§33ἀποβλέπειν δὲ καὶ πρὸς τοὺς εὐγενῶς καὶ μεγαλοφρόνως τοὺς ἐπὶ τοῖς υἱοῖς γενομένους θανάτους καὶ πράως ὑποστάντας, Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημοσθένη τὸν Ἀθηναῖον καὶ Δίωνα τὸν Συρακόσιον καὶ τὸν βασιλέα Ἀντίγονον, καὶ συχνοὺς ἄλλους τῶν τε παλαιῶν καὶ τῶν καθʼ ἡμᾶς.
また、自らの息子たちに起こった死を、高潔かつ気高く、また穏やかに耐え忍んだ人々、すなわちクラゾメナイのアナクサゴラス、アテナイのデモステネス、シラクサのディオン、そしてアンティゴノス王、さらには古代および我々の時代の他の多くの人々にも目を向けるべきである。
τούτων γὰρ Ἀναξαγόραν παρειλήφαμεν, ὥς φασι, φυσιολογοῦντα καὶ διαλεγόμενον τοῖς γνωρίμοις, ἀκούσαντα παρά τινος τῶν ἀναγγειλάντων αὐτῷ τὴν περὶ τὸν υἱὸν τελευτήν, μικρὸν ἐπισχόντα πρὸς τοὺς παρόντας εἰπεῖν
ᾔδειν ὅτι θνητὸν ἐγέννησα τὸν υἱόν
.
これらの人々のうち、アナクサゴラスについては、彼が自然哲学を講じて知己たちと対話していたとき、息子の死を彼に告げた者のひとりからそれを聞き、少し間を置いてから、その場にいた人々に向かってこう言ったと伝えられている。 「私は、自分が死ぬべき運命の息子をもうけたのだと知っていた。
Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον, Πάραλόν τε καὶ Ξάνθιππον, ὥς φησι Πρωταγόρας εἰπεῖν οὕτως
τῶν γὰρ υἱέων νεηνιέων ἐόντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ τῇσι πάσῃσι ἡμέρῃσι ἀποθανόντων νηπενθέως ἀνέτλη·
」また、言論と知性における卓越した力量のゆえに「オリンポス神」と称されたペリクレスは、自分の二人の息子、パラロスとクサンティッポスがともに世を去ったことを知ったとき、プロタゴラスが言うには、次のように語った。 「というのも、若く美しかった息子たちが、わずか八日のうちに二人とも死んだとき、彼は悲しむことなく耐えた。
εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖσι πολλοῖσι δόξαν·
彼は心の平穏を保っていたからであり、それによって毎日、幸福と無痛、そして大衆の間での評判という、多くの恩恵を被ったのである。
πᾶς γάρ τίς μιν ὁρέων τὰ ἑωυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρήιον ἐδόκεε εἶναι καὶ ἑωυτοῦ κρέσσω, κάρτα εἰδὼς τὴν ἑωυτοῦ ἐν τοιοῖσδε πράγμασι ἀμηχανίην
τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν
βουλὰς τʼ ἐξάρχοντʼ ἀγαθὰς
πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους.
なぜなら、彼が自らの悲しみを力強く耐え忍んでいるのを見る者は誰もが、彼を気高く勇敢であり、自分自身よりも優れた者であると考えたからである。 その者自身は、このような事態における自らの無力さを非常によく知っていたからである。 」というのも、彼は二人の息子の訃報に接した直後であるにもかかわらず、先祖伝来の習わしに従って花冠を戴き、白い衣をまとって民衆に演説し、「良き計画を指導し」、アテナイ人たちを戦争へと鼓舞したからである。
Ξενοφῶντα δὲ τὸν Σωκρατικὸν θύοντά ποτε, παρὰ τῶν ἀγγέλων τῶν ἀπὸ τοῦ πολέμου πυθόμενον ὅτι ὁ υἱὸς αὐτοῦ Γρύλλος ἀγωνιζόμενος ἐτελεύτησε, περιελόμενον τὸν στέφανον ἐξετάζειν τίνα τρόπον ἐτελεύτησε.
また、ソクラテスの弟子クセノポンは、あるとき犠牲を捧げていたが、戦場からの使者たちから、彼の息子グリュロスが戦いの中で死んだと知らされたとき、冠を外して、どのように死んだのかを尋ねた。
τῶν δὲ ἀπαγγειλάντων ὅτι γενναίως ἀριστεύων καὶ πολλοὺς τῶν πολεμίων κατακτείνας, μικρὸν παντελῶς διασιωπήσαντα χρόνον καὶ τῷ λογισμῷ τὸ πάθος παρακατασχόντα, ἐπιθέμενον πάλιν τὸν στέφανον ἐπιτελεῖν τὴν θυσίαν, καὶ πρὸς τοὺς ἀγγέλους εἰπεῖν ὅτι
θεοῖς ηὐξάμην οὐκ ἀθάνατον οὐδὲ πολυχρόνιον γενέσθαι μοι τὸν υἱὸν τὸ γὰρ τοιοῦτον ἄδηλον εἰ συμφέρει, ἀγαθὸν δὲ καὶ φιλόπατριν, ὃ δὴ καὶ γέγονεν.
そして使者たちが、勇敢に武勲を立て、多くの敵を殺して死んだと告げると、極めて短い時間沈黙し、理性によって感情を抑え、再び冠を戴いて犠牲の儀式を執り行い、使者たちにこう言った。 「私は神々に、息子が不滅であることや長命であることを祈ったのではない。 そのようなことが有益であるかどうかは不明だからである。 そうではなく、彼が善良で愛国者であることを祈ったのであり、まさにその通りになったのだ。
Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι ὁ υἱὸς αὐτοῦ καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν.
」また、シラクサのディオンは、友人たちと会議をしていた際、家の中で騒ぎと大きな叫び声が起こり、その原因を尋ね、自分の息子が屋根から転落して死亡したという出来事を聞いたが、全く動じることなく、亡くなった息子の遺体を女性たちに引き渡してしかるべき埋葬を行うよう命じ、自分自身は討議していた事柄をそのまま続けた。
τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης, κατηγορεῖν αὐτοῦ δόξας, ταυτί.
このディオンを見習ったと、弁論家デモステネスについても言われている。 彼は唯一の愛娘を失ったが、彼女について、彼を非難するつもりで、アイスキネスは次のように述べている。
ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα ἀναλαβὼν ἐβουθύτει καὶ παρενόμει, τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας.
「娘が死んで七日目、喪に服して定められた儀礼を行う前に、彼は花冠を戴き、白い衣をまとって犠牲の牛を捧げ、掟に背いた。 哀れなことに、自分を初めて『お父さん』と呼んだ唯一の娘を失ったというのに。
οὗτος μὲν οὖν ῥητορικῶς προθέμενος αὐτοῦ κατηγορῆσαι ταῦτα διεξῆλθεν, ἀγνοῶν ὅτι διὰ τούτων αὐτὸν ἐπαινεῖ τὸ πενθεῖν παρωσάμενον καὶ τὸ φιλόπατρι πρὸ τῆς τῶν ἀναγκαίων συμπαθείας ἐπιδειξάμενον.
」このように、アイスキネスは彼を非難しようと弁論術的に意図してこれらのことを詳細に述べたのであるが、これらによって、デモステネスが喪を退け、身内の者への同情よりも愛国心を身をもって示したことを、自分が称賛しているのだということを知らなかったのである。
Ἀντίγονον δὲ τὸν βασιλέα πυθόμενον τὴν Ἀλκυονέως τοῦ υἱοῦ τελευτὴν ἐν παρατάξει γενομένην μεγαλοφρόνως τε πρὸς τοὺς ἀπαγγείλαντας αὐτῷ τὴν συμφορὰν ἀπιδεῖν καὶ μικρὸν ἐπισχόντα καὶ κατηφιάσαντα προσειπεῖν
ὦ Ἀλκυονεῦ, ὀψίτερον μετήλλαξας τὸν βίον, οὕτως ἀφειδῶς ἐξορμῶν πρὸς τοὺς πολεμίους καὶ οὔτε τῆς ἑαυτοῦ σωτηρίας οὔτε τῶν ἐμῶν παραινέσεων φροντίζων
Τούτους δὴ τοὺς ἄνδρας θαυμάζουσι μὲν τῆς μεγαλοφροσύνης πάντες καὶ ἄγανται, μιμεῖσθαι δʼ ἐπὶ τῶν ἔργων οὐ δύνανται διὰ τὴν ἐκ τῆς ἀπαιδευσίας ἀσθένειαν τῆς ψυχῆς.
また、アンティゴノス王は、息子のアルキオネウスが戦陣で死んだことを知らされたとき、その不幸を告げた使者たちを気高く見つめ、少し間を置いて目を伏せ、こう言った。 「ああ、アルキオネウスよ、お前は死ぬのが遅すぎた。 そのように無謀にも敵に立ち向かい、自身の安全も私の戒めも顧みなかったのだから。 」これらの人々を、誰もがその気高さのゆえに称賛し、憧れるが、教養の欠如による魂の脆弱さのゆえに、実際の行動において模倣することはできない。
πλὴν πολλῶν ὄντων παραδειγμάτων τῶν διὰ τῆς ἱστορίας ἡμῖν παραδιδομένων τῆς τε Ἑλληνικῆς καὶ τῆς Ῥωμαϊκῆς τῶν γενναίως καὶ καλῶς ἐν ταῖς τῶν ἀναγκαίων τελευταῖς διαγενομένων ἀποχρήσει τὰ εἰρημένα πρὸς τὴν ἀπόθεσιν τοῦ πάντων ἀνιαροτάτου πένθους καὶ τῆς ἐν τούτῳ πρὸς οὐδὲν χρήσιμον ματαιοπονίας.
しかし、ギリシアおよびローマの歴史を通じて我々に伝えられている、身内の死において高潔かつ見事に振る舞った人々の多くの例があるものの、最も苦痛に満ちた喪失の悲しみを捨て去り、何の役にも立たない悲嘆の無駄な骨折りを排するためには、これまでに述べられたことで十分である。