Humanitext Reader

プルタルコス · アポロニオスへの慰めの手紙 §30-32

大衆の死への非難と運命の受容

15 / 18 箇所 · ギリシア語

要旨

大衆が死を非難して生じる無益な嘆きに対し、若死にを含めたあらゆる死を必然的な運命として受け入れるべき教養を説き、ヘクトルの慰めなどを胸に、喪に暮れず余生を愉快に過ごすよう促す。

§30οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι νομίζουσι.
しかし、大衆はすべてを非難し、自分の期待に反して自分に起こったことすべてが、運命や神霊の嫌がらせによって生じたと考えている。
διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι.
それゆえ、彼らはあらゆる事柄について嘆き、うめき声を上げ、自分たちの不運を責める。
πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι " θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί " καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη.
彼らに対して、誰かが遮って次のように言うだろう。 「神はあなたにいかなる災いももたらさない、ただあなた自身があなた自身にとって(災いなのだ)。 」また、無教養による愚行と狂気も(災いをもたらす)。
διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον.
実に、この欺かれた誤った思い込みのゆえに、彼らはあらゆる死を非難するのである。
ἐὰν μὲν γὰρ ἐν ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες " δύσμορος, οὐδʼ ἄρα τῷ γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσιν " ἐὰν δʼ ἐπὶ τῆς οἰκείας πατρίδος παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος.
というのも、もしある人が外国にいるときに死ねば、彼らはこう付け加えて嘆くからである。 「不運な者よ、父親も、尊い母親も、彼の目を閉じてやることはないのだ。 」しかし、もし自分の祖国において親の目の前で死ねば、彼らの手からひったくられ、彼らに目の前での苦痛を残していったとして嘆き悲しむ。
ἐὰν δʼ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν " οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί μεμνῄμην " ἐὰν προσομιλήσας τι, τοῦτʼ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης.
もし声を失い、何についても何も告げずに死ねば、彼らは泣きながら言う。 「あなたは私に何の思慮深い言葉も語ってくれなかった、私が常に記憶にとどめるであろう言葉を。 」もし何かを語りかけていれば、彼らはこれを、あたかも悲しみの燃料であるかのように、常に手元に置く。
ἐὰν ταχέως, ὀδύρονται λέγοντες ἀνηρπάσθη.
もし急死であれば、彼らは「奪い去られた」と言って嘆く。
ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς ἀπέθανε.
もし長引いて死ねば、衰弱し、罰せられて死んだと言って非難する。
πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν.
あらゆる口実が、悲しみと嘆きを呼び起こすために十分である。
ταῦτα δʼ ἐκίνησαν οἱ ποιηταί, καὶ μάλιστα τούτων ὁ πρῶτος Ὅμηρος λέγων " ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων, νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε " καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, ἀλλʼ ὅρα τὸ ἑξῆς " μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι.
そして、詩人たちがこれらの感情をかき立てたのであり、彼らのうちでも特に、第一の詩人であるホメロスが次のように語っている。 「父親がわが子の骨を焼きながら嘆くように、新郎である子が死んで、哀れな両親を苦しめ、両親に言葉に表せない泣き言と悲しみをもたらしたときに。 」そして、これらについては、彼が正当に嘆いているかどうかはまだ明らかではない。 しかし、その後に続く言葉を見よ。
"
「多くの財産を持つ、一人っ子の最愛の息子(の死であった)。
§31τίς γὰρ οἶδεν, εἰ ὁ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀώρους;
」なぜなら、神が人類を父親のように気遣い、将来起こることを予見して、ある人々を若くして生からあらかじめ連れ去るのだと、誰が知ろうか。
ὅθεν οὐδὲν φευκτὸν νομιστέον αὐτοὺς πάσχειν "( δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς " οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων οὔτε τῶν κατʼ ἐπακολούθησιν) καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δʼ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δʼ ἀκμάζουσι.
それゆえ、彼らが被っていることは、何一つ避けるべきことではないと考えるべきである。 「なぜなら、死すべき者にとって必然的なことのうち、恐ろしいものは何もないからである」 ―― 一次的な理に従って起こることも、付随的に起こることも ――。 また、ほとんどの死は、他のより大きな困難に先立って起こるということ、そして、ある人々にとっては生まれないことさえ有益であり、他の人々にとっては生まれると同時に死ぬこと、さらに他の人々にとっては少し生きてから死ぬこと、また他の人々にとっては全盛期に死ぬことが有益であったということ。
πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δʼ ἐστὶν ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι·
実に、これらすべての死に対して、私たちはそれを軽く受け止めるべきである。 運命を逃れることはできないと知っているからである。 そして、教養ある人間のなすべきことは、生を奪われたように見える若死にした人々が、私たちよりほんの短い時間だけ先に行ったのだと心得ておくことである。
καὶ γὰρ ὁ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετʼ οὐ πολὺ τοῖς ὑπʼ αὐτῶν κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δʼ ἑαυτοὺς, καταικισάμενοι ταῖς κακουχίαις.
なぜなら、最も長い生涯であっても、無限の永遠に比べれば、短く、一瞬のものだからである。 また、過度に嘆き悲み、その苦痛によって自らを痛めつけた多くの人々が、間もなく、自分たちが泣き伏した人々の後を追ったのであり、彼らは喪から何の益も得られなかった。
βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδʼ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτʼ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδί " δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει, μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται " ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι " γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ "
人生における滞留の時間は極めて短いのだから、不毛な悲しみや、極めて不運な喪のうちで、苦痛や肉体への虐待によって自らを長引かせて損なうべきではない。 そうではなく、より良く、より人間にふさわしい方へと自らを変え、へつらいのために共に悲しみ悲しみをかき立てる人々ではなく、高潔で尊い慰めによって悲しみを取り去ってくれる人々に会うよう努め、熱心に求めるべきである。 そして、ヘクトルがアンドロマケを慰め返して次のように言ったホメロスのこの言葉に耳を傾け、心に留めること。 「気高い妻よ、私のために心の中で過度に悲しまないでほしい。 なぜなら、定められた運命を超えて、私をハデスへと送り去る者は誰もいないから。 運命から逃れた者は一人もいないと私は言うのだ、悪き者も良き者も、ひとたび生まれた以上は。 」そして、別の箇所で詩人は、この運命についてこう言っている。 「彼が生まれたとき、母親が彼を産んだときに、運命の糸を紡いで定めたのだ。
§32ταῦτα πρὸ διανοίας λαβόντες τῆς ἀπράκτου καὶ κενῆς ἀπαλλαγησόμεθα βαρυπενθείας, ὀλίγου δὴ παντάπασι τοῦ μεταξὺ χρόνου τῆς ζωῆς ὄντος.
」これらを心の前に置くことによって、私たちは無益で空虚な深い悲しみから解放されるだろう。 生の残された時間は、全体として実に短いのだから。
φειστέον οὖν, ὅπως εὔθυμόν τε καὶ ἀπαρενόχλητον τοῦτον ταῖς πενθικαῖς λύπαις διαγάγωμεν, τὰ τοῦ πένθους παράσημα μεθέμενοι καὶ τῆς τοῦ σώματος ἐπιμελείας φροντίσαντες καὶ τῆς τῶν συμβιούντων ἡμῖν σωτηρίας.
それゆえ、私たちは生を惜しみ、この時間を喪の悲しみによって妨げられることなく、愉快に過ごすように努めるべきである。 喪の印を脱ぎ捨て、肉体の手入れや、私たちと共に生きる人々の救済に配慮することによって。
καλὸν δὲ καὶ μεμνῆσθαι τῶν λόγων, οἷς κατὰ τὸ εἰκὸς ἐχρησάμεθά ποτε πρὸς συγγενεῖς ἢ φίλους ἐν ταῖς παραπλησίοις γενομένους συμφοραῖς, παραμυθούμενοι καὶ πείθοντες τὰ κοινὰ τοῦ βίου συμπτώματα κοινῶς φέρειν καὶ τὰ ἀνθρώπινα ἀνθρωπίνως, καὶ μὴ τοῖς μὲν ἄλλοις ἐπαρκεῖν πρὸς ἀλυπίαν δύνασθαι, ἑαυτοῖς δὲ μηδὲν ὄφελος εἶναι τὴν τούτων ὑπόμνησιν, διʼ ὧν δεῖ τὸ ἀλγοῦν τῆς ψυχῆς ἀποθεραπεύειν παιωνίοις λόγου φαρμάκοις, ὡς πάντων μᾶλλον ἢ ἀλυπίας ἀναβολὴν δεῖ ποιεῖσθαι.
また、私たちがかつて、同じような不幸に見舞われた親族や友人に、おそらく語ったであろう言葉を思い出すのも良いことである。 彼らを慰め、人生の共通の出来事を共通のものとして耐え、人間の事柄を人間にふさわしい態度で耐え忍ぶよう説得しながら。 そして、他の者たちに対しては悲しみから逃れるのを助けることができたのに、自分たち自身に対しては、これらのことを思い出すことが何の益にもならず、それによって魂の痛む部分を言葉という治療の薬で治療できない、などということがないように。 なぜなら、他の何よりも悲しみを退けることを遅らせてはならないからである。
καίτοι γε τὸν ἐν ὁτῳοῦν ἀμβολιεργὸν ἄταις φησὶ παλαίειν, τὸ κυκλούμενον τοῦτο παρὰ πᾶσιν ἔπος·
誰であれ、いかなる事柄においてであれ、「仕事を先延ばしにする者は、破滅と闘う」と、万人の間で流布しているこの言葉が言っている。
πολὺ δʼ οἶμαι μᾶλλον τὸν ὑπερτιθέμενον τὰ τῆς ψυχῆς ἀχθεινὰ πάθη καὶ δυσάντητα πρὸς τὸν ἐπιόντα χρόνον.
そして私は、魂の重く、耐えがたい情念を、来るべき時へと先延ばしにする者には、なおさらそのことが当てはまると考える。

語釈・文法注

  1. §30θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί — 主動詞(ἐστί または παρέχει)が省略された対句的表現。前半の οὐδὲν は πῆμα を修飾し、後半は αὐτὸς σὺ σοί [πῆμα εἶ / παρέχεις](「あなた自身があなた自身にとって災いである」)のように補って解釈される。
  2. ¦118a¦ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις — 文脈上(直後の ἀλλὰ τοῖς ἀφαιρουμένοις との対比)、定冠詞 τοῖς の後に否定の小辞 μὴ が欠落していると仮定するのが自然である。これにより、「へつらいのために悲しみをかき立てる人々[ではなく]、悲しみを取り去ってくれる人々に出会う」という強い対比構造として解釈される。
  3. ¦25¦φειστέον οὖν, ὅπως ... διαγάγωμεν — 動詞的形容詞 φειστέον(φείδομαι「惜しむ」由来)に導かれ、省略された属格の目的語(文脈から τοῦ χρόνου「時間を」)を補って解釈する。続く ὅπως 節は、接続法(または直説法未来)を伴って努力や目的(「〜するように図る、努める」)を表す副詞節である。
  4. ¦118d¦τὸν ἐν ὁτῳοῦν ἀμβολιεργὸν — τὸν ... ἀμβολιεργὸν は形容詞の実詞化で、「物事を引き延ばす者(先延ばしにする者)」を指す。これはヘシオドスの『仕事と日々』413行の有名な文句「仕事を先延ばしにする男は破滅と闘う」の引用を踏まえたもので、不定詞 παλαίειν(「闘う」)の意味上の主語として機能している。

この箇所を引用する

プルタルコス, アポロニオスへの慰めの手紙 §30-32. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:30-32

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。