Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §4-5

在不幸中保持中庸与顺从命运的分配

第 2 段,共 18 段 · 希腊语

内容简介

作者结合悲剧和喜剧诗句,论证了明智者在不幸面前应保持中庸并顺从命运的分配,同时强调了命运的无常,劝诫人们摒弃傲慢。

§4οὔτʼ οὖν ἀπαθεῖς ἐπὶ τῶν τοιούτων συμφορῶν ὁ λόγος ἀξιοῖ γίγνεσθαι τοὺς εὖ φρονοῦντας οὔτε δυσπαθεῖς· τὸ μὲν γὰρ ἄτεγκτον καὶ θηριῶδες, τὸ δʼ ἐκλελυμένον καὶ γυναικοπρεπές.
因此,理性不要求有理智的人在此类不幸面前变得无情无义,也不要求他们过度悲痛;因为前者是冷酷和野蛮的,而后者是软弱和女气的。
εὐλόγιστος δʼ ὁ τὸν οἰκεῖον ὅρον ἔχων καὶ δυνάμενος φέρειν δεξιῶς τά τε προσηνῆ καὶ τὰ λυπηρὰ τῶν ἐν τῷ βίῳ συμβαινόντων, καὶ προειληφὼς ὅτι καθάπερ ἐν δημοκρατίᾳ κλῆρός ἐστι τῶν ἀρχῶν καὶ δεῖ λαχόντα μὲν ἄρχειν ἀπολαχόντα δὲ φέρειν ἀνεπαχθῶς τὴν τύχην, οὕτω καὶ τῇ διανομῇ τῶν πραγμάτων ἀνεγκλήτως καὶ πειθηνίως ἕπεσθαι.
但那拥有自己合适限度、能够巧妙地承受生活中发生的顺境与逆境,并且预先明白,正如在民主政体中官职是通过抽签决定的,抽中者应当统治,未抽中者应当毫无怨言地承受其命运一样,我们也应当对事物的分配毫无怨言地、顺从地服从——这样的人才是明智的。
τοῦτο γὰρ οἱ μὴ δυνάμενοι ποιεῖν οὐδὲ τὰς εὐπραγίας ἂν ἐμφρόνως φέρειν δύναιντο καὶ μετρίως.
因为那些不能做到这一点的人,甚至也无法明智而适度地承受顺境。
τῶν μὲν γὰρ καλῶς λεγομένων ἐστὶν ἐν ὑποθήκης μέρει καὶ τοῦτο " μηδʼ εὐτύχημα μηδὲν ὧδʼ ἔστω μέγα, ὃ σʼ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν, μηδʼ ἄν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν, ἀλλʼ αὑτὸς αἰεὶ μίμνε, τὴν σαυτοῦ φύσιν σῴζων βεβαίως, ὥστε χρυσὸς ἐν πυρὶ " πεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν πρὸς τε τὰς δοκούσας εὐτυχίας τὸν αὐτὸν εἶναι, καὶ πρὸς τὰς ἀτυχίας φυλάξαι γενναίως τὸ πρέπον.
因为在那些名言中,这也算作是一条诫律: “不要让任何幸事大到让你傲慢过头,不要让发生的任何难事再次使你沦为奴隶,而是要始终保持自我,稳固地守护你自己的本性,犹如烈火中的真金。 ” 而对于受过教育和克制的人来说,在面对表面上的幸事时保持不变,在面对不幸时英勇地坚守体统,正是他们的本领。
τῆς γὰρ εὐλογιστίας ἔργον ἐστὶν ἢ φυλάξασθαι τὸ κακὸν ἐπιφερόμενον ἢ διορθώσασθαι γενόμενον ἢ συστεῖλαι πρὸς τὸ βραχύτατον ἢ παρασκευάζειν αὑτῷ τὴν ὑπομονὴν ἄρρενα καὶ γενναίαν.
因为明智的功用,要么是防范即将来临的灾祸,要么是在灾祸发生时予以纠正,要么是将灾祸缩减至最小,要么是为自己准备坚贞而英勇的忍耐。
καὶ γὰρ περὶ τἀγαθὸν ἡ φρόνησις πραγματεύεται τετραχῶς, ἢ κτωμένη τἀγαθὰ ἢ φυλάττουσα ἢ αὔξουσα ἢ χρωμένη δεξιῶς οὗτοι τῆς φρονήσεως καὶ τῶν ἄλλων ἀρετῶν εἰσι κανόνες, οἷς πρὸς ἀμφότερα χρηστέον.
因为,智慧在对待善事时也有四种方式:要么获得善,要么守护善,要么增加善,要么巧妙地运用善。 这些是智慧和其他美德的准则,在面对这两种境遇时都应当使用。
" οὐκ ἔστιν γὰρ ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ " καὶ νὴ Δία· " τό τοι χρεὼν οὐκ ἔστι μὴ χρεὼν ποιεῖν "
“因为没有任何一个人在一切事上都是幸福的,” 而且,凭宙斯起誓: “绝不可能使注定的事变得不注定。
§5ὥσπερ γὰρ ἐν φυτοῖς ποτὲ μὲν πολυκαρπίαι γίγνονται ποτὲ δʼ ἀκαρπίαι, καὶ ἐν ζῴοις ποτὲ μὲν πολυγονίαι ποτὲ δὲ καὶ ἀγονίαι, καὶ ἐν θαλάττῃ εὐδίαι τε καὶ χειμῶνες, οὕτω καὶ ἐν βίῳ πολλαὶ καὶ ποικίλαι περιστάσεις γιγνόμεναι πρὸς τὰς ἐναντίας περιάγουσι τοὺς ἀνθρώπους τύχας.
” 因为正如在植物中,有时丰收,有时歉收;在动物中,有时多产,有时不育;在海洋中,既有风平浪静,也有狂风暴雨;同样,在生活中,许多各种各样的境遇也会发生,将人们带向相反的命运。
εἰς ἃς διαβλέψας ἄν τις οὐκ ἀπεικότως εἴποι " οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, Ἀγάμεμνον, Ἀτρεύς.
看到这些,人们不无道理地会说: “阿特柔斯并没有为了让你享受所有好事而生下你,阿伽门农。
δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· θνητὸς γὰρ ἔφυς.
你必须既感到快乐也感到悲伤;因为你天生是凡人。
κἂν μὴ σὺ θέλῃς, τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται " καὶ τὸ ὑπὸ Μενάνδρου ῥηθὲν " εἰ γὰρ ἐγένου σύ, τρόφιμε, τῶν πάντων μόνος, ὅτʼ ἔτικτεν ἡ μήτηρ σʼ, ἐφʼ ᾧ τε διατελεῖν πράσσων ἃ βούλει καὶ διευτυχῶν ἀεί, καὶ τοῦτο τῶν θεῶν τις ὡμολόγησέ σοι, ὀρθῶς ἀγανακτεῖς·
即使你不愿意,神明的意志也将如此。 ” 还有米南德所说的话: “若少爷,如果你是所有人中唯一的一个,当你母亲生下你时,条件是你可以继续做你想做的事并永远幸运,且有某位神明向你承诺了这一点,你生气是理所当然的;因为他欺骗了你,并做了一件离奇的事。
ἔστι γάρ σʼ ἐψευσμένος, ἄτοπόν τε πεποίηκʼ εἰ δʼ ἐπὶ τοῖς αὐτοῖς νόμοις ἐφʼ οἷσπερ ἡμεῖς ἔσπασας τὸν ἀέρα τὸν κοινόν, ἵνα σοι καὶ τραγικώτερον λαλῶ, οἰστέον ἄμεινον ταῦτα καὶ λογιστέον.
但如果你是在与我们相同的法则下,吸入了这共同的空气—— 请允许我用有些悲剧色彩的腔调对你说话—— 你必须更好地承受这些并予以思考。
τὸ δὲ κεφάλαιον τῶν λόγων, ἄνθρωπος εἶ, οὗ μεταβολὴν θᾶττον πρὸς ὕψος καὶ πάλιν ταπεινότητα ζῷον οὐδὲν λαμβάνει.
话的总纲是:你是人,没有任何生物比人能更快地从高处跌落至低谷,或从低谷升至高处。
καὶ μάλα δικαίως· ἀσθενέστατον γὰρ ὂν φύσει μεγίστοις οἰκονομεῖται πράγμασιν, ὅταν πέσῃ δέ, πλεῖστα συντρίβει καλά.
这极其公允;因为人天生最脆弱,却操持着最重大的事务,一旦跌倒,就会摔碎无数美好的东西。
σὺ δʼ οὔθʼ ὑπερβάλλοντα τρόφιμʼ ἀπώλεσας ἀγαθά, τὰ νυνὶ τʼ ἐστὶ μέτριά σοι κακά.
而你,少爷,既没有失去极其丰盛的善,现在你所面对的也是适度的恶。
ὥστʼ ἀνὰ μέσον που καὶ τὸ λοιπὸν ὂν φέρε.
因此,且在中庸之中承受那剩余的生命吧。
" ἀλλʼ ὅμως τοιούτων ὄντων τῶν πραγμάτων ἔνιοι διὰ τὴν ἀφροσύνην οὕτως εἰσὶν ἀβέλτεροι καὶ κεναυχεῖς, ὥστε μικρὸν ἐπαρθέντες ἢ διὰ χρημάτων περιουσίαν ἄφθονον ἢ διὰ μέγεθος ἀρχῆς ἢ διά τινας προεδρίας πολιτικὰς ἢ διὰ τιμὰς καὶ δόξας ἐπαπειλεῖν τοῖς ἥττοσι καὶ ἐξυβρίζειν, οὐκ ἐνθυμούμενοι τὸ τῆς· τύχης ἄστατον καὶ ἀβέβαιον, οὐδʼ ὅτι ῥᾳδίως τὰ ὑψηλὰ γίγνεται ταπεινὰ καὶ τὰ χθαμαλὰ πάλιν ὑψοῦται ταῖς ὀξυρρόποις μεθιστάμενα τῆς τύχης μεταβολαῖς.
” 然而,尽管事物是如此,有些人因其愚蠢而如此糊涂和虚荣,只要因充裕的财富、显赫的官职、某些政治特权、或荣誉和名望而稍稍得意,就去威胁那些比他们弱小的人,并肆意侮辱,而不考虑命运的无常与不稳定,也不考虑在命运急速转变的交替中,高处的容易变低,低处的又会重新升高。
ζητεῖν οὖν ἐν ἀβεβαίοις βέβαιόν τι λογιζομένων ἐστὶ περὶ τῶν πραγμάτων οὐκ ὀρθῶς " τροχοῦ γὰρ περιστείχοντος ἄλλοθʼ ἡτέρα ἁψὶς ὕπερθε γίγνετʼ ἄλλοθʼ ἡτέρα. "
因此,在不稳定的事物中寻找某种稳定的东西,是那些对事物没有正确思考的人的特征: “因为随着车轮的滚动,一会儿这一侧的轮辋在上方,一会儿另一侧在上方。 ”

词汇与语法注释

  1. 102fἕπεσθαι — 在 ὅ提 子句(102e.13)中,该不定式共享前面出现的无人称动词 `δεῖ`(102e.14)。因此被理解为 `οὕτω καὶ [δεῖ] ... ἕπεσθαι`(“同样也必须顺从地服从……”)。
  2. 102fοἱ μὴ δυνάμενοι — 与主句中的潜在希求法 `ἂν ... δύναιντο` 相呼应,起到了条件分词(相当于条件句的条件从句)的作用,意为“如果他们不能……”。
  3. 103aπεπαιδευμένων δʼ ἐστὶ καὶ σωφρόνων ἀνδρῶν — 属格的谓语性用法(表特征/本领的属格)。它以不定式 `εἶναι`(103a.1)和 `φυλάξαι`(103a.2)为实质主语,表示“是……的本领/特征”。
  4. 103cἐφʼ ᾧ τε — 表示限制或条件的关联连接词,伴随不定式(此处为 `διατελεῖν`),表示“在……的条件下”或“以……为前提”。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §4-5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:4-5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。