§24δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν.
したがって、いわゆる時ならぬ死というものも、これらの理由、および前にすでに述べられたことによって、十分に慰められうるものであることは明らかである。
μεῖον γὰρ ὄντως ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτʼ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣν ἐθρήνει.
実際、トロイロスが流した涙はプリアモスよりも少なかったし、もしプリアモス自身が、自分の王国と彼が後に嘆き悲しむことになるあれほどの大いなる幸運が、まだ絶頂にあるうちに先立って死んでいたならば、(彼が流したであろう涙もより少なかったであろう)。
οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν
"
ἀλλʼ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς
Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς
Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς;
たとえば、彼が自分の息子ヘクトルに、アキレウスとの戦いから退くよう勧めながら語った言葉は、以下のようなものである。 その中で彼は言っている、 "いや、城壁の中に入っておくだおれ、我が子よ。 トロイアの男たちと女たちを救い、ペーレウスの子に大いなる栄光を与え、自らは愛する命を奪われることのないように。
πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον,
δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος
οὐδῷ
αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλʼ ἐπιδόντα,
υἷάς τʼ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας,
καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα
βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι,
ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
さらに、哀れなこの私を、まだ物心の確かなうちに憐れんでおくれ、不幸な私を。 父なるクロノスの子が、老いの敷居の上で、苛烈な運命のもとで滅ぼそうとしている。 多くの災いを目にした後に。 滅ぼされる息子たち、拉致される娘たち、略奪される寝室、幼い子供たちが、凄惨な戦闘の中で、地面に叩きつけられ、アカイア人の破滅的な手によって若き妻たちが連れ去られるのを。
αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι
ὠμησταὶ ἐρύωσιν, ἐπεὶ κέ τις ὀξέι χαλκῷ
τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται.
そして最後に私自身を、玄関の扉の前で、生肉を食らう犬どもが引き裂くであろう。 誰かが鋭い青銅の打撃か投擲によって、私の四肢から魂を奪い去った後に。
ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον
αἰδῶ τʼ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος,
τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
しかし、犬どもが白髪の頭と白い髭、そして殺された老人の陰部を辱める時、これこそ、哀れな人間たちにとって、最も痛ましいことなのだ。
ἦ ῥʼ ὁ γέρων πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο
χερσί,
τίλλων ἐκ κεφαλῆς, οὐδʼ Ἕκτορι θυμὸν ἔπειθεν.
"そう語ると、老人は両手で白髪を引きむしり、頭から抜き取ったが、ヘクトルの心を説得することはできなかった。
"
Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν.
したがって、これらのことについてあなたには極めて多くの例があるのだから、死が、少なからぬ人々を、もし生きながらえていたならば間違いなく経験したであろう大きくて苛烈な災いから解放するものであるということを、心に留めなさい。
ἃ φειδόμενος τῆς τοῦ λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι.
私は、議論の調和を重んじてそれらの例を省略し、すでに述べられたことで満足することにした。 それは、自然かつ適度な限界を超えて、無益な嘆きや卑しい哀悼へと逸れてはならないということを示すためである。
§25τὸ γὰρ μὴ διʼ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δʼ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον.
なぜなら、自分自身のせいではなく不幸に見舞われるということは、クラントルによれば不運に対する少なからぬ慰めであるというが、私なら、それこそ悲しみをなくす最大の良薬であると言いたい。
τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλʼ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δʼ ἐστὶ τοῖς ἀφῃρημένοις ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή.
また、亡くなった者を愛し慈しむことは、自分自身を悲しませることの中にあるのではなく、愛する者を益することの中にある。 そして、去っていった者たちに対する利益とは、善き追悼を通じた敬意である。
οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλʼ ὕμνων καὶ παιάνων, οὐδὲ πένθους ἀλλὰ μνήμης;
なぜなら、いかなる善人も、哀悼ではなく賛歌やパイアンに値し、喪に服することではなく栄えある追悼に値し、苦痛に満ちた涙ではなく、毎年の捧げ物に値するからである。
εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλʼ ἐτείων ἀπαρχῶν, εἴ γʼ ὁ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον, ὃν ἔδωκεν ἡμῖν ἡ φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθʼ ἕκαστον ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους.
もし実際、世を去った者が、肉体への奉仕や、これらの容赦なき心労や災いから解放されて、何かより神聖な生を分かち持っているのだとすれば。 これらは、自らに割り当てられた命の生涯を満了するまで、死すべき運命の生を授かった者たちが耐え忍ばねばならないものである。 自然はこの生涯を、永遠に続く時間として我々に与えたのではなく、運命の法則に従って分配された分を、各人に割り当てたのである。