§10ὁ δʼ Αἰσχύλος καλῶς ἔοικεν ἐπιπλήττειν τοῖς νομίζουσι τὸν θάνατον εἶναι κακόν, λέγων ὧδε
"
ὡς οὐ δικαίως θάνατον ἔχθουσιν βροτοί,
ὅσπερ μέγιστον ῥῦμα τῶν πολλῶν κακῶν
"
τοῦτον γὰρ ἀπεμιμήσατο καὶ ὁ εἰπών
"
ὦ θάνατε παιὰν ἰατρὸς μόλοις
"
λιμὴν
γὰρ ὄντως
Ἀίδας ἀνʼ αἶαν.
アイスキュロスは、死を悪であると考える人々を適切に非難しているように思われる。 次のように言って。 "いかに不当に死すべき人間は死を嫌悪していることか、それ(死)こそが多くの災いに対する最大の救い手であるのに "なぜなら、以下のように言った者もこの者を模倣したからである。 "おお、医神にして医師たる死よ、来ておくれ "なぜなら、まことに冥府は大地における港なのだから。
μέγα γάρ
ἐστι τὸ μετὰ πείσματος τεθαρρηκότος εἰπεῖν
"
τίς δʼ ἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; "
καὶ
"
ᾍδην δʼ ἔχων βοηθὸν οὐ τρέμω σκιάς
"
τί γὰρ τὸ χαλεπόν ἐστι καὶ τὸ δυσανιῶν καὶ ἐν τῷ τεθνάναι;
なぜなら、確固たる信念をもって大胆にこう言うことは偉大なことだからである。 "死を気にかけない者が、どうして奴隷でありえようか "また、 "冥府を味方に持つのだから、私は影に怯えはしない "なぜなら、死んでいることの中に、何か困難で苦痛なことがあるだろうか。
τὰ γὰρ τοῦ θανάτου μήποτε καὶ λίαν ἡμῖν ὄντα συνήθη καὶ συμφυᾶ πάλιν οὐκ οἶδʼ ὅπως δυσαλγῆ δοκεῖ εἶναι.
死に属する事柄は、おそらく我々にとって極めて親しく、生まれつき備わっているものであるにもかかわらず、どういうわけか再び苦痛なものであると思われる。
τί γὰρ θαυμαστὸν εἰ τὸ τμητὸν τέτμηται, εἰ τὸ τηκτὸν τέτηκται, εἰ τὸ καυστὸν κέκαυται, εἰ τὸ φθαρτὸν ἔφθαρται;
なぜなら、切られうるものが切られ、溶けうるものが溶け、燃えうるものが燃え、滅びうるものが滅びたとして、何の不思議があろうか。
πότε γὰρ ἐν ἡμῖν αὐτοῖς ἔστιν ἢ οὐκ ἔστιν ὁ θάνατος;
なぜなら、死はいつ我々の内に存在し、あるいは存在しないというのだろうか。
καί, φησιν Ἡράκλειτος,
ταὐτὸ γʼ ἔνι ζῶν καὶ τεθνηκὸς καὶ τὸ ἐγρηγορὸς καὶ τὸ καθεῦδον καὶ νέον καὶ γηραιὸν τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι, κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.
そしてヘラクレイトスは言う。 「生者と死者、目覚めている者と眠っている者、若い者と老いた者、これらは同一のものの内にある。 なぜなら、これらが変化すればあちらになり、あちらが再び変化すればこれらになるからである。
ὡς γὰρ ἐκ τοῦ αὐτοῦ πηλοῦ δύναταί τις πλάττων ζῷα συγχεῖν καὶ πάλιν πλάττειν καὶ συγχεῖν καὶ τοῦθʼ ἓν παρʼ ἓν ποιεῖν ἀδιαλείπτως, οὕτω καὶ ἡ φύσις ἐκ τῆς αὐτῆς ὕλης πάλαι μὲν τοὺς προγόνους ἡμῶν ἀνέσχεν, εἶτα συνεχεῖς αὐτοῖς ἐγέννησε τοὺς πατέρας, εἶθʼ ἡμᾶς, εἶτʼ ἄλλους ἐπʼ ἄλλοις ἀνακυκλήσει.
」なぜなら、同じ粘土から、ある人が動物を形作っては壊し、再び形作っては壊し、これを交互に絶え間なく行うことができるように、自然もまた同じ素材からかつて我々の祖先を立ち上がらせ、次いで彼らに続いて我々の父たちを生み、次いで我々を、次いで次から次へと他の人々を循環の中に生み出すからである。
καὶ ὁ τῆς γενέσεως ποταμὸς οὕτως ἐνδελεχῶς ῥέων οὔποτε στήσεται, καὶ πάλιν ὁ ἐξ ἐναντίας αὐτῷ ὁ τῆς φθορᾶς εἴτʼ Ἀχέρων εἴτε Κωκυτὸς καλούμενος ὑπὸ τῶν ποιητῶν, ἡ πρώτη οὖν αἰτία ἡ δείξασα ἡμῖν τὸ τοῦ ἡλίου φῶς, ἡ αὐτὴ καὶ τὸν ζοφερὸν ᾍδην ἄγει.
そして、生成の川はこのように絶え間なく流れ、決して立ち止まることはない。 また、それと対立して流れる消滅の川(詩人たちによってアケロンあるいはコキュトスと呼ばれるもの)も同様である。 したがって、我々に太陽の光を見せた最初の原因が、まさに同じ原因が暗い冥府をもたらすのである。
καὶ μήποτε τοῦδʼ εἰκὼν ᾖ ὁ περὶ ἡμᾶς ἀήρ, ἓν παρʼ ἓν ἡμέραν καὶ νύκτα ποιῶν, ἐπαγωγοὺς ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως.
そして、おそらくこれの像となるのが我々の周りの空気であり、交互に昼と夜を作り出し、生と死、眠りと目覚めを引き起こすのである。
διὸ καὶ μοιρίδιον χρέος εἶναι λέγεται τὸ ζῆν, ὡς ἀποδοθησόμενον ὃ ἐδανείσαντο ἡμῶν οἱ προπάτορες.
それゆえ、生きることは運命づけられた負債であると言われる。 我々の先祖が借り受け、返済されるべきものとして。
ὃ δὴ καὶ εὐκόλως καταβλητέον καὶ ἀστενάκτως, ὅταν ὁ δανείσας ἀπαιτῇ·
これこそ、貸し手が返済を要求するときには、快く、そして嘆くことなく支払うべきものである。
εὐγνωμονέστατοι γὰρ ἂν οὕτω φανείημεν.
そうすれば、我々は最も感謝を知る者として現れるだろうから。
§11οἶμαι δὲ καὶ τὴν φύσιν ὁρῶσαν τὸ τʼ ἄτακτον καὶ βραχυχρόνιον τοῦ βίου ἄδηλον ποιῆσαι τὴν τοῦ θανάτου προθεσμίαν τοῦτο γὰρ ἦν ἄμεινον.
私は、自然もまた人生の無秩序さと短さを見て、死の期限を不明なものにしたのだと思う。 なぜなら、その方がより良かったからである。
εἰ γὰρ προῄδειμεν, κἂν προεξετήκοντό τινες ταῖς λύπαις καὶ πρὶν ἀποθανεῖν ἐτεθνήκεσαν.
もし我々があらかじめ知っていたなら、ある人々は悲しみのためにあらかじめ衰弱し尽くし、死ぬ前にもう死んでしまっていただろうから。
ὅρα δὲ καὶ τοῦ βίου τὸ ὀδυνηρὸν καὶ τὸ πολλαῖς φροντίσιν ἐπηντλημένον, ἃς εἰ βουλοίμεθα καταριθμεῖσθαι, λίαν ἂν αὐτοῦ καταγνοίημεν, ἐπαληθεύσαιμεν δὲ καὶ τὴν παρʼ ἐνίοις κρατοῦσαν δόξαν ὡς ἄρα κρεῖττόν ἐστι τὸ τεθνάναι τοῦ ζῆν.
また、人生の苦痛に満ちていること、そして多くの心労を浴びせかけられていることを見よ。 もしこれらを数え上げようとするなら、我々は人生をあまりに非難することになり、一部の人々の間に支配的な意見、すなわち、生きるよりも死んでいることの方が優れているという意見を裏付けることになるだろう。
ὁ γοῦν Σιμωνίδης
"
ἀνθρώπων φησὶν ὀλίγον μὲν κάρτος, ἄπρακτοι
δὲ μεληδόνες,
αἰῶνι δὲ παύρῳ πόνος ἀμφὶ πόνῳ.
少なくともシモニデスは "人間の力はわずかであり、悩みは実を結ばず、短い一生には労苦の上の労苦がある。
ὁ δʼ ἄφυκτος ὁμῶς ἐπικρέμαται θάνατος·
しかし逃れられぬ死が等しく頭上に迫っている。
κείνου γὰρ ἴσον λάχον μέρος οἳ τʼ ἀγαθοὶ
ὅστις τε κακός.
なぜなら、善き人々も悪しき者も、その死の平等の分け前を得るのだから "と語る。
"
Πίνδαρος δὲ
"
ἓν παρʼ ἐσθλὸν σύνδυο πήματα δαίονται βροτοῖς. ἀθάνατοι.
またピンダロスは、 "不死なる神々は、一つの善いことに対して、二つの災いを死すべき人間に分け与える。
τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν
"
Σοφοκλῆς δέ
"
σὺ δʼ ἄνδρα θνητὸν εἰ κατέφθιτο στένεις,
εἰδὼς τὸ μέλλον οὐδὲν εἰ κέρδος φέρει;
愚かな者たちは、これらを立派に耐えることができない "と言い、ソポクレスは、 "それなのに、お前は死すべき人間が亡くなったからとて嘆くのか、未来のことが何も得をもたらさないと知りながら?
"
Εὐριπίδης δὲ
"
τὰ θνητὰ πράγματʼ οἶδας ἣν ἔχει φύσιν;
"と言い、エウリピデスは "死すべき人間の事柄がどのような性質を持っているか、お前は知っているか。
δοκῶ μὲν οὔ πόθεν γάρ;
私は知らないと思う、どうして知るはずがあろう。
ἀλλʼ ἄκουέ μου.
だが、私の言うことを聞きなさい。
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστιν αὐτῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται.
すべての死すべき人間にとって死ぬことは定めであり、彼らのうちで明日生きているかどうかを確実に知っている者は一人もいない。
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται.
なぜなら、運命の行く先は見えず、どこへ進むか分からないからだ。 "と語る。
"
τοιούτου δὴ τοῦ βίου τῶν ἀνθρώπων ὄντος οἷον οὗτοί φασι, πῶς οὐκ εὐδαιμονίζειν μᾶλλον προσήκει τοὺς ἀπολυθέντας τῆς ἐν αὐτῷ λατρείας ἢ κατοικτίρειν τε καὶ θρηνεῖν, ὅπερ οἱ πολλοὶ δρῶσι διʼ ἀμαθίαν;
さて、人間の人生がこれら(の詩人)が言うようなものであるなら、人生における奉仕から解放された人々を祝福することこそが、無知のために多くの人々がしているように彼らを哀れみ嘆くことよりも、はるかにふさわしいのではないだろうか。