Humanitext Reader

プルタルコス · アポロニオスへの慰めの手紙 §7-9

苦難の不可避性と他者の不幸による慰め

4 / 18 箇所 · ギリシア語

要旨

アキレウスやヘシオドスの詩を通じて人生の苦難の不可避性が論じられ、他者の同等以上の不幸を知ることが悲しみを和らげる有効な手段であることが劇や歴史的先例を用いて示されます。

§7ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί " ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα δʼ ἔμπης ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.
超自然的なほどに、詩人は、慰めに関して評判が高いと思われる。 彼はアキレウスに、ヘクトルの身代金を求めてやって来たプリアモスに対して以下のように語らせているからである。 「さあ、まずは椅子に座るがよい。 我々は心に大きな痛みがあろうとも、悲しみつつもそれを心の中にしまっておくこととしよう。 身も凍るような嘆きには何の役にも立たないのだから。
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι, ζώειν ἀχνυμένοις·
なぜなら神々は、哀れな死すべき人間たちに、悲しみつつ生きるよう運命づけられたからだ。
αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί.
彼ら自身は憂いを知らない。
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
なぜならゼウスの床には、彼が与える贈り物の二つの瓶が置かれており、一つは災い、もう一つは良いものであるからだ。
ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ ἐσθλῷ·
雷を喜ぶゼウスが、混ぜて与える者に対しては、その者はある時には災いに遭い、またある時には良いものに巡り合う。
ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει, φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
しかし、災いばかりを与える者に対しては、ゼウスは彼を辱められた者とし、悪しき飢えが彼を神聖な大地へと駆り立て、神々からも人間からも敬われることなく彷徨い歩く。
" ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε " ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
」また、この者に名声においても時代においても次ぐ者であり、自らをミューズの弟子と称しているヘシオドスもまた、瓶の中に災いを閉じ込め、パンドラがそれを開けてその群れを全ての陸と海に撒き散らしたことを明らかにして、次のように語っている。 「しかし、女は両手で瓶の大きな蓋を取り外し、撒き散らした。 そして人間に悲惨な憂いをもたらした。
μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη·
ただ希望だけが、壊れぬ家である瓶の縁の下に留まり、外へと飛び出さなかった。
πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
その前に瓶の蓋が閉まったからである。
ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται.
他の無数の災いは人間の間を彷徨っている。
πλείη μὲν γὰρ γαῖα κακῶν, πλείη; δὲ θάλασσα.
なぜなら、大地は災いに満ちており、海も満ちているからだ。
νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς. "
病気は人間に昼に、また夜に、自ずと訪れ、死すべき者に災いをもたらす。 静かに。 知謀に長けたゼウスが彼らから声を取り去ったからである。
§8ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει " εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον, ἀεὶ θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο, ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον.
」これらに関連して、喜劇詩人は、そのような不幸に対して深く嘆く者たちに対して次のように言っている。 「もし涙が我々の災いに対する薬であり、涙を流した者が常に苦しみから解放されるのであれば、我々は金を払ってでも涙を手に入れるだろう。
νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
しかし主人よ、現実はそのようなものに注意を向けず、顧みることもなく、お前が泣こうが泣くまいが、同じ道を歩み続ける。
τί οὖν ποιεῖς πλέον;
では、お前はそれ以上の何をなすというのか。
οὐδέν·
何もない。
ἡ λύπη δʼ ἔχει ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον.
悲しみは樹木がこのように涙という果実を結ぶのである。
" ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ " δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
」また、深く悲しむダナエーを慰めるディクテュスはこう言っている。 「お前は、冥府の王がお前の嘆きを顧みて、お前が嘆き悲しむならお前の子を帰してくれると思うのか。
παῦσαι·
やめなさい。
βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται βροτῶν, ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων, τοὺς τʼ ἐκ μέγιστον ὀλβίας τυραννίδος τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
隣人の災いに目を向けるなら、お前は心が軽くなるだろう。 もし人間の中でどれほど多くの者が鎖で繋がれ苦しんでいるか、どれほど多くの者が子供を失って老いていくか、また最も幸運な王権から無へと帰した者たちがいるかを、よく考えたいと思うならば。 これらのことを見つめるべきである。
" κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.
」なぜなら彼は、自分と同じかそれ以上の不幸に遭っている人々の状況を考えるよう彼女に勧めており、それによって彼女の負担が軽くなるようにしているからである。
§9ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν.
この点において、ソクラテスのあの言葉も引用できるだろう。 彼は、もし我々が各自の不幸を共同の場に持ち寄り、全員に平等に分け合うとするなら、大半の者は喜んで自分自身のものを持ち帰るだろうと考えていた。
ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ καὶ Ἀντίμαχος ὁ ποιητής.
このような手法を詩人アンティマコスも用いた。
ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην.
妻のリュデー(彼女を彼は深く愛していた)が亡くなった際、彼は自らの悲しみの慰めとして、エレゲイア(哀歌)『リュデー』を作り、英雄たちの不幸を列挙して、他人の災いによって自らの悲しみを小さくしようとしたのである。
ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.
したがって、悲しんでいる者を慰め、その出来事が多くの人々に共通するものであり、他の人々にも起きた出来事よりも小さいものであることを示す者は、悲しんでいる者の認識を変えさせその出来事は自分が思っていたほど大きくはないという確信を彼に与えるのである、ということは明白である。

語釈・文法注

  1. 105cφαίνεται ... εὐδοκιμεῖν — φαίνεται に不定詞 εὐδοκιμεῖν が続くことで、「〜であるように思われる(seems to...)」という主格不定詞の構成をとっている。分詞 φαίνεται εὐδοκιμῶν(明らかに〜している)と混同しないように注意。
  2. 105dᾧ μὲν κʼ ἀμμίξας δώῃ — 分詞 ἀμμίξας(ἀναμείγνυμι のアオリスト能動態分詞)は副詞的に用いられ、「混ぜ合わせて」の意味。関係代名詞 ᾧ は δώῃ の間接目的語。
  3. 106bτὴν οἰομένην ... ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν — 先行詞 φωνήν を修飾する分詞 οἰομένην の中に、条件文の帰結(ἂν ... ἀπελθεῖν、対格不定詞構文)が埋め込まれている。ἀπελθεῖν の意味上の主語は τοὺς πλείους。

この箇所を引用する

プルタルコス, アポロニオスへの慰めの手紙 §7-9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:7-9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。