进行的盗窃和劫掠等不法行为的侵害;因为他们不作恶,不偷盗,也不抢夺。
§22τίς ὁ παίδων τάφος παρὰ Χαλκιδεῦσι;
卡尔基斯人那里的“儿童之墓”是什么?
Κόθος καὶ Αἶκλος οἱ Ξούθου παῖδες εἰς Εὔβοιαν ἧκον οἰκήσοντες, Αἰολέων τότε τὰ πλεῖστα τῆς νήσου κατεχόντων.
克苏托斯之子科托斯和埃克洛斯来到优波亚准备定居,当时艾奥利亚人占领了该岛的大部分地方。
ἦν δὲ τῷ Κόθῳ λόγιον εὖ πράξειν ἐν καὶ περιέσεσθαι τῶν πολεμίων, ἐὰν πρίηται τὴν χώραν.
科托斯曾得到神谕,如果他买下这片土地,他就会顺利并战胜敌人。
ἀποβὰς οὖν μετʼ ὀλίγων ἐνέτυχε παίζουσι παιδαρίοις παρὰ τὴν θάλατταν· συμπαίζων οὖν αὐτοῖς καὶ φιλοφρονούμενος ἔδειξε παίγνια πολλὰ τῶν ξενικῶν.
于是,他率少数人登陆,在海边遇到了正在玩耍的儿童;他与他们一起玩耍,并友好地向他们展示了许多异国的玩具。
ὡς δʼ ἑώρα τοὺς παῖδας ἐπιθυμοῦντας λαβεῖν, οὐκ ἔφησεν αὐτοῖς δώσειν ἄλλως, εἰ μὴ τῆς γῆς λάβοι παρʼ αὐτῶν οἱ δὲ παῖδες οὕτως ἀναιρούμενοι χαμᾶθεν ἐδίδοσαν καὶ τὰ παίγνια λαβόντες ἀπηλλάγησαν.
当他看到孩子们渴望得到这些玩具时,他说除非从他们那里得到一些泥土,否则不会把玩具给他们;于是孩子们从地上抓起泥土递给他,拿了玩具就离开了。
οἱ δʼ Αἰολεῖς αἰσθόμενοι τὸ γεγονός, καὶ τῶν πολεμίων αὐτοῖς ἐπιπλεόντων, ὑπʼ ὀργῆς καὶ λύπης διεχρήσαντο τοὺς παῖδας.
艾奥利亚人得知了发生的事情,又见敌人正朝他们航行而来,在愤怒和悲痛中杀死了这些孩子。
ἐτάφησαν δὲ παρὰ τὴν ὁδὸν ᾗ βαδίζουσιν ἐκ πόλεως ἐπὶ τὸν Εὔριπον, καὶ ὁ τόπος
τάφος παίδων καλεῖται.
他们被安葬在人们从城里走向埃夫里普斯海峡的路旁,该地被称为“儿童之墓”。
§23τίς ὁ μιξαρχαγέτας ἐν Ἄργει καὶ τίνες οἱ ἐλάσιοι;
阿耳戈斯那里的“米克萨卡格塔斯”是谁,而 “埃拉西奥伊”又是谁?
μιξαρχαγέταν
τὸν Κάστορα καλοῦσι καὶ νομίζουσι παρʼ αὐτοῖς τεθάφθαι· τὸν δὲ Πολυδεύκην ὡς ἕνα τῶν Ὀλυμπίων σέβονται.
他们称卡斯托尔为“米克萨卡格塔斯”,并相信他安葬在他们那里;而对波吕丢刻斯,他们则将其作为奥林波斯众神之一来崇敬。
τοὺς δὲ τὰς ἐπιληψίας ἀποτρέπειν δοκοῦντας
ἐλασίους
μὲν ὀνομάζουσι, δοκοῦσι δὲ τῶν Ἀλεξίδας τῆς Ἀμφιαράου θυγατρὸς ἀπογόνων εἶναι.
他们将那些被认为能驱除癫痫的人命名为“埃拉西奥伊”,并认为他们是安菲阿拉俄斯之女亚历克西达的后代。
§24τί τὸ παρʼ Ἀργείοις λεγόμενον ἔγκνισμα;
阿耳戈斯人所说的“恩克尼斯马”是什么?
τοῖς ἀποβαλοῦσί τινα συγγενῶν ἢ συνήθων ἔθος ἐστὶ μετὰ τὸ πένθος εὐθὺς τῷ Ἀπόλλωνι θύειν, ἡμέραις δʼ ὕστερον τριάκοντα τῷ Ἑρμῇ.
对于那些失去了亲属或熟人的人来说,习惯是在服丧结束后立即向阿波罗献祭,并在三十天后向赫尔墨斯献祭。
νομίζουσι γάρ, ὥσπερ τὰ σώματα τῶν ἀποθανόντων δέχεσθαι τὴν γῆν, ὀὕτω τὰς ψυχὰς τὸν Ἑρμῆν τοῦ δʼ Ἀπόλλωνος τῷ ἀμφιπόλῳ κριθὰς διδόντες λαμβάνουσι κρέας τοῦ ἱερείου, καὶ τὸ πῦρ ἀποσβέσαντες ὡς μεμιασμένον παρʼ ἑτέρων δʼ ἐναυσάμενοι, τοῦτο τὸ κρέας ὀπτῶσιν
ἔγκνισμα
προσαγορεύοντες.
因为他们相信,正如大地接受死者的躯体一样,赫尔墨斯也接受他们的灵魂;他们向阿波罗的侍者献上大麦,并换取祭牲的肉,又将自己的火作为已被玷污之物熄灭,从他人那里借火点燃,以此来烤这肉,并称之为“恩克尼斯马”。
§25τίς ἀλάστωρ ἀλιτήριος παλαμναῖος;
谁是“阿拉斯托尔”、“阿里特里奥斯”和“帕拉姆奈奥斯”?
οὐ γὰρ πειστέον τοῖς λέγουσιν
ἀλιτηρίους
κεκλῆσθαι τοὺς ἐπιτηροῦντας ἐν τῷ λιμῷ τὸν ἀλοῦντα καὶ διαρπάζοντας· ἀλλʼ
ἀλάστωρ
μὲν κέκληται ὁ ἄληστα καὶ πολὺν χρόνον μνημονευθησόμενα δεδρακώς,
ἀλιτήριος
δʼ ὃν ἀλεύασθαι καὶ φυλάξασθαι διὰ μοχθηρίαν καλῶς εἶχε.
因为,我们不应该相信那些声称在饥荒期间监视他人磨面并进行抢夺的人被称为“阿里特里奥伊”的人;相反,“阿拉斯托尔”是指做了不可磨灭、且长期为人所记之事的人,而“阿里特里奥斯”则是指因其邪恶而理应被避开和防范的人。
ταῦτα, φησὶν ὁ Σωκράτης, ἐν διφθέραις χαλκαῖς γεγράφασι.
苏格拉底说,他们已将这些事情记录在青铜皮卷上。