§36ὁ δὲ θεῖος Πλάτων πολλὰ μὲν ἐν τῷ Περὶ ψυχῆς περὶ τῆς ἀθανασίας αὐτῆς εἴρηκεν, οὐκ ὀλίγα δʼ ἐν τῇ Πολιτείᾳ καὶ τῷ Μένωνι καὶ τῷ Γοργίᾳ καὶ σποράδην ἐν τοῖς ἄλλοις διαλόγοις.
而神圣的柏拉图在《论灵魂》中对灵魂的不朽进行了诸多论述,在《国家篇》、《美诺篇》、《哥尔吉亚篇》以及其他对话录的零星地方也有不少论及。
ἀλλὰ τὰ μὲν ἐν τῷ Περὶ ψυχῆς διαλόγῳ ῥηθέντα κατʼ ἰδίαν ὑπομνηματισάμενός σοι παρέξομαι, ὡς ἐβουλήθης· ἔσται δὲ πρὸς τὸ παρὸν καίρια καὶ χρήσιμα τὰ λεχθέντα πρὸς Καλλικλέα τὸν Ἀθηναῖον, ἑταῖρον δὲ καὶ μαθητὴν Γοργίου τοῦ ῥήτορος φησὶ γὰρ ὁ παρὰ τῷ Πλάτωνι Σωκράτης,
ἄκουε δή,
φασί, μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσει, ὡς ἐγὼ οἶμαι, μῦθον, ἐγὼ δὲ λόγον·
但是,正如你所希望的那样,我将私下把《论灵魂》中讨论过的内容整理成笔记提供给你;至于目前,对雅典人卡里克勒斯(他是修辞学家哥尔吉亚之友和弟子)所说的话将是适时且有益的。 因为在柏拉图对话录中的苏格拉底这样说道: “听好了,” 他们说,“一个非常美妙的故事,在我看来,你大概会认为这是神话,而我则认为是真实的故事。
ὡς ἀληθῆ γὰρ ὄντα σοι λέξω ἃ μέλλω λέγειν.
因为我将要告诉你的事情,我将作为真实的事情来讲述。
ὥσπερ γὰρ Ὅμηρος λέγει, διενείμαντο τὴν ἀρχὴν ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν καὶ ὁ Πλούτων, ἐπειδὴ παρὰ τοῦ πατρὸς;
正如荷马所说,宙斯、波塞冬和普路托在从父亲那里接管了统治权时,分割了它。
παρέλαβον ἦν οὖν νόμος ὅδε περὶ ἀνθρώπων καὶ ἐπὶ Κρόνου, καὶ ἀεὶ καὶ νῦν ἔτʼ ἔστιν ἐν θεοῖς, τῶν ἀνθρώπων τὸν μὲν δικαίως διελθόντα τὸν βίον καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δʼ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς δίκης τε καὶ τίσεως δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι.
因此,关于人类的这样一条法律,在克罗诺斯时代就存在,并且一直如此,且如今在神明之中依然存在:在人类之中,凡是公正且虔敬地度过一生的人,当他死去时,将前往福地之岛,远离灾祸,生活在彻底的幸福之中;而那些不义且不敬神的人,则前往公正和惩罚的牢狱,也就是人们所说的塔耳塔洛斯。
τούτων δʼ οἱ δικασταὶ ἐπὶ Κρόνου καὶ ἔτι νεωστὶ τοῦ Διὸς τὴν ἀρχὴν ἔχοντος ζῶντες ἦσαν ζώντων, ἐκείνῃ τῇ ἡμέρᾳ δικάζοντες μέλλοιεν τελευτᾶν.
在克罗诺斯时代,以及宙斯刚掌握统治权后不久,这些裁判官都是活人,审判活人,在他们即将死去的那一天进行审判。
ἔπειτα αἱ δίκαι πως οὐ καλῶς ἐκρίνοντο.
因此,审判往往不能得到公正的判决。
ὃ τʼ οὖν Πλούτων καὶ οἱ ἐπιμεληταὶ οἱ ἐκ μακάρων νήσων ἰόντες ἔλεγον πρὸς τὸν Δία ὅτι φοιτῷέν σφισιν ἄνθρωποι ἑκατέρωσε ἀνάξιοι.
于是,普路托和从福地之岛来的管理者们,去到宙斯那里说,不配的人正流向两边的去处。
εἶπεν οὖν ὁ Ζεὺς
ἀλλʼ ἐγώ
ἔφη
παύσω τοῦτο γιγνόμενον.
宙斯于是说: ‘但我,’ 他说,‘将阻止这件事情的发生。
νῦν μὲν γὰρ κακῶς αἱ δίκαι δικάζονται.
因为现在裁判被糟糕地进行着。
ἀμπεχόμενοι γάρ
ἔφη
οἱ κρινόμενοι κρίνονται· ζῶντες γὰρ κρίνονται.
因为,’他说,‘被审判的人是穿着衣服接受审判的,因为他们是在活着的时候接受审判的。
πολλοὶ οὖν ἴσως
ἦ δʼ ὃς
πονηρὰς ψυχὰς ἔχοντες ἠμφιεσμένοι εἰσὶ σώματά τε καλὰ καὶ γένη καὶ πλούτους, καὶ ἐπειδὰν ἡ κρίσις ᾖ, ἔρχονται αὐτοῖς πολλοὶ μαρτυρήσοντες ὡς δικαίως βεβιώκασιν.
因此,或许有许多人,’ 他说道,‘拥有邪恶的灵魂,却穿着美丽的身体、高贵的出身和财富,当审判进行时,会有许多人前来为他们作证,证明他们生活得很公正。
οἱ οὖν δικασταὶ ὑπό τε τούτων ἐκπλήττονται, καὶ ἅμα καὶ αὐτοὶ ἀμπεχόμενοι δικάζουσι, πρὸ τῆς ψυχῆς τῆς ἑαυτῶν ὀφθαλμούς τε καὶ ὦτα καὶ ὅλον τὸ σῶμα προκεκαλυμμένοι.
裁判官们因此被这些东西所震慑,同时他们自己也穿着衣服进行审判,将眼睛、耳朵和整个身体遮蔽在自己的灵魂之前。
ταῦτα δὴ αὐτοῖς; πάντʼ ἐπίπροσθεν γίγνεται, καὶ τὰ αὑτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων.
所有这些都成了他们的阻碍,无论是他们自己的衣服,还是被审判者的衣服。
πρῶτον μὲν οὖν παυστέον ἐστὶ προειδότας αὐτοὺς τὸν θάνατον· νῦν γὰρ προΐσασι.
因此,首先必须阻止他们预先知道自己的死亡;因为现在他们是预先知道的。
τοῦτο μὲν οὖν καὶ δὴ εἴρηται τῷ Προμηθεῖ, ὅπως ἂν παύσῃ αὐτό.
这件事已经对普罗米修斯说过,以便让他阻止它。
ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι.
接下来,必须剥去他们所有的这些东西来进行审判,因为他们必须在死后接受审判。
καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι, τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον ἁπάντων τῶν συγγενῶν, καὶ καταλιπόντα ἐπὶ τῆς γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ.
裁判官自己也必须是赤裸的、死去的,在每个人死后,立即用灵魂本身去观察灵魂本身,远离所有的亲属,并将所有的尘世装饰留在地上,这样审判才会是公正的。
ἐγὼ οὖν ταῦτʼ ἐγνωκὼς πρότερος ἢ ὑμεῖς ἐποιησάμην δικαστὰς υἱεῖς ἐμαυτοῦ, δύο μὲν ἐκ τῆς Ἀσίας, Μίνω τε καὶ Ῥαδάμανθυν, ἕνα δʼ ἐκ τῆς Εὐρώπης, Αἰακόν.
因此,我比你们先意识到了这一点,我已经立我自己的儿子为裁判官,两位来自亚洲,即米诺斯和拉达曼迪斯,一位来自欧洲,即埃阿科斯。
οὗτοι οὖν ἐπειδὰν τελευτήσωσι, δικάσουσιν ἐν τῷ λειμῶνι, ἐν τῇ τριόδῳ ἐξ ἧς φέρετον τὼ ὁδώ, ἡ μὲν εἰς μακάρων νήσους, ἡ δʼ εἰς Τάρταρον.
因此,当他们死去时,他们将在草地上、在两条道路分叉的三岔口进行审判,这两条路分别通往福地之岛和塔耳塔洛斯。
καὶ τοὺς μὲν ἐκ τῆς Ἀσίας Ῥαδάμανθυς κρινεῖ, τοὺς δʼ ἐκ τῆς Εὐρώπης Αἰακός Μίνῳ δὲ πρεσβεῖα δώσω ἐπιδιακρίνειν ἐὰν ἀπορῆτόν τι τὼ ἑτέρω, ἵνʼ ὡς δικαιοτάτη ἡ κρίσις ᾖ περὶ τῆς πορείας τοῖς ἀνθρώποις
.
来自亚洲的人由拉达曼迪斯审判,来自欧洲的人由埃阿科斯审判。 而对于米诺斯,我将给予他特权,如果另外两人遇到疑问,由他来进行最终判定,从而使关于人类旅途的审判最为公正。
ταῦτʼ ἐστίν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ εἶναι·
’ 卡里克勒斯啊,这就是我所听到的、并且相信是真实的事情。
καὶ ἐκ τούτων τῶν λόγων τοιόνδε τι λογίζομαι συμβαίνειν, ὅτι ὁ θάνατος τυγχάνει ὤν, ὡς ἐμοὶ δοκεῖ, οὐδὲν ἄλλο ἢ δυοῖν πραγμάτοιν διάλυσις, τῆς ψυχῆς καὶ τοῦ σώματος ἀπʼ ἀλλήλοιν.
从这些话中,我推导出了这样的结论:死亡,在我看来,不外乎是两件事物的分离,即灵魂和肉体彼此脱离。
§37ταῦτά σοι συναγαγών, Ἀπολλώνιε φίλτατε, καὶ συνθεὶς μετὰ πολλῆς ἐπιμελείας ἀπειργασάμην τὸν παραμυθητικόν σοι λόγον, ἀναγκαιότατον ὄντα σοι πρός; τε τὴν τῆς παρούσης λύπης ἀπαλλαγὴν καὶ τοῦ πάντων ἀνιαροτάτου πένθους παῦλαν.
” “我最亲爱的阿波罗纽斯啊,我为你收集并极为用心地整理了这些内容,完成了这篇给你的慰问辞,这对于你摆脱当前的悲伤,以及终结这所有人世间最痛苦的哀悼,都是极为必要的。
περιέχει δὲ καὶ τὴν πρὸς τὸν θεοφιλέστατον υἱόν σου Ἀπολλώνιον πρέπουσαν τιμήν, ποθεινοτάτην οὖσαν τοῖς ἀφιερωθεῖσι, τὴν διὰ τῆς ἀγαθῆς μνήμης καὶ τῆς ἀδιαλείπτου πρὸς τὸν ἀεὶ χρόνον εὐφημίας.
它也包含了对你那最受神明喜爱的儿子阿波罗纽斯的合适敬意,这对于逝者来说是最渴望的,即通过美好的记忆和对万世不懈的赞美。
καλῶς οὖν ποιήσεις καὶ τῷ λόγῳ πεισθεὶς καὶ τῷ μακαρίτῃ σου υἱῷ χαρισάμενος καὶ μεταβαλὼν ἐκ τῆς ἀνωφελοῦς περὶ τὸ σῶμα καὶ τὴν ψυχὴν κακώσεως καὶ καταφθορᾶς ἐπὶ τὴν συνήθη σοι καὶ κατὰ φύσιν διαγωγὴν ἐλθεῖν.
因此,如果你顺从这些话,取悦你那幸福的儿子,并从这种对身体和灵魂无益的折磨与摧残中转变过来,回到你所习惯的、且符合自然的生活中去,那将是非常好的。
ὡς γὰρ οὐδὲ συμβιῶν ἡμῖν ἡδέως ἑώρα κατηφεῖς ὄντας οὔτε σὲ οὔτε τὴν μητέρα, οὕτως οὐδὲ νῦν μετὰ θεῶν ὢν καὶ τούτοις συνεστιώμενος εὐαρεστήσειεν ἂν τῇ τοιαύτῃ ὑμῶν διαγωγῇ.
因为正如他与我们共同生活时,不愿看到我们(无论是你还是他的母亲)面带愁容一样,如今在神明之中并与他们同享宴席的他,也不会对你们这样的生活感到满意。
ἀνδρὸς οὖν ἀγαθοῦ καὶ γενναίου καὶ φιλοτέκνου φρόνημα ἀναλαβὼν σεαυτόν τε καὶ τὴν μητέρα τοῦ νεανίσκου καὶ τοὺς συγγενεῖς καὶ φίλους ἔκλυσαι τῆς τοιαύτης κακοδαιμονίας, εἰς γαληνότερον μετελθὼν βίου σχῆμα καὶ προσφιλέστερον τῷ τε υἱῷ σου καὶ πᾶσιν ἡμῖν τοῖς κηδομένοις σου κατὰ τὸ προσῆκον.
因此,请重拾一个善良、高贵且爱子的男子的气概,将你自己、年轻人的母亲、亲属和朋友们从这种不幸中解救出来,转入一种更为平静的、无论是对你的儿子还是对我们所有这些合乎情理地关怀着你的人来说都更讨人喜欢的生命状态。 ”