Humanitext Reader

プルタルコス · アポロニオスへの慰めの手紙 §36-37

死後の裁判とアポロニオスへの結びの勧告

18 / 18 箇所 · ギリシア語

要旨

プラトンが『ゴルギアス』などで描いた死後の裁判の神話を引きつつ、死とは魂と身体の分離に他ならないことを説明する。最後にアポロニオスに対し、亡き息子の冥福を祈りつつ、無益な悲しみを改めて元通りの健康な生活に戻るよう切に勧告する。

§36ὁ δὲ θεῖος Πλάτων πολλὰ μὲν ἐν τῷ Περὶ ψυχῆς περὶ τῆς ἀθανασίας αὐτῆς εἴρηκεν, οὐκ ὀλίγα δʼ ἐν τῇ Πολιτείᾳ καὶ τῷ Μένωνι καὶ τῷ Γοργίᾳ καὶ σποράδην ἐν τοῖς ἄλλοις διαλόγοις.
神聖なるプラトンは、『魂について』の中でその不滅について多くを語っており、『国家』や『メノン』、『ゴルギアス』の中、また他の対話篇のそこここでも少なくない箇所で語っている。
ἀλλὰ τὰ μὲν ἐν τῷ Περὶ ψυχῆς διαλόγῳ ῥηθέντα κατʼ ἰδίαν ὑπομνηματισάμενός σοι παρέξομαι, ὡς ἐβουλήθης·
しかし、『魂について』の対話篇で語られたことは、君が望んだように、私的に覚書にまとめて君に提供することにしよう。
ἔσται δὲ πρὸς τὸ παρὸν καίρια καὶ χρήσιμα τὰ λεχθέντα πρὸς Καλλικλέα τὸν Ἀθηναῖον, ἑταῖρον δὲ καὶ μαθητὴν Γοργίου τοῦ ῥήτορος φησὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι Σωκράτης, ἄκουε δή, φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσει, ὡς ἐγὼ οἶμαι, μῦθον, ἐγὼ δὲ λόγον·
今の時点では、弁論家ゴルギアスの友であり弟子であるアテナイ人カリクレスに対して語られた言葉が適時かつ有益であろう。 プラトンの対話篇に登場するソクラテスは次のように言っているからである。 「聞きなさい」彼らは言う。 「きわめて見事な話を。 君は(私が思うに)作り話と思うだろうが、私は真実の話と思うものを。
ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν.
私はこれから語ることを真実であるとして君に話すのだから。
ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς;
ホメロスが言うように、ゼウスとポセイドンとプルトンは、父から譲り受けたときに支配権を分割した。
παρέλαβον ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων καὶ ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτʼ ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως διελθόντα τὸν βίον καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δʼ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς δίκης τε καὶ τίσεως δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.
さて、人間に関する以下のような法律が、クロノスの時代にもあり、常に、そして今なお神々の間にある。 人間のうち、正しくかつ敬虔に生を送り終えた者は、死んだときに、祝福された者たちの島へと去り、あらゆる幸福の中で悪から遠ざかって暮らすが、不正に、かつ不敬に生きた者は、正義と報いの牢獄、すなわち人々がタルタロスと呼ぶ場所へと行く、というものである。
τούτων δʼ οἱ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες μέλλοιεν τελευτᾶν.
クロノスの時代、そしてゼウスが支配権を握って間もない頃まで、これらの裁判官たちは生きている者たちのために生きている裁判官であり、彼らが死ぬことになるまさにその日に裁判を行っていた。
ἔπειτα αἱ δίκαι πως οὐ καλῶς ἐκρίνοντο.
そのため、裁判はうまく判定されなかった。
ὃ τʼ οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφισιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι.
そこで、プルトンと、祝福された者たちの島から来た管理者たちが、ゼウスのもとへ行って、双方の場所に不当な人間がやって来ると言った。
εἶπεν οὖν ὁ Ζεὺς ἀλλʼ ἐγώ ἔφη παύσω τοῦτο γιγνόμενον.
そこで、ゼウスは言った。 『しかし、私はこれが行われるのをやめさせよう』と彼は言った。
νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται.
『今、裁判は悪く行われている。
ἀμπεχόμενοι γάρ ἔφη οἱ κρινόμενοι κρίνονται·
なぜなら、裁かれる者たちは衣服をまとって裁かれているからだ。
ζῶντες γὰρ κρίνονται.
というのも、彼らは生きている間に裁かれるのだ。
πολλοὶ οὖν ἴσως ἦ δʼ ὃς πονηρὰς ψυχὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν.
それゆえ、おそらく多くの者が』と彼は言った、『邪悪な魂を持ちながら、美しい身体や、家柄や、富をまとっており、裁判が行われるときには、彼らのために、彼らが正しく生きてきたと証言する者が多くやって来る。
οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν ὀφθαλμούς τε καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι.
そこで、裁判官たちは彼らに圧倒され、同時に彼ら自身も衣服をまとって裁判を行っている。 すなわち、自らの魂の前に、目や、耳や、身体全体を覆い隠しているのだ。
ταῦτα δὴ αὐτοῖς; πάντʼ ἐπίπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων.
これらのすべてが彼らにとって障害となる、すなわち、彼ら自身の衣服も、裁かれる者たちの衣服も。
πρῶτον μὲν οὖν παυστέον ἐστὶ προειδότας αὐτοὺς τὸν θάνατον·
したがって、まず第一に、彼らが自らの死をあらかじめ知るのをやめさせねばならない。
νῦν γὰρ προΐσασι.
なぜなら、今はあらかじめ知っているからだ。
τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ, ὅπως ἂν παύσῃ αὐτό.
このことは、彼(プロメテウス)がそれをやめさせるようにと、すでにプロメテウスに言われている。
ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων·
次に、彼らはこれらすべてのものを剥ぎ取られた裸の状態で裁かれねばならない。
τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι.
なぜなら、死んだ者として裁かれねばならないからだ。
καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον ἁπάντων τῶν συγγενῶν, καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ.
アンド、裁判官自身も裸であり、死んでいなければならない。 それぞれの者が死んだ直後に、その魂そのもので魂そのものを観察し、すべての親族から引き離され、地の上にあのすべての装飾を残した状態でなければならない。 そうしてこそ、裁判は公正なものとなる。
ἐγὼ οὖν ταῦτʼ ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς υἱεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δʼ ἐκ τῆς Εὐρώπης, Αἰακόν.
それゆえ、私はこれを知って、お前たちよりも先に、私自身の息子たちを裁判官とした。 アジアからは二名、ミノスとラダマンテュスであり、ヨーロッパからは一名、アイアコスである。
οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον.
したがって、彼らが死んだとき、彼らはあの草原、二つの道がそこから分岐する三叉路において裁判を行う。 一方は祝福された者たちの島へと通じ、他方はタルタロスへと通じる。
καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δʼ ἐκ τῆς Εὐρώπης Αἰακός Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνʼ ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις .
そして、アジアからの者はラダマンテュスが裁き、ヨーロッパからの者はアイアコスが裁く。 ミノスには、もし他の二人が判断に迷った場合に、追加で判定を下す特権を私は与えよう。 それは、人間たちの旅路についての判断が最も公正に行われるためである。
ταῦτʼ ἐστίν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι·
』カリクレスよ、これが私の聞いたことであり、真実であると信じていることだ。
καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν, ὅτι ὁ θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπʼ ἀλλήλοιν.
そして、これらの言葉から、私は次のような結論が導かれると考える。 死とは、私の思うに、他でもなく二つのもの、すなわち魂と身体が互いから分離することである、と。
§37ταῦτά σοι συναγαγών, Ἀπολλώνιε φίλτατε, καὶ συνθεὶς μετὰ πολλῆς ἐπιμελείας ἀπειργασάμην τὸν παραμυθητικόν σοι λόγον, ἀναγκαιότατον ὄντα σοι πρός;
」「愛するアポロニオスよ、私はこれらのものを君のために集め、多大なる注意をもって編集し、君への慰めの書を仕上げた。
τε τὴν τῆς παρούσης λύπης ἀπαλλαγὴν καὶ τοῦ πάντων ἀνιαροτάτου πένθους παῦλαν.
これは、君が現在の悲しみから解放され、すべての中で最も痛ましい喪に終止符を打つために、極めて必要なものである。
περιέχει δὲ καὶ τὴν πρὸς τὸν θεοφιλέστατον υἱόν σου Ἀπολλώνιον πρέπουσαν τιμήν, ποθεινοτάτην οὖσαν τοῖς ἀφιερωθεῖσι, τὴν διὰ τῆς ἀγαθῆς μνήμης καὶ τῆς ἀδιαλείπτου πρὸς τὸν ἀεὶ χρόνον εὐφημίας.
また、それは君の神に最も愛された息子アポロニオスへのふさわしい敬意を含んでおり、それは、良き記憶と永遠に続く絶えざる賛辞によって、神聖化された人々にとって最も望ましいものである。
καλῶς οὖν ποιήσεις καὶ τῷ λόγῳ πεισθεὶς καὶ τῷ μακαρίτῃ σου υἱῷ χαρισάμενος καὶ μεταβαλὼν ἐκ τῆς ἀνωφελοῦς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν κακώσεως καὶ καταφθορᾶς ἐπὶ τὴν συνήθη σοι καὶ κατὰ φύσιν διαγωγὴν ἐλθεῖν.
したがって、君がこの言葉に従い、君の亡き息子に報い、身体と魂に対する無益な虐待と破滅から、君にとって慣れ親しんだ、また自然にかなった生活へと戻ることは、良いことである。
ὡς γὰρ οὐδὲ συμβιῶν ἡμῖν ἡδέως ἑώρα κατηφεῖς ὄντας οὔτε σὲ οὔτε τὴν μητέρα, οὕτως οὐδὲ νῦν μετὰ θεῶν ὢν καὶ τούτοις συνεστιώμενος εὐαρεστήσειεν ἂν τῇ τοιαύτῃ ὑμῶν διαγωγῇ.
なぜなら、彼が我々とともに生きていたとき、君や母親がうつむいているのを見るのを好まなかったように、今や神々とともにあり、彼らと宴をともにしている彼が、君たちのそのような生活を喜ぶことはないからである。
ἀνδρὸς οὖν ἀγαθοῦ καὶ γενναίου καὶ φιλοτέκνου φρόνημα ἀναλαβὼν σεαυτόν τε καὶ τὴν μητέρα τοῦ νεανίσκου καὶ τοὺς συγγενεῖς καὶ φίλους ἔκλυσαι τῆς τοιαύτης κακοδαιμονίας, εἰς γαληνότερον μετελθὼν βίου σχῆμα καὶ προσφιλέστερον τῷ τε υἱῷ σου καὶ πᾶσιν ἡμῖν τοῖς κηδομένοις σου κατὰ τὸ προσῆκον.
それゆえ、善良で高潔で、我が子を愛する男の気概を取り戻し、君自身と、若者の母親と、親族や友人たちをこのような不幸から解放し、より穏やかで、君の息子にとっても、また君をふさわしく気にかけている我々すべてにとっても、より好ましい生のあり方へと移行しなさい。 」

語釈・文法注

  1. 15μῦθον, ἐγὼ δὲ λόγον — 動詞 ἡγήσει(ἡγέоμαι「思う」の2人称単数未来)の目的語。各名詞の前に不定詞 εἶναι が省略されており、「君はそれが作り話であると考え、私は真実の話であると考えるだろう」という意味をなす。
  2. 10ἦ δʼ ὃς — プラトンの対話篇などに頻出する「と彼は言った」という挿入表現。ἦ は ἠμί(言う)の3人称単数未完了過去であり、ὅς は関係代名詞の古い用法に基づく指示代名詞(「彼」)として機能している。
  3. 121cπαυστέον ἐστὶ προειδότας αὐτοὺς τὸν θάνατον — 非人称形容動詞 παυστέον(παύω「やめさせる」)が、対格(αὐτούς)と完了分詞(προειδότας「あらかじめ知る」)の組み合わせを従えている構造。直訳は「彼らがあらかじめ死を知っていることを、やめさせなければならない」となる。
  4. 121fκαλῶς οὖν ποιήσεις ... ἐλθεῖν — καλῶς ποιήσεις(「君はよくするだろう」、すなわち勧告表現の「〜するのがよい」)の構文。通常は分詞を伴うが(ここでは πεισθεῖς, χαρισάμενος, μεταβαλών)、最後のアオリスト不定詞 ἐλθεῖν(「戻ること」)とも結びついている。

この箇所を引用する

プルタルコス, アポロニオスへの慰めの手紙 §36-37. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:36-37

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。