Humanitext Reader

プルタルコス · 結婚訓 §0-8

新婚の夫婦への教訓と調和の重要性

1 / 7 箇所 · ギリシア語

要旨

プルタルコスが新婚カップルに贈る教訓の序文であり、夫婦の調和、説得の重要性、そして初期の不和の克服の必要性を多様な文化的慣習や比喩を用いて論じる。

§0μετὰ τὸν πάτριον θεσμόν, ὃν ὑμῖν ἡ τῆς Δήμητρος ἱέρεια συνειργνυμένοις ἐφήρμοσεν, οἶμαι καὶ τὸν λόγον ὁμοῦ συνεφαπτόμενον ὑμῶν καὶ συνυμεναιοῦντα χρήσιμον ἄν τι ποιῆσαι καὶ τῷ νόμῳ προσῳδόν.
祖先伝来の定め(デメテルの女司祭が、部屋にともに閉じこめられたあなたがたに適用した定め)ののちに、言論もまた、あなたがたと手を携え、ともに婚礼の歌を歌うことで、有益な働きをし、法に調和するものとなりうると私は思います。
ἐν μὲν γὰρ τοῖς μουσικοῖς ἕνα τῶν αὐλητικῶν νόμων ἱππόθορον ἐκάλουν, μέλος τι τοῖς ἵπποις ὁρμῆς ἐπεγερτικὸν ὡς ἔοικεν ἐνδιδόντα πρὸς τὰς ὀχείας·
なぜなら、音楽家たちの間では、フルートの旋律の一つを「イッポトロス」と呼んでいましたが、それはどうやら馬に対して交尾()への衝動を呼び起こすような旋律を吹き込むもののようです。
φιλοσοφίᾳ δὲ πολλῶν λόγων καὶ καλῶν ἐνόντων, οὐδενὸς ἧττον ἄξιος σπουδῆς ὁ γαμήλιός ἐστιν οὗτος, ᾧ κατᾴδουσα τοὺς ἐπὶ βίου κοινωνίᾳ συνιόντας εἰς ταὐτὸ πράους τε παρέχει καὶ χειροήθεις ἀλλήλοις.
哲学には多くの優れた言論が含まれていますが、この婚礼の言論は他の何にも劣らず真剣な配慮に値するものであり、哲学はこれによって、生涯の共同生活のために一緒になる人々に対して歌いかけ、互いに対して穏やかで従順な者とするのです。
ὧν οὖν ἀκηκόατε πολλάκις ἐν φιλοσοφίᾳ παρατρεφόμενοι κεφάλαια συντάξας ἔν τισιν ὁμοιότησι βραχείαις, ὡς εὐμνημόνευτα μᾶλλον εἴη, κοινὸν ἀμφοτέροις πέμπω δῶρον, εὐχόμενος τῇ Ἀφροδίτῃ τὰς Μούσας παρεῖναι καὶ συνεργεῖν, ὡς μήτε λύραν τινὰ μήτε κιθάραν μᾶλλον αὐταῖς ἢ τὴν περὶ γάμον καὶ οἶκον ἐμμέλειαν ἡρμοσμένην παρέχειν διὰ λόγου καὶ ἁρμονίας· καὶ φιλοσοφίας προσῆκον.
そこで、あなたがたが哲学の中で育まれる中でしばしば耳にしてきた事柄の要点を、より記憶に残りやすいようにいくつかの短い比喩の中にまとめ、お二人への共通の贈り物として送ります。 私はアプロディテに対して、ムーサたちが寄り添い、協力してくれるよう祈っています。 それは、ムーサたちにとって、いかなる竪琴やチタラよりも、言論と調和を通じて整えられた結婚と家庭に関する協調こそが、彼女たちにふさわしく、また哲学にも適うものとなるようにするためです。
καὶ γὰρ οἱ παλαιοὶ τῇ Ἀφροδίτῃ τὸν Ἑρμῆν συγκαθίδρυσαν, ὡς τῆς περὶ τὸν γάμον ἡδονῆς μάλιστα λόγου δεομένης, τήν τε Πειθὼ καὶ τὰς Χάριτας, ἵνα πείθοντες διαπράττωνται παρʼ ἀλλήλων ἃ βούλονται, μὴ μαχόμενοι μηδὲ φιλονεικοῦντες.
実際、古の人々もまた、婚姻に伴う快楽にはとりわけ言論が必要であるとして、アプロディテとともにヘルメスを、また説得と美徳・優雅の女神たちを一緒に祀ったのです。 それは、説得によって互いから望むことを得、争ったり対立したりしないようにするためです。
§1ὁ Σόλων ἐκέλευε τὴν νύμφην τῷ νυμφίῳ συγκατακλίνεσθαι μήλου κυδωνίου κατατραγοῦσαν αἰνιττόμενος ἔοικεν ὅτι δεῖ τὴν ἀπὸ στόματος καὶ φωνῆς χάριν εὐάρμοστον εἶναι πρῶτον καὶ ἡδεῖαν.
ソロンは花嫁に対し、マルメロの実をかじってから花婿とともに横たわるよう命じましたが、これはどうやら、口と声から生じる愛嬌が、何よりもまず調和の取れた心地よいものであるべきだということを暗示していたようです。
§2ἐν Βοιωτίᾳ τὴν νύμφην κατακαλύψαντες ἀσφαραγωνιᾷ στεφανοῦσιν ἐκείνη τε γὰρ ἥδιστον ἐκ τραχυτάτης ἀκάνθης καρπὸν ἀναδίδωσιν, ἥ τε νύμφη τῷ μὴ φυγόντι μηδὲ δυσχεράναντι τὴν πρώτην χαλεπότητα, καὶ ἀηδίαν αὐτῆς ἥμερον καὶ γλυκεῖαν παρέξει συμβίωσιν.
ボイオティアでは、花嫁にヴェールをかけ、アスパラガスの冠を戴かせます。 なぜなら、その植物はきわめて荒々しい棘からきわめて甘い実を生み出すからであり、花嫁もまた、最初の不和や気むずかしさを嫌って逃げ出したり不快に思ったりしなかった夫に対して、穏やかで甘美な共同生活をもたらすからです。
οἱ δὲ τὰς πρώτας τῶν παρθένων διαφορὰς μὴ ὑπομείναντες οὐδὲν ἀπολείπουσι τῶν διὰ τὸν ὄμφακα τὴν σταφυλὴν ἑτέροις προϊεμένων.
乙女たちの最初の気難しさに耐えられない人々は、未熟なブドウを理由に、ブドウの房を他人に譲ってしまう人々となんら変わりありません。
πολλαὶ δὲ καὶ τῶν νεογάμων δυσχεράνασαι διὰ τὰ πρῶτα τοὺς νυμφίους; ὅμοιον ἔπαθον πάθος τοῖς τὴν μὲν πληγὴν τῆς μελίττης ὑπομείνασι, τὸ δὲ κηρίον προεμένοις.
また、新婚の女性の多くも、最初の事柄のために夫に対して不快感を抱き、蜂の刺し傷には耐えながらも、蜂蜜の巣を諦めてしまう人々と同様の経験をすることになります。
§3ἐν ἀρχῇ μάλιστα δεῖ τὰς διαφορὰς καὶ τὰς προσκρούσεις φυλάττεσθαι τοὺς γεγαμηκότας, ὁρῶντας ὅτι καὶ τὰ συναρμοσθέντα τῶν σκευῶν κατʼ ἀρχὰς μὲν ὑπὸ τῆς τυχούσης ῥᾳδίως διασπᾶται προφάσεως, χρόνῳ δὲ τῶν ἁρμῶν σύμπηξιν λαβόντων μόλις ὑπὸ πυρὸς καὶ σιδήρου διαλύεται.
新婚の夫婦は、初めのうちは特に不和や衝突を警戒しなければなりません。 それは、接合された器であっても、最初のうちはちょっとしたきっかけで容易に壊れてしまうものの、時間が経って接合部が固く結びつくと、火や鉄を使っても容易には分解できなくなるのを見るからです。
§4ὥσπερ τὸ πῦρ ἐξάπτεται μὲν εὐχερῶς ἐν ἀχύροις καὶ θρυαλλίδι καὶ θριξὶ λαγῴαις, σβέννυται δὲ τάχιον ἂν μή τινος· ἑτέρου δυναμένου στέγειν ἅμα καὶ τρέφειν ἐπιλάβηται, οὓτω τὸν ἀπὸ σώματος καὶ ὥρας ὀξὺν ἔρωτα τῶν νεογάμων ἀναφλεγόμενον δεῖ μὴ διαρκῆ μηδὲ βέβαιον νομίζειν, ἂν μὴ περὶ τὸ ἦθος ἱδρυθεὶς καὶ τοῦ φρονοῦντος ἁψάμενος ἔμψυχον λάβῃ διάθεσιν.
ちょうど、火は藁や灯芯、野ウサギの毛などには容易に燃え移るものの、それを包み込みかつ養うことのできる他の何かに燃え移らなければ、たちまちのうちに消えてしまうように、新婚の夫婦の肉体や若さから燃え上がる激しい愛も、それが品性の周囲に定着し、知的な部分に触れて、魂の宿った状態へと移行しない限り、永続的でも確実なものでもないと考えねばなりません。
§5ἡ διὰ τῶν φαρμάκων θήρα ταχὺ μὲν αἱρεῖ καὶ λαμβάνει ῥᾳδίως τὸν ἰχθύν, ἄβρωτον δὲ ποιεῖ καὶ φαῦλον·
毒物による漁は、素早く容易に魚を捕らえますが、それを食べられず、価値のないものにしてしまいます。
οὕτως αἱ φίλτρα τινὰ καὶ γοητείας ἐπιτεχνώμεναι τοῖς ἀνδράσι καὶ χειρούμεναι διʼ ἡδονῆς αὐτοὺς ἐμπλήκτοις καὶ ἀνοήτοις, καὶ διεφθαρμένοις συμβιοῦσιν.
同様に、夫に対して惚れ薬や魔術を弄し、快楽によって彼らを服従させる妻たちは、気まぐれで愚かになり、身を滅ぼした夫たちとともに暮らすことになるのです。
οὐδὲ γὰρ τὴν Κίρκην ὤνησαν οἱ καταφαρμακευθέντες, οὐδʼ ἐχρήσατο πρὸς οὐδὲν αὐτοῖς ὑσὶ καὶ ὄνοις γενομένοις, τὸν δʼ Ὀδυσσέα νοῦν ἔχοντα καὶ συνόντα φρονίμως ὑπερηγάπησεν.
実際、薬を盛られた者たちはキルケにとって何の役にも立ちませんでしたし、彼らが豚やロバになってしまった後は、彼女は何の役にも立てられませんでした。 これに対し、理性(ヌース)を持ち、賢明に交わったオデュッセウスのことを、彼女は深く愛したのです。
§6αἱ βουλόμεναι μᾶλλον ἀνοήτων κρατεῖν ἀνδρῶν ἢ φρονίμων ἀκούειν ἐοίκασι τοῖς ἐν ὁδῷ βουλομένοις μᾶλλον ὁδηγεῖν τυφλοὺς; ἢ τοῖς γιγνώσκουσιν ἀκολουθεῖν καὶ βλέπουσι.
賢明な夫に従うことよりも、愚かな夫を支配することを好む妻たちは、道において、道を心得ていて目が見える人に従うよりも、盲人を道案内することを好む人々に似ています。
§7τὴν Πασιφάην ἀπιστοῦσι βοὸς ἐρασθῆναι βασιλεῖ συνοῦσαν, ἐνίας ὁρῶσαι τοὺς μὲν αὐστηροὺς καὶ σώφρονας βαρυνομένας, τοῖς δʼ ἐξ ἀκρασίας καὶ φιληδονίας κεκραμένοις ὥσπερ κυσὶν ἢ τράγοις ἥδιον συνούσας.
人々は、パシパエが王の妻でありながら牛に恋をしたという話を信じようとしませんが、厳格で節度ある夫たちを鬱陶しく思い、無節制と快楽への溺溺から犬や牡山羊のようになっている男たちと好んで連れ添う女たちを見ているのです。
§8οἱ τοῖς ἵπποις ἐφάλλεσθαι διʼ ἀσθένειαν ἢ μαλακίαν αὐτοὺς ἐκείνους ὀκλάζειν καὶ ὑποπίπτειν διδάσκουσιν οὕτως ἔνιοι τῶν λαβόντων εὐγενεῖς ἢ πλουσίας γυναῖκας οὐχ ἑαυτοὺς ποιοῦσι βελτίους ἀλλʼ ἐκείνας περικολούουσιν, ὡς μᾶλλον ἄρξοντες ταπεινῶν γενομένων·
弱さや惰弱さのために、馬に乗るためにその馬自身に膝をつかせ屈み込むよう教え込む者たちがいますが、それと同様に、身分が高かったり富裕だったりする妻を娶った男たちの一部は、自分自身を高めるのではなく、妻たちを低めることで、彼女たちが卑屈になったところで自分が支配しようとします。
δεῖ δʼ ὥσπερ ἵππου τὸ μέγεθος φυλάττοντα καὶ τὸ ἀξίωμα τῆς γυναικὸς χρῆσθαι τῷ χαλινῷ
しかし、馬の大きさを維持しつつ手綱を使うように、妻の尊厳を守りながら手綱を用いるべきなのです。

語釈・文法注

  1. 138bσυνειργνυμένοις — 完了受動分詞与格複数で、与格代名詞 ὑμῖν と一致している。アテナイの婚礼習俗において新郎新婦が婚礼の部屋に「ともに閉じ込められた」状態を指す。
  2. 138cὧν — 関係代名詞の格吸引。本来は動詞 ἀκηκόατε の直接目的語として対格 ἃ となるべきところ、省略された先行詞(属格、κεφάλαια に係る)の影響で属格に引きずられている。
  3. 138dὡς τῆς περὶ τὸν γάμον ἡδονῆς μάλιστα λόγου δεομένης — ὡς を伴った属格独立分詞構文。主節の主語である「古代の人々」の主観的な理由(〜であると考えて)を表している。
  4. 138eτῷ μὴ φυγόντι μηδὲ δυσχεράναντι — 冠詞付き分詞による名詞化(「〜しなかった夫に対して」)。動詞 παρέξει の間接目的語(利害の与格)として機能している。
  5. 139bαὐτοὺς ἐκείνους ὀκλάζειν καὶ ὑποπίπτειν διδάσκουσιν — διδάσκουσιν(教え込む)は対格不定詞構文をとり、対格の αὐτοὺς ἐκείνους(馬たち自身)が不定詞 ὀκλάζειν および ὑποπίπτειν の意味上の主語となっている。一方、目的を表す不定詞 ἐφάλλεσθαι(飛び乗る)は馬に乗る主体の動作を表す。

この箇所を引用する

プルタルコス, 結婚訓 §0-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg078.humanitext-grc2:0-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。