§30οἱ δὲ πολλοὶ πάντα καταμέμφονται καὶ πάντα τὰ παρὰ τὰς ἐλπίδας αὐτοῖς συμβεβηκότα ἐξ ἐπηρείας τύχης καὶ δαιμόνων γενέσθαι νομίζουσι.
然而,大众责怪一切,并认为所有违背他们期望而发生的事情,都是由于命运和神灵的恶意所致。
διὸ καὶ ἐπὶ πᾶσιν ὀδύρονται, στένοντες καὶ τὴν ἑαυτῶν ἀτυχίαν αἰτιώμενοι.
因此,他们对一切事情都感到哀伤,叹息并指责他们自己的不幸。
πρὸς οὓς ὑποτυχὼν ἄν τις εἴποι
"
θεὸς δέ σοι πῆμʼ οὐδὲν ἀλλʼ αὐτὸς σὺ σοί
"
καὶ ἡ διὰ τὴν ἀπαιδευσίαν ἄνοια καὶ παραφροσύνη.
对此,有人可能会插话说: “神明并未给你带来任何灾祸,而是你自己给自己(带来了灾祸)。 ” 还有那由于缺乏教养而产生的愚蠢与狂妄。
διὰ ταύτην γοῦν τὴν διηπατημένην καὶ ψευδῆ δόξαν πάντα καταμέμφονται θάνατον.
正是因为这种受骗且虚假的观念,他们责怪每一种死亡。
ἐὰν μὲν γὰρ ἐν ἀποδημίᾳ τις ὢν ἀποθάνῃ, στένουσιν ἐπιλέγοντες
"
δύσμορος, οὐδʼ ἄρα τῷ γε πατὴρ καὶ πότνια
μήτηρ
ὄσσε καθαιρήσουσιν
"
ἐὰν δʼ ἐπὶ τῆς οἰκείας πατρίδος παρόντων τῶν γονέων, ὀδύρονται ὡς ἐξαρπασθέντος ἐκ τῶν χειρῶν καὶ τὴν ἐν ὀφθαλμοῖς ὀδύνην αὐτοῖς ἀφέντος.
因为如果有人在异乡死去,他们就会叹息着补充道: “不幸的人啊,他的父亲和尊贵的主母母亲,终究无法为他合上双眼。 ” 但如果他是在自己的祖国、在父母面前死去,他们就会哀悼,仿佛他被从他们的手中夺走,给他们留下了眼前的痛苦。
ἐὰν δʼ ἄφωνος μηδὲν προσειπὼν περὶ μηδενός, κλαίοντες λέγουσιν
"
οὐδέ τί μοι εἶπας πυκινὸν ἔπος, οὗ τέ κεν αἰεί
μεμνῄμην
"
ἐὰν προσομιλήσας τι, τοῦτʼ ἀεὶ πρόχειρον ἔχουσιν ὥσπερ ὑπέκκαυμα τῆς λύπης.
如果他沉默不语,未就任何事情留下片言只语,他们就会哭着说: “你没有对我说过一句深思熟虑的话,那将是我永远铭记在心的。 ” 如果他确实与他们交谈过,他们就总是把这当作悲伤的燃料储备起来。
ἐὰν ταχέως, ὀδύρονται λέγοντες
ἀνηρπάσθη.
如果他死得突然,他们就哀悼说:“他被夺走了。
ἐὰν μακρῶς, μέμφονται ὅτι καταφθινήσας καὶ τιμωρηθεὶς ἀπέθανε.
”如果他死得缓慢,他们就责怪他是在消瘦和受罚中死去的。
πᾶσα πρόφασις ἱκανὴ πρὸς τὸ τὰς λύπας καὶ τοὺς θρήνους συνεγείρειν.
任何借口都足以唤起悲伤和哀号。
ταῦτα δʼ ἐκίνησαν οἱ ποιηταί, καὶ μάλιστα τούτων ὁ πρῶτος Ὅμηρος λέγων
"
ὡς δὲ πατὴρ οὗ παιδὸς ὀδύρεται ὀστέα καίων,
νυμφίου, ὅς τε θανὼν δειλοὺς ἀκάχησε τοκῆας
ἄρρητον δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκε
"
καὶ ταῦτα μὲν οὔπω δῆλον εἰ δικαίως ὀδύρεται, ἀλλʼ ὅρα τὸ ἑξῆς
"
μοῦνος τηλύγετος πολλοῖσιν ἐπὶ κτεάτεσσι. "
而诗人们煽动了这些情感,特别是他们之中的第一人荷马,他说道: “正如父亲火化儿子的骨殖时那样哀悼,那新郎儿子死去,令不幸的父母悲伤,给父母带来了无法言说的哀恸与忧伤。 ” 至于这些,他是否哀悼得理所当然,尚不清楚,但且看接下来的诗句: “唯一的、晚生的儿子,守着庞大的家产。
§31τίς γὰρ οἶδεν, εἰ ὁ θεὸς πατρικῶς κηδόμενος τοῦ ἀνθρωπείου γένους καὶ προορώμενος τὰ μέλλοντα συμβήσεσθαι προεξάγει τινὰς ἐκ τοῦ ζῆν ἀώρους;
” 因为谁知道呢,神是否像父亲一样关怀着人类,并预见到未来将要发生的事情,从而将一些人提早从生命中领走,使他们免于早夭的痛苦?
ὅθεν οὐδὲν φευκτὸν νομιστέον αὐτοὺς πάσχειν
"(
δεινὸν γὰρ οὐδὲν τῶν ἀναγκαίων βροτοῖς
"
οὔτε τῶν κατὰ προηγούμενον λόγον συμβαινόντων οὔτε τῶν κατʼ ἐπακολούθησιν) καὶ ὅτι οἱ πλεῖστοι θάνατοι πρὸ ἄλλων δυσχερῶν μειζόνων γίγνονται, καὶ ὅτι τοῖς μὲν οὐδὲ γενέσθαι συνέφερε, τοῖς δʼ ἅμα τῷ γενέσθαι ἀποθανεῖν, τοῖς δὲ προελθοῦσιν ἐπὶ μικρὸν τοῖς δʼ ἀκμάζουσι.
因此,不应认为他们遭受了任何需要逃避的事情: “因为凡人所必需的事情中,没有什么事是可怕的” ——无论是在首要的理性指导下发生的,还是作为随之而来的结果而发生的——,并且大多数死亡都发生在他更大的困难之前。 而且,对于某些人来说,甚至不出生才是有益的;而对另一些人来说,一出生就死去;对另一些人来说,稍微活了一会儿;对另一些人来说,在盛年死去。
πρὸς πάντας δὴ τούτους τοὺς θανάτους ἐλαφρῶς ἑκτέον, εἰδότας ὅτι τὴν μοῖραν οὐκ ἔστιν ἐκφυγεῖν πεπαιδευμένων δʼ ἐστὶν ἀνθρώπων προσειληφέναι ὅτι βραχὺν χρόνον προειλήφασιν ἡμᾶς οἱ δοκοῦντες ἄωροι τοῦ ζῆν ἐστερῆσθαι·
对于所有这些死亡,我们应当轻松地对待,因为我们知道,运命是无法逃避的。 而有教养的人的本分是,应当预先明白,那些看似被提早剥夺了生命的人,不过是比我们早走了一小段路。
καὶ γὰρ ὁ μακρότατος βίος ὀλίγος ἐστὶ καὶ στιγμαῖος πρὸς τὸν ἄπειρον αἰῶνα καὶ ὅτι πολλοὶ τῶν ἐπὶ πλέον πενθησάντων μετʼ οὐ πολὺ τοῖς ὑπʼ αὐτῶν κατοδυρθεῖσιν ἐπηκολούθησαν, οὐδὲν ἐκ τοῦ πένθους ὄφελος περιποιησάμενοι, μάτην δʼ ἑαυτοὺς, καταικισάμενοι ταῖς κακουχίαις.
因为即使是最漫长的生命,与无穷的永恒相比,也是短暂而转瞬即逝的;并且,许多过度哀悼的人,没过多久也追随了那些被他们痛哭的人而去,他们没有从哀悼中获得任何益处,只是徒劳地用困境折磨自己。
βραχυτάτου δὲ τοῦ τῆς ἐπιδημίας ὄντος ἐν τῷ βίῳ χρόνου, οὐκ ἐν ταῖς αὐχμηραῖς λύπαις οὐδʼ ἐν τῷ κακοδαιμονεστάτῳ πένθει διαφθείρειν ἑαυτοὺς δεῖ ταῖς ὀδύναις καὶ ταῖς τοῦ σώματος αἰκίαις παρατεινομένους, ἀλλὰ μεταβάλλειν ἐπὶ τὸ κρεῖσσον καὶ ἀνθρωπικώτερον, πειρωμένους καὶ σπουδάζοντας ἐντυγχάνειν ἀνδράσι τοῖς συλλυπουμένοις καὶ διεγείρουσι τὰ πένθη διὰ κολακείαν, ἀλλὰ τοῖς ἀφαιρουμένοις τὰς λύπας διὰ τῆς γενναίας καὶ σεμνῆς παρηγορίας, ἐπακούοντας καὶ ἔχοντας ἐν νῷ τὸ Ὁμηρικὸν τοῦτʼ ἔπος, ὅπερ ὁ Ἕκτωρ πρὸς τὴν Ἀνδρομάχην ἀντιπαρηγορῶν αὐτὴν εἶπεν ὡδί
"
δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ
οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄιδι προϊάψει,
μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι
ἀνδρῶν,
οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα
γένηται
"
ταύτην δὲ τὴν μοῖραν ἐν ἄλλοις ὁ ποιητής φησι
"
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ
"
既然在尘世寄居的时间极其短暂,我们就不应在干瘪的悲伤或最悲惨的哀悼中毁灭自己,因痛苦和肉体的折磨而虚度光阴,而应转向更好、更具人性光辉的方式,尝试并渴望去会见那些不是因为谄媚而附和我们的悲伤、激起我们的哀恸的人,而是那些通过高尚而庄重的安慰来消除我们悲伤的人。 我们要听从并记住荷马的这句诗,这是赫克托耳对安德洛玛刻进行反安慰时所说的话: “高贵的妻子,请不要在心中为我过度悲伤。 因为没有哪个人能违背命运将我送入哈得斯的怀抱,我敢说,凡人之中,一旦出生,无论是懦夫还是勇士,没有一个人能逃脱命运。 ” 而这种命运,诗人在其他诗句中也说道: “在他出生时,当母亲生下他时,命运的线便已织就。
§32ταῦτα πρὸ διανοίας λαβόντες τῆς ἀπράκτου καὶ κενῆς ἀπαλλαγησόμεθα βαρυπενθείας, ὀλίγου δὴ παντάπασι τοῦ μεταξὺ χρόνου τῆς ζωῆς ὄντος.
” 把这些想法放在心上,我们将摆脱无益而空虚的沉痛哀伤,因为生命的残余时间确实是完全短暂的。
φειστέον οὖν, ὅπως εὔθυμόν τε καὶ ἀπαρενόχλητον τοῦτον ταῖς πενθικαῖς λύπαις διαγάγωμεν, τὰ τοῦ πένθους παράσημα μεθέμενοι καὶ τῆς τοῦ σώματος ἐπιμελείας φροντίσαντες καὶ τῆς τῶν συμβιούντων ἡμῖν σωτηρίας.
因此,我们应当珍惜它,以便我们能够愉快且不受丧恸悲伤干扰地度过这段时光,脱去丧服,并关照身体的调理以及与我们共同生活的人的安全。
καλὸν δὲ καὶ μεμνῆσθαι τῶν λόγων, οἷς κατὰ τὸ εἰκὸς ἐχρησάμεθά ποτε πρὸς συγγενεῖς ἢ φίλους ἐν ταῖς παραπλησίοις γενομένους συμφοραῖς, παραμυθούμενοι καὶ πείθοντες τὰ κοινὰ τοῦ βίου συμπτώματα κοινῶς φέρειν καὶ τὰ ἀνθρώπινα ἀνθρωπίνως, καὶ μὴ τοῖς μὲν ἄλλοις ἐπαρκεῖν πρὸς ἀλυπίαν δύνασθαι, ἑαυτοῖς δὲ μηδὲν ὄφελος εἶναι τὴν τούτων ὑπόμνησιν, διʼ ὧν δεῖ τὸ ἀλγοῦν τῆς ψυχῆς ἀποθεραπεύειν
παιωνίοις λόγου φαρμάκοις,
ὡς πάντων μᾶλλον ἢ ἀλυπίας ἀναβολὴν δεῖ ποιεῖσθαι.
此外,记住我们曾经在亲属或朋友遭遇类似不幸时,根据常理对他们说过的话也是好的,宽慰并说服他们以平常的心态承受人生中共同的遭遇,以人性的方式承受人类的事物,不要在有能力帮助他人免于悲伤的同时,这些道理的提醒对我们自己却毫无益处,而我们本应通过这些话语,用言辞这一医治的药石来治疗灵魂的伤痛,因为我们延迟做任何事,也不应延迟消除悲伤。
καίτοι γε τὸν ἐν ὁτῳοῦν
ἀμβολιεργὸν ἄταις
φησὶ
παλαίειν,
τὸ κυκλούμενον τοῦτο παρὰ πᾶσιν ἔπος· πολὺ δʼ οἶμαι μᾶλλον τὸν ὑπερτιθέμενον τὰ τῆς ψυχῆς ἀχθεινὰ πάθη καὶ δυσάντητα πρὸς τὸν ἐπιόντα χρόνον.
然而,那些在任何事情上 “拖延工作的人正在与毁灭搏斗,” 这句在所有人之间流传的俗语如是说;而我认为,对于那些将灵魂沉重且难以治愈的痛苦推迟到未来时间的人来说,更是如此。