§4οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς·
したがって、理性が教えるところによれば、思慮ある人々がこのような不幸に際して、無情念になるべきでもなければ、過度に苦痛に溺れるべきでもありません。
τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές.
というのも、前者は頑なで野獣のようであり、後者は弛緩して女々しいからです。
εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι.
しかし、自らにふさわしい限度を持ち、人生において生じる快いことと苦痛なことの双方を巧みに耐えることができ、また、あたかも民主政において官職の抽選があり、当たった者は支配し、当たらなかった者はその運命を不満なく受け入れるべきであるように、そのように事物の配分に対しても、不満を抱くことなく従順に従うべきであることをあらかじめ了解している人こそが、分別のある人なのです。
τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως.
なぜなら、これをすることができない人々は、幸運をも思慮深く、また適度に受け入れることができないだろうからです。
τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο
"
μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα,
ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν,
ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν
σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ
"
πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον.
実際、よく語られることの中には、戒めとして次の言葉もあります。 「いかなる幸運も、あなたを必要以上に傲慢にするほど大きくあってはならず、また、何か困難なことが起こっても、それに屈してはならない。 むしろ、火の中の金のように、自らの本性をしっかりと保ちながら、常に自分自身であり続けよ」教養があり節度ある人々の本領とは、一見幸運と思われることに対しても同じ態度であり続け、不幸に対しても、ふさわしい態度を気高く守ることです。
τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν.
なぜなら、分別の働きとは、迫り来る災いを防ぐか、生じたものを正すか、それを最小限に抑えるか、あるいは自らのために、雄々しく気高き耐え忍ぶ力を備えることだからです。
καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.
実際、知恵は善いものに関しても四つの方法で働きます。 すなわち、善いものを獲得するか、守るか、増やすか、あるいはそれを巧みに用いるかです。 これらは、知恵および他の徳の基準であり、両者に対して用いられるべきものです。
"
οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ
"
καὶ νὴ Δία· "
τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν
" §5ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας.
「あらゆる点において幸福である人間は一人もいないのだから」そして、まさに、「定められたことを、定められていないことにすることはできない」というのも、植物においてある時は豊作があり、ある時は凶作があり、動物においてある時は多産があり、ある時は不妊があり、海において穏やかな日と嵐があるように、そのように人生においても、多くの多様な境遇が生じて、人間を正反対の運命へと引き回すのです。
εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι
"
οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς,
Ἀγάμεμνον, Ἀτρεύς.
これらを見渡せば、誰かが次のように言うのも不自然ではありません。 「アトレウスは、アガメムノンよ、お前をすべての良いことだけのために生んだのではない。
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι·
お前は喜び、また悲しまねばならない。
θνητὸς γὰρ ἔφυς.
なぜなら、お前は死すべき者として生まれたのだから。
κἂν μὴ σὺ θέλῃς,
τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται
"
καὶ τὸ ὑπὸ Μενάνδρου ῥηθὲν
"
εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος,
ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε διατελεῖν
πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί,
καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι,
ὀρθῶς ἀγανακτεῖς·
たとえお前が望まなくとも、神々の意志はそうなっているのだ」また、メナンドロスによって語られた次の言葉もあります。 「若だんな、もしあなたの母親があなたを産んだ時、あなたが望むことを行い、常に幸運であり続けるという条件で、あなたが万人のうち唯一人として生まれ、そして神々の一人があなたにこのことを約束してくれたのだとしたら、あなたの怒りはもっともです。
ἔστι γάρ σʼ ἐψευσμένος,
ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις
ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα
τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ,
οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
なぜなら、その神はあなたを欺き、不条理なことをしたのですから。 しかし、もし私たちが吸っているのと同じ条件の下で、あなたがこの共通の空気を吸ったのだとしたら――あなたに対して少し悲劇風に語ることを許してもらえるなら―― これらのことをもっと毅然と耐え、考慮すべきです。
τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ,
οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν
ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
話の要点はこうです。 あなたは人間なのだ。 人間以上に、高みへと昇り、また再び卑俗なところへと、急速に変化を遂げる生き物は他にいません。
καὶ μάλα δικαίως·
そしてそれはきわめて当然のことです。
ἀσθενέστατον γὰρ ὂν
φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν,
ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
なぜなら、本性上最も弱い存在でありながら、最も重大な事柄を司っているので、ひとたび失墜すれば、最も多くの美しいものを粉々にしてしまうからです。
σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας
ἀγαθά, τὰ νυνὶ τʼ ἐστὶ μέτριά σοι κακά.
若だんな、あなた自身は、途方もない幸福を失ったわけでもありませんし、今あなたの身にある災いも、中くらい(耐えうる程度)のものです。
ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν φέρε. "
ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς·
ですから、何事も中庸を保ち、残された生を耐え抜いてください」しかし、事態がこのようなものであるにもかかわらず、ある人々は、その愚かさのゆえに非常に愚鈍で虚栄心が強く、豊かな富の余剰や、職権の大きさ、何らかの政治的特権、あるいは名誉や名声によって少しでも高められると、自分より劣る者たちを脅し、傲慢に振る舞うのである。
τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς.
彼らは、運命の不確実さと不安定さを考慮せず、また、急激に変化する運命の変転によって、高いものが容易に低くなり、低いものが再び高められることを考慮に入れないのである。
ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς
"
τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα
ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα. "
したがって、不確実なものの中に確実なものを求めることは、事物について正しく考えていない者たちの特徴(しるし)である。 「回転する車輪において、ある時は一方の車輪の縁が上になり、ある時は他方が上になるのだから」