Humanitext Reader

普鲁塔克 · 致阿波罗尼乌斯慰问信 §24-25

普里阿摩斯的悲剧与哀悼的中庸

第 12 段,共 18 段 · 希腊语

内容简介

引用特洛伊战争中普里阿摩斯国王的悲剧,说明长寿未必幸福,夭折亦可得到抚慰。同时指出哀悼并不能利益死者,生者唯有接受自然与命运的法则、保持中庸才是关键。

§24δῆλον οὖν ὅτι καὶ ὁ λεγόμενος; ἄωρος θάνατος εὐπαραμύθητός ἐστι διά τε ταῦτα καὶ τὰ προειρημένα ἐν τοῖς ἔμπροσθεν.
显然,由于这些原因以及前面所说过的那些,所谓夭折(时非其时而死)也是容易得到抚慰的。
μεῖον γὰρ ὄντως ἐδάκρυσε Τρωίλος ἢ Πρίαμος, κἂν Πρίαμος αὐτός, εἰ προετελεύτησεν ἔτʼ ἀκμαζούσης αὐτῷ τῆς βασιλείας καὶ τῆς τοσαύτης τύχης ἣν ἐθρήνει.
实际上,特洛伊罗斯所流的泪要少于普里阿摩斯;而如果普里阿摩斯自己,在自家的王权和那后来让他哀叹的巨大幸运仍处于鼎盛之时就先死去了,(他所流的泪也会更少)。
οἷα γοῦν πρὸς τὸν ἑαυτοῦ διελέχθη υἱὸν Ἕκτορα, παραινῶν ἀναχωρεῖν ἀπὸ τῆς πρὸς τὸν Ἀχιλλέα μάχης, ἐν οἷς φησιν " ἀλλʼ εἰσέρχεο τεῖχος, ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μηδὲ μέγα κῦδος ὀρέξῃς Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς; πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον, δύσμορον, ὃν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει, κακὰ πόλλʼ ἐπιδόντα, υἷάς τʼ ὀλλυμένους, ἑλκηθείσας τε θύγατρας, καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα ποτὶ γαίῃ, ἐν αἰνῇ δηϊοτῆτι, ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.
例如,他对他自己的儿子赫克托耳所说的话,当时他正劝阻赫克托耳不要去与阿喀琉斯交战,在这些话中他说: “但是,进来城墙吧,我的孩子,好让你拯救特洛伊的男女,切莫把巨大的荣耀拱手让给佩琉斯之子,而你自己却被剥夺了亲爱的生命;还要怜悯我这个不幸的人吧,在我依然清醒之时,我这命途多舛之人,父神克罗诺斯之子在暮年的门槛上,将用痛苦的宿命使我消亡,在我目睹了重重惨剧之后——儿子们惨遭杀戮,女儿们被强行掳走,洞房被洗劫,幼小的孩童们在惨烈的战斗中被摔在地上,媳妇们被阿开亚人毁灭性的双手强行拉走。
αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι ὠμησταὶ ἐρύωσιν, ἐπεὶ κέ τις ὀξέι χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται.
而我自己在最后,大门口的恶狗将会撕食我这生肉,在有人用锋利的青铜砍击或投掷,夺走我四肢中的生命之后。
ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον αἰδῶ τʼ αἰσχύνωσι κύνες, κταμένοιο γέροντος, τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.
然而,当恶狗羞辱了那灰白的首级和灰白的胡须,以及被杀老人的私处之时,这确实成了可怜的凡人中最令人痛心的事情。
ἦ ῥʼ ὁ γέρων πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσί, τίλλων ἐκ κεφαλῆς, οὐδʼ Ἕκτορι θυμὸν ἔπειθεν.
” 老人说着,便用双手揪着自己的白发,从头上拔下来,然而他还是没能说服赫克托耳的心。
" Ὄντων οὖν σοι παμπόλλων παραδειγμάτων περὶ τούτων ἐννοήθητι τὸν θάνατον οὐκ ὀλίγους ἀπαλλάττειν μεγάλων καὶ χαλεπῶν κακῶν, ὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν.
因此,既然你关于这些事情有着极多的例子,你应当想到,死亡使不少人免于巨大而艰难的恶事,如果他们继续活下去,必定会经历这些恶事。
ἃ φειδόμενος τῆς τοῦ λόγου συμμετρίας παρέλιπον, ἀρκεσθεὶς τοῖς εἰρημένοις πρὸς τὸ μὴ δεῖν πέρα τοῦ φυσικοῦ καὶ μετρίου πρὸς ἄπρακτα πένθη καὶ θρήνους ἀγεννεῖς ἐκτρέπεσθαι.
顾及论述的匀称,我省略了这些例子,满足于已说的这些,旨在说明不应超出自然与适度的限度,而偏向无益的哀悼与卑劣的恸哭。
§25τὸ γὰρ μὴ διʼ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας, ἐγὼ δʼ ἂν εἴποιμι φάρμακον ἀλυπίας εἶναι μέγιστον.
因为,不因自身原因而遭遇不幸,克兰托尔说这是对命运的不小慰藉,而我则要说,这是免除悲伤的最大良药。
τὸ δὲ φιλεῖν τὸν μεταλλάξαντα καὶ στέργειν οὐκ ἐν τῷ λυπεῖν ἑαυτούς ἐστιν, ἀλλʼ ἐν τῷ τὸν ἀγαπώμενον ὠφελεῖν ὠφέλεια δʼ ἐστὶ τοῖς ἀφῃρημένοις ἡ διὰ τῆς ἀγαθῆς μνήμης τιμή.
而爱护和珍视那逝去的人,并不在于折磨我们自己,而是在于利益那所爱之人;而对那些被夺去生命的人的利益,乃是通过美好的回忆而致的敬意。
οὐδεὶς γὰρ ἀγαθὸς ἄξιος θρήνων ἀλλʼ ὕμνων καὶ παιάνων, οὐδὲ πένθους ἀλλὰ μνήμης; εὐκλεοῦς, οὐδὲ δακρύων ἐπωδύνων ἀλλʼ ἐτείων ἀπαρχῶν, εἴ γʼ ὁ μετηλλαχὼς θειότερόν τινα βίον μετείληφεν, ἀπαλλαγεὶς τῆς τοῦ σώματος λατρείας καὶ τῶν ἀτρύτων τούτων φροντίδων τε καὶ συμφορῶν, ἃς ἀνάγκη τοὺς εἰληχότας τὸν θνητὸν βίον ὑπομένειν, ἕως ἂν ἐκπλήσωσι τὸν ἐπικλωσθέντα τῆς ζωῆς βίον, ὃν ἔδωκεν ἡμῖν ἡ φύσις οὐκ εἰς ἅπαντα τὸν χρόνον, ἀλλὰ καθʼ ἕκαστον ἀπένειμε τὸν μερισθέντα κατὰ τοὺς τῆς εἱμαρμένης νόμους.
因为没有任何好人配受恸哭,反而配受赞歌与祝捷歌;不配受哀悼,反而配受显赫的怀念;不配受痛苦的眼泪,反而配受每年的初熟祭,如果这位逝者确实分享了某种更为神圣的生命,得以摆脱对肉体的奴役以及这些无休止的忧虑和不幸——这些是那些分得凡俗生命之辈必须忍受的,直到他们度完那被纺织而出的生命,自然给予我们这生命,并非为了永久的时间,而是根据命运的法律,将那被分配的一份拨给每一个人。

词汇与语法注释

  1. 113fκἂν Πρίαμος αὐτός, εἰ προετελεύτησεν — 语境中省略了主句的动词(例如 [μεῖον ἂν ἐδάκρυσεν]“本会流更少的泪”)。连词 κἂν(καὶ ἄν)中的 ἄν 呼应表示过去反事实条件的从句 εἰ προετελεύτησεν,用于修饰省略的主句过去时直陈式动词。
  2. 114bἂν πύματόν με κύνες πρώτῃσι θύρῃσι ὠμησταὶ ἐρύωσιν — 荷马史诗引文中的特有用法,即 ἄν 连用虚拟式(ἐρύωσιν)。与雅典散文用法不同,此处的 ἄν 加虚拟式表示对特定未来事件的肯定预测,在语义上等同于直陈式将来时。
  3. 114cὧν, εἰ ἐπεβίωσαν, πάντως ἂν ἐπειράθησαν — 这是一个双重从属结构,在关系代词 ὧν(先行词为 κακῶν)引导的关系从句内部,嵌套了一个过去反事实条件句(条件从句 εἰ ἐπεβίωσαν,归结从句 ἂν ἐπειράθησαν)。

引用这一段

普鲁塔克, 致阿波罗尼乌斯慰问信 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0007.tlg076.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。