§7ὑπερφυῶς δὲ φαίνεται περὶ τὴν παραμυθίαν ὁ ποιητὴς εὐδοκιμεῖν, ποιήσας τὸν Ἀχιλλέα λέγοντα πρὸς τὸν Πρίαμον ἥκοντα ἐπὶ λύτρα τοῦ Ἕκτορος ταυτί
"
ἀλλʼ ἄγε δὴ κατʼ ἄρʼ ἕζευ ἐπὶ θρόνου, ἄλγεα
δʼ ἔμπης
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο.
极为奇妙的是,诗人在劝慰方面似乎享有极高的声誉,他让阿基琉斯对为了赎回赫克托尔而来的普里阿摩斯说了以下这些话:“但是,来吧,请在椅子上坐下,尽管我们悲痛,但我们还是让痛苦留在心底吧,因为凄惨的哀啼毫无益处。
ὣς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι,
ζώειν ἀχνυμένοις· αὐτοὶ δὲ τʼ ἀκηδέες εἰσί.
因为诸神便是如此编织命运,让可怜的凡人在悲痛中生活;而他们自己却是无忧无虑的。
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἐάων.
因为在宙斯的殿堂里,地上放着两个瓶子,盛放着他所赐予的礼物,一瓶装满灾祸,另一瓶则是福祉。
ᾧ μὲν κʼ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται ἄλλοτε δʼ
ἐσθλῷ· ᾧ δέ κε τῶν λυγρῶν δώῃ, λωβητὸν ἔθηκε
καὶ ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
φοιτᾷ δʼ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
喜好雷电的宙斯若将二者混合赐予某人,他有时会遭遇灾祸,有时也会遇到福祉;但若只被赐予那些凄惨的灾祸,他就沦为受辱之人,恶劣的饥荒将他驱赶到神圣的大地上,彷徨流浪,无论是神明还是凡人都不予以尊重。
"
ὁ δὲ μετὰ τοῦτον καὶ τῇ δόξῃ καὶ τῷ χρόνῳ, καίτοι τῶν Μουσῶν ἀναγορεύων ἑαυτὸν μαθητὴν Ἡσίοδος, καὶ οὗτος ἐν πίθῳ καθείρξας τὰ κακά, τὴν Πανδώραν ἀνοίξασαν ἀποφαίνει σκεδάσαι τὸ πλῆθος ἐπὶ πᾶσαν γῆν καὶ θάλατταν, λέγων ὧδε
"
ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμʼ ἀφελοῦσα
ἐσκέδασʼ ἀνθρώποισι δὲ μήσατο κήδεα λυγρά.
”而在名声和时代上紧随其后的赫西俄德,虽然自称是缪斯的弟子,他也同样将灾祸关在瓮中,揭示出潘多拉在打开它时,将那无数的灾难播撒到了所有的陆地和海洋,他这样写道:“然而那女子用双手取下了瓮上的巨盖,将其播撒出去,给人类谋划了凄惨的忧患。
μούνη δʼ αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν
ἔνδον ἔμεινε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε
ἐξέπτη· πρόσθεν γὰρ ἐπέλλαβε πῶμα πίθοιο.
只有希望留在里面,留在了瓮口边缘的下方,未曾飞向门外;因为在此之前,她就盖上了瓮盖。
ἄλλα δὲ μυρία λυγρὰ κατʼ ἀνθρώπους ἀλάληται.
而其他无数的凄惨灾祸则在人类之中游荡。
πλείη μὲν γὰρ γαῖα κακῶν,
πλείη; δὲ θάλασσα.
因为大地上塞满了灾祸,海洋里也塞满了。
νοῦσοι δʼ ἀνθρώποισιν ἐφʼ ἡμέρῃ αἱ δʼ ἐπὶ νυκτὶ
αὐτόματοι φοιτῶσι, κακὰ θνητοῖσι φέρουσαι
σιγῇ, ἐπεὶ φωνὴν ἐξείλετο μητίετα Ζεύς. "
病痛在白天,也在黑夜,自行侵袭,默默地给凡人带来灾祸,因为睿智的宙斯夺走了它们的声息。
§8ἀπηρτημένως δὲ τούτοις ὁ κωμικὸς ἐπὶ τῶν δυσπαθούντων ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ταυτὶ λέγει
"
εἰ τὰ δάκρυʼ ἡμῖν τῶν κακῶν ἦν φάρμακον,
ἀεὶ θʼ ὁ κλαύσας τοῦ πονεῖν ἐπαύετο,
ἠλλαττόμεσθʼ ἂν δάκρυα, δόντες χρυσίον.
” 与这些相呼应地,喜剧诗人针对那些在此类不幸中深感痛苦的人说了这样的话:“如果眼泪能成为我们灾祸的良药,而哭泣的人总能停止受苦,那么我们甚至愿意付出黄金来换取眼泪。
νῦν δʼ οὐ προσέχει τὰ πράγματʼ οὐδʼ ἀποβλέπει
εἰς ταῦτα, δέσποτʼ, ἀλλὰ τὴν αὐτὴν ὁδόν,
ἐάν τε κλάῃς ἄν τε μή, πορεύεται.
但如今,主人啊,现实并不关注这些,也不顾及这些,而是无论你哭与不哭,都走着同一条路。
τί οὖν ποιεῖς πλέον;
那么,你这样做又能多得到什么?
οὐδέν·
毫无所获。
ἡ λύπη δʼ ἔχει
ὥσπερ τὰ δένδρα τοῦτο καρπὸν τὸ δάκρυον.
而悲伤就像树木一样,长出这眼泪的果实。
"
ὁ δὲ παραμυθούμενος τὴν Δανάην δυσπενθοῦσαν Δίκτυς φησὶ
"
δοκεῖς τὸν ᾍδην σῶν τι φροντίζειν γόων
καὶ παῖδʼ ἀνήσειν τὸν σόν, εἰ θέλοις στένειν;
”而在劝慰深切悲痛中的达那厄时,狄克堤斯说道:“你以为冥王会在意你的哭诉,并在你愿意哀悼时放回你的儿子吗?
παῦσαι· βλέπουσα δʼ εἰς τὰ τῶν πέλας κακὰ
ῥᾴων γένοιʼ ἄν, εἰ λογίζεσθαι θέλοις
ὅσοι τε δεσμοῖς ἐμμεμόχλευνται βροτῶν,
ὅσοι τε γηράσκουσιν ὀρφανοί τέκνων,
τοὺς τʼ ἐκ μέγιστον ὀλβίας τυραννίδος
τὸ μηδὲν ὄντας, ταῦτά σε σκοπεῖν χρεών.
停止吧;只要你愿意去想一想:凡人中,有多少人被链条锁紧、饱受折磨,有多少人失去了孩子、在孤独中老去,以及那些从极其富庶的王权坠落为虚无的人,观察这些会让你的心情轻松一些,这些是你应该审视的。
"
κελεύει γὰρ αὐτὴν ἐνθυμεῖσθαι τὰ τῶν ἴσα καὶ μείζω δυστυχούντων, ὡς ἐσομένην ἐλαφροτέραν.
”因为他劝她去思考那些与她同样不幸、甚至更加不幸的人的遭遇,以此来减轻她的负担。
§9ἐνταῦθα γὰρ ἄν τις ἑλκύσειε καὶ τὴν τοῦ Σωκράτους φωνήν, τὴν οἰομένην, εἰ συνεισενέγκαιμεν εἰς τὸ κοινὸν τὰς ἀτυχίας, ὥστε διελέσθαι τὸ ἴσον ἕκαστον, ἀσμένως ἂν τοὺς πλείους τὰς αὑτῶν λαβόντας ἀπελθεῖν.
因为在这里,人们也可以引用苏格拉底的名言,他认为如果我们把各自的不幸带到公共场所,以便每个人平分,大多数人都会心甘情愿地领回自己原先的那份离去。
ἐχρήσατο δὲ τῇ τοιαύτῃ ἀγωγῇ καὶ Ἀντίμαχος ὁ ποιητής.
诗人安提马科斯也使用了这种方法。
ἀποθανούσης γὰρ τῆς γυναικὸς αὐτῷ Λύδης, πρὸς ἣν φιλοστόργως εἶχε, παραμύθιον τῆς λύπης αὑτῷ ἐποίησε τὴν ἐλεγείαν τὴν καλουμένην Λύδην, ἐξαριθμησάμενος τὰς ἡρωικὰς συμφοράς, τοῖς ἀλλοτρίοις κακοῖς ἐλάττω τὴν ἑαυτοῦ ποιῶν λύπην.
当他深爱的妻子吕德去世时,他便写下了名为《吕德》的哀歌作为自己悲伤的慰藉,他在其中历数英雄们的灾祸,用他人的痛苦来减轻自己的悲伤。
ὥστε καταφανὲς εἶναι ὅτι ὁ παραμυθούμενος τὸν λελυπημένον καὶ δεικνύων κοινὸν καὶ πολλῶν τὸ συμβεβηκὸς καὶ τῶν καὶ ἑτέροις συμβεβηκότων ἔλαττον τὴν δόξαν τοῦ λελυπημένου μεθίστησι καὶ τοιαύτην τινὰ ποιεῖ πίστιν αὐτῷ, ὅτι ἔλαττον ἢ ἡλίκον ᾤετο τὸ συμβεβηκός ἐστιν.
因此,显而易见,劝慰悲伤者、并向其表明所发生的事情是众人所共有的、且比发生在其他人身上的遭遇更为轻微的人,能够转变悲伤者的看法并使其产生某种坚定的信念,即所发生的事情要比他原先想象的更为轻微。