§33ἀποβλέπειν δὲ καὶ πρὸς τοὺς εὐγενῶς καὶ μεγαλοφρόνως τοὺς ἐπὶ τοῖς υἱοῖς γενομένους θανάτους καὶ πράως ὑποστάντας, Ἀναξαγόραν τὸν Κλαζομένιον καὶ Δημοσθένη τὸν Ἀθηναῖον καὶ Δίωνα τὸν Συρακόσιον καὶ τὸν βασιλέα Ἀντίγονον, καὶ συχνοὺς ἄλλους τῶν τε παλαιῶν καὶ τῶν καθʼ ἡμᾶς.
此外,我们也应当看到那些高尚、气壮、温和地承受了发生在儿子身上的死亡的人,如克拉佐梅奈的阿那克萨哥拉、雅典的德摩斯梯尼、叙拉古的迪翁和安提柯国王,以及古代和我们时代的其他许多人。
τούτων γὰρ Ἀναξαγόραν παρειλήφαμεν, ὥς φασι, φυσιολογοῦντα καὶ διαλεγόμενον τοῖς γνωρίμοις, ἀκούσαντα παρά τινος τῶν ἀναγγειλάντων αὐτῷ τὴν περὶ τὸν υἱὸν τελευτήν, μικρὸν ἐπισχόντα πρὸς τοὺς παρόντας εἰπεῖν
ᾔδειν ὅτι θνητὸν ἐγέννησα τὸν υἱόν
.
在这些人中,我们得知阿那克萨哥拉,正如人们所说,当他正在探究自然并与熟人交谈时,听到向他报告儿子死讯的人中的一位,他稍作停顿,对在场的人说: “我知道我生了一个必死的儿子。
Περικλέα δὲ τὸν Ὀλύμπιον προσαγορευθέντα διὰ τὴν περὶ τὸν λόγον καὶ τὴν σύνεσιν ὑπερβεβλημένην δύναμιν, πυθόμενον ἀμφοτέρους αὐτοῦ τοὺς υἱοὺς μετηλλαχέναι τὸν βίον, Πάραλόν τε καὶ Ξάνθιππον, ὥς φησι Πρωταγόρας εἰπεῖν οὕτως
τῶν γὰρ υἱέων νεηνιέων ἐόντων καὶ καλῶν, ἐν ὀκτὼ δὲ τῇσι πάσῃσι ἡμέρῃσι ἀποθανόντων νηπενθέως ἀνέτλη· εὐδίης γὰρ εἴχετο, ἐξ ἧς πολλὸν ὤνητο κατὰ πᾶσαν ἡμέρην εἰς εὐποτμίην καὶ ἀνωδυνίην καὶ τὴν ἐν τοῖσι πολλοῖσι δόξαν·
” 而伯里克利,因其在言语和智力上超群的力量而被冠以“奥林匹斯神”的称号,当他得知自己的两个儿子帕拉洛斯和克桑提波斯都已离世时,正如普罗泰戈拉所说,他是这样说的: “因为当他的儿子们既年轻又俊美,且在整整八天之内相继死去时,他毫无悲伤地承受了;因为他保持了心境的平静,并因此在每天都获得了许多益处,走向好运、无痛以及在大众中的名望。
πᾶς γάρ τίς μιν ὁρέων τὰ ἑωυτοῦ πένθεα ἐρρωμένως φέροντα, μεγαλόφρονά τε καὶ ἀνδρήιον ἐδόκεε εἶναι καὶ ἑωυτοῦ κρέσσω, κάρτα εἰδὼς τὴν ἑωυτοῦ ἐν τοιοῖσδε πράγμασι ἀμηχανίην
τοῦτον γὰρ εὐθὺς μετὰ τὴν προσαγγελίαν ἀμφοτέρων τῶν υἱέων οὐδὲν ἧττον ἐστεφανωμένον κατὰ τὸ πάτριον ἔθος καὶ λευχειμονοῦντα δημηγορεῖν
βουλὰς τʼ ἐξάρχοντʼ ἀγαθὰς
πρός τε τὸν πόλεμον ἐπιπαρορμῶντα τοὺς Ἀθηναίους.
因为每个人看到他坚强地承受自己的悲伤,都认为他是气度不凡、英勇无畏且优于他们自己的,因为他们深知自己在面对此类事情时的无能为力。 ” 因为确实在接到两个儿子死讯的报告后,他仍然毫无减少地按照祖先的习俗戴上花冠、身着白衣进行演说, “引导良好的建言,” 并鼓舞雅典人投身战争。
Ξενοφῶντα δὲ τὸν Σωκρατικὸν θύοντά ποτε, παρὰ τῶν ἀγγέλων τῶν ἀπὸ τοῦ πολέμου πυθόμενον ὅτι ὁ υἱὸς αὐτοῦ Γρύλλος ἀγωνιζόμενος ἐτελεύτησε, περιελόμενον τὸν στέφανον ἐξετάζειν τίνα τρόπον ἐτελεύτησε.
而苏格拉底的弟子色诺芬有一次在献祭时,从战场来的使者那里得知他的儿子格里洛斯在战斗中牺牲了,他摘下花冠,询问他是以何种方式死去的。
τῶν δὲ ἀπαγγειλάντων ὅτι γενναίως ἀριστεύων καὶ πολλοὺς τῶν πολεμίων κατακτείνας, μικρὸν παντελῶς διασιωπήσαντα χρόνον καὶ τῷ λογισμῷ τὸ πάθος παρακατασχόντα, ἐπιθέμενον πάλιν τὸν στέφανον ἐπιτελεῖν τὴν θυσίαν, καὶ πρὸς τοὺς ἀγγέλους εἰπεῖν ὅτι
θεοῖς ηὐξάμην οὐκ ἀθάνατον οὐδὲ πολυχρόνιον γενέσθαι μοι τὸν υἱὸν τὸ γὰρ τοιοῦτον ἄδηλον εἰ συμφέρει, ἀγαθὸν δὲ καὶ φιλόπατριν, ὃ δὴ καὶ γέγονεν.
当使者们报告说他英勇地立下战功、杀死了许多敌人而死时,他沉默了极短的时间,用理性控制住了感情,重新戴上花冠完成献祭,并对使者们说: “我曾向神明祈求,不求我的儿子成为不朽或长寿——因为这样一件事是否有益尚不明确——而是要善良和热爱祖国,而这确实已经实现了。
Δίωνα δὲ τὸν Συρακόσιον συνεδρεύοντα μετὰ τῶν φίλων, κατὰ τὴν οἰκίαν θορύβου γενομένου καὶ μεγάλης κραυγῆς, πυθόμενον τὴν αἰτίαν καὶ τὸ συμβεβηκὸς ἀκούσαντα ὅτι ὁ υἱὸς αὐτοῦ καταπεσὼν ἀπὸ τοῦ στέγους ἐτελεύτησεν, οὐδὲν ἐκπλαγέντα τὸ μὲν σωμάτιον κελεῦσαι τοῦ μεταλλάξαντος ταῖς γυναιξὶ παραδοῦναι πρὸς τὴν νόμιμον ταφήν, αὐτὸν δὲ περὶ ὧν διεσκέπτετο μὴ παραλιπεῖν.
” 而叙拉古的迪翁与朋友们开会时,家中发生了骚乱和巨大的叫喊声,他询问原因并听闻了所发生的事,得知他的儿子从屋顶坠下而死,他一点也没有惊慌,命令将死者的遗体交给妇女们进行合乎礼俗的葬礼,而他自己则没有放弃正在讨论的事。
τοῦτον ζηλῶσαι λέγεται καὶ Δημοσθένην τὸν ῥήτορα, τὴν μόνην καὶ ἀγαπητὴν ἀπολέσαντα θυγατέρα, περὶ ἧς φησιν Αἰσχίνης, κατηγορεῖν αὐτοῦ δόξας, ταυτί. ἑβδόμην δʼ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας, πρὶν πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι, στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα ἀναλαβὼν ἐβουθύτει καὶ παρενόμει, τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσας.
据说演说家德摩斯梯尼也效法了他,他失去了唯一的爱女,关于她,埃斯基内斯以为是在指责他,说了这样的话: “在他的女儿死后的第七天,在他哀悼并履行法定仪式之前,他戴上花冠,换上白衣,献祭了公牛并违背了法律,尽管他这个可怜的人失去了那唯一且第一个叫他父亲的女儿。
οὗτος μὲν οὖν ῥητορικῶς προθέμενος αὐτοῦ κατηγορῆσαι ταῦτα διεξῆλθεν, ἀγνοῶν ὅτι διὰ τούτων αὐτὸν ἐπαινεῖ τὸ πενθεῖν παρωσάμενον καὶ τὸ φιλόπατρι πρὸ τῆς τῶν ἀναγκαίων συμπαθείας ἐπιδειξάμενον.
” 因此,这个人出于修辞的目的企图指责他,详述了这些,却不知道通过这些,他反而在赞扬他推开了丧恸,并展示了爱国心先于对亲属的同情。
Ἀντίγονον δὲ τὸν βασιλέα πυθόμενον τὴν Ἀλκυονέως τοῦ υἱοῦ τελευτὴν ἐν παρατάξει γενομένην μεγαλοφρόνως τε πρὸς τοὺς ἀπαγγείλαντας αὐτῷ τὴν συμφορὰν ἀπιδεῖν καὶ μικρὸν ἐπισχόντα καὶ κατηφιάσαντα προσειπεῖν
ὦ Ἀλκυονεῦ, ὀψίτερον μετήλλαξας τὸν βίον, οὕτως ἀφειδῶς ἐξορμῶν πρὸς τοὺς πολεμίους καὶ οὔτε τῆς ἑαυτοῦ σωτηρίας οὔτε τῶν ἐμῶν παραινέσεων φροντίζων
Τούτους δὴ τοὺς ἄνδρας θαυμάζουσι μὲν τῆς μεγαλοφροσύνης πάντες καὶ ἄγανται, μιμεῖσθαι δʼ ἐπὶ τῶν ἔργων οὐ δύνανται διὰ τὴν ἐκ τῆς ἀπαιδευσίας ἀσθένειαν τῆς ψυχῆς.
而安提柯国王得知儿子阿尔基奥纽斯在战阵中牺牲,他气宇轩昂地看着向他报告不幸的使者,稍作停顿,垂下眼睛,说道: “阿尔基奥纽斯啊,你离世太晚了,因为你如此毫无保留地冲向敌人,既不顾及自己的安全,也不考虑我的劝诫。 ” 对于这些男子的气度,所有人确实都感到赞叹和钦佩,但由于缺乏教养导致灵魂的软弱,他们无法在实际行动中模仿他们。
πλὴν πολλῶν ὄντων παραδειγμάτων τῶν διὰ τῆς ἱστορίας ἡμῖν παραδιδομένων τῆς τε Ἑλληνικῆς καὶ τῆς Ῥωμαϊκῆς τῶν γενναίως καὶ καλῶς ἐν ταῖς τῶν ἀναγκαίων τελευταῖς διαγενομένων ἀποχρήσει τὰ εἰρημένα πρὸς τὴν ἀπόθεσιν τοῦ πάντων ἀνιαροτάτου πένθους καὶ τῆς ἐν τούτῳ πρὸς οὐδὲν χρήσιμον ματαιοπονίας.
除去在历史中,无论是希腊的还是罗马的,向我们传授的许多关于在亲属死亡中表现得高尚且体面的人的例子之外,为了放下面对所有人来说最痛苦的丧恸,以及避免在这之中毫无用处的徒劳折磨,已经说过的这些话就足够了。